The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- τέρμα πολυκμήτοιο μεταχρόνιον πολέμοιο
- καὶ λόχον, Ἀργείης ἱππήλατον ἔργον Ἀθήνης,
- αὐτίκα μοι σπεύδοντι πολὺν διὰ μῦθον ἀνεῖσα
- ἔννεπε, Καλλιόπεια, καὶ ἀρχαίην ἔριν ἀνδρῶν
- κεκριμένου πολέμοιο ταχείῃ λῦσον ἀοιδῇ.
- ἤδη μὲν δεκάτοιο κυλινδομένου λυκάβαντος
- γηραλέη τετάνυστο φόνων ἀκόρητος Ἐνυὼ
- Τρωσί τε καὶ Δαναοῖσιν· ἐναιρομένων δʼ ἄρα φωτῶν
- δούρατα κεκμήκει, ξιφέων δʼ ἔθνῃσκον ἀπειλαί,
- σβέννυτο θωρήκων ἐνοπή, μινύθεσκε δʼ ἑλικτὴ
- ἁρμονίη ῥηχθεῖσα φερεσσακέων τελαμώνων,
- ἀσπίδες οὐκ ἀνέχοντο μένειν ἔτι δοῦπον ἀκόντων,
- λύετο καμπύλα τόξα, κατέρρεον ὠκέες ἰοί.
- ἵπποι δʼ οἱ μὲν ἄνευθεν ἀεργηλῆς ἐπὶ φάτνης
- οἰκτρὰ κάτω μύοντες ὁμόζυγας ἔστενον ἵππους,
- οἱ δʼ αὐτοὺς ποθέοντες ὀλωλότας ἡνιοχῆας.
- κεῖτο δὲ Πηλείδης μὲν ἔχων ἅμα νεκρὸν ἑταῖρον,
- Ἀντιλόχῳ δʼ ἐπὶ παιδὶ γέρων ὠδύρετο Νέστωρ,
- Αἴας δʼ αὐτοφόνῳ βριαρὸν δέμας ἕλκεϊ λύσας
- φάσγανον ἐχθρὸν ἔλουσε μεμηνότος αἵματος ὄμβρῳ.