The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- οὐδὲ μὲν οὐδʼ οἳ ἔλειφθεν ἀποστρεφθέντες ἀρωγῆς
- Εὐρύπυλός τʼ Εὐαιμονίδης ἀγαθός τε Λεοντεύς,
- Δημοφόων τʼ Ἀκάμας τε, δύω Θησήια τέκνα,
- Ὀρτυγίδης τʼ Ἄντικλος, ὃν αὐτόθι τεθνειῶτα
- ἵππῳ δακρύσαντες ἐνεκτερέιξαν Ἀχαιοί,
- Πηνέλεώς τε Μέγης τε καὶ Ἀντιφάτης ἀγαπήνωρ
- Ἰφιδάμας τε καὶ Εὐρυδάμας, Πελίαο γενέθλη,
- τόξῳ δʼ Ἀμφιδάμας κεκορυθμένος· ὕστατος αὖτε
- τέχνης ἀγλαόμητις ἑῆς ἐπέβαινεν Ἐπειός.
- εὐξάμενοι δὴ ἔπειτα Διὸς γλαυκώπιδι κούρῃ
- ἱππείην ἔσπευδον ἐς ὁλκάδα· τοῖσι δʼ Ἀθήνη