The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- σβέννυτο θωρήκων ἐνοπή, μινύθεσκε δʼ ἑλικτὴ
- ἁρμονίη ῥηχθεῖσα φερεσσακέων τελαμώνων,
- ἀσπίδες οὐκ ἀνέχοντο μένειν ἔτι δοῦπον ἀκόντων,
- λύετο καμπύλα τόξα, κατέρρεον ὠκέες ἰοί.
- ἵπποι δʼ οἱ μὲν ἄνευθεν ἀεργηλῆς ἐπὶ φάτνης
- οἰκτρὰ κάτω μύοντες ὁμόζυγας ἔστενον ἵππους,
- οἱ δʼ αὐτοὺς ποθέοντες ὀλωλότας ἡνιοχῆας.
- κεῖτο δὲ Πηλείδης μὲν ἔχων ἅμα νεκρὸν ἑταῖρον,
- Ἀντιλόχῳ δʼ ἐπὶ παιδὶ γέρων ὠδύρετο Νέστωρ,
- Αἴας δʼ αὐτοφόνῳ βριαρὸν δέμας ἕλκεϊ λύσας
- φάσγανον ἐχθρὸν ἔλουσε μεμηνότος αἵματος ὄμβρῳ.