The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων.
- αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς
- ἱκεσίαις παλάμῃσι παλαιῶν ἥψατο γούνων,
- λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον·
- ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μʼ ἐλεαίρεις,
- Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις,
- Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν—
- οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντες
- οὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί·
- ὣς μέν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο,
- ὣς δὲ Φιλοκτήτην ἔλιπον πεπεδημένον ὕδρῳ,
- ἔκτειναν δὲ καὶ αὐτὸν ἀγασσάμενοι Παλαμήδην.
- καὶ νῦν οἷά μʼ ἔρεξαν ἀτάσθαλοι, οὕνεκα φεύγειν
- οὐκ ἔθελον σὺν τοῖσι, μένειν δʼ ἐκέλευον ἑταίρους·
- οἱ δὲ νοοπλήγεσσιν ἀτασθαλίῃσι δαμέντες
- εἵματα μέν μʼ ἀπέδυσαν, ἀεικελίῃσι δʼ ἱμάσθλαις
- πᾶν δέμας οὐτήσαντες ἐπὶ ξείνῃ λίπον ἀκτῇ.
- ἀλλά, μάκαρ, πεφύλαξο Διὸς σέβας ἱκεσίοιο·
- χάρμα γὰρ Ἀργείοισι γενήσομαι, εἴ κεν ἐάσῃς
- χερσὶν ὕπο Τρώων ἱκέτην καὶ ξεῖνον ὀλέσθαι.