The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀμβροσίῃ κεράσασα θεῶν ἐκόμισσεν ἐδωδὴν
  2. δεῖπνον ἔχειν, ἵνα μή τι πανημέριοι λοχόωντες
  3. τειρόμενοι βαρύθοιεν ἀτερπέι γούνατα λιμῷ.
  4. ὣς δʼ ὁπότε κρυμοῖσιν ἀελλοπόδων νεφελάων
  5. ἠέρα παχνώσασα χιὼν ἐπάλυνεν ἀρούρας,
  6. τηκομένη δʼ ἀνέηκε πολὺν ῥόον· οἱ δʼ ἀπὸ πέτρης
  7. ὀξὺ καταθρῴσκοντα κυβιστητῆρι κυδοιμῷ
  8. δοῦπον ὑποπτήξαντες ὀριτρεφέος ποταμοῖο
  9. θῆρες ἐρωήσαντες ὑπὸ πτύχα κοιλάδος εὐνῆς
  10. σιγῇ φρικαλέῃσιν ἐπὶ πλευρῇσι μένουσι,
  11. πικρὰ δὲ πεινάοντες ὀιζυρῆς ὑπʼ ἀνάγκης