The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- δεύτερον ἁρπακτῆρα γάμου λελιημένος εὑρεῖν.
- τῷ δʼ ἐπὶ Λοκρὸς ὄρουσεν Ὀιλῆος ταχὺς Αἴας,
- εἰσέτι θυμὸν ἔχων πεπνυμένον οὐδʼ ἐπὶ κούραις
- μαργαίνων ἀθέμιστον· ἀνέστησεν δὲ καὶ ἄλλον,
- Κρητῶν Ἰδομενῆα μεσαιπόλιον βασιλῆα.
- Νεστορίδης δʼ ἅμα τοῖσιν ἔβη κρατερὸς Θρασυμήδης,
- καὶ Τελαμώνιος υἱὸς ἑκηβόλος ἤιε Τεῦκρος
- τοῖσι δʼ ἐπʼ Ἀδμήτοιο πάις πολύιππος ἀνέστη
- Εὔμηλος· μετὰ τὸν δὲ θεοπρόπος ἔσσυτο Κάλχας
- εὖ εἰδώς, ὅτι μόχθον ἀμήχανον ἐκτελέσαντες
- ἤδη Τρώιον ἄστυ καθιππεύσουσιν Ἀχαιοί.