The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- πρῶτος ἐφωμάρτησε Νεοπτόλεμος θεοειδής,
- πῶλος ἅτε δροσόεντος ἐπειγόμενος πεδίοιο,
- ὅστε νεοζυγέεσσιν ἀγαλλόμενος φαλάροισιν
- ἔφθασε καὶ μάστιγα καὶ ἡνιοχῆος ἀπειλήν.
- Τυδείδης δʼ ἐπόρουσε Νεοπτολέμῳ Διομήδης
- θαυμάζων, ὅτι τοῖος ὄην καὶ πρόσθεν Ἀχιλλεύς.
- ἕσπετο καὶ Κυάνιππος, ὃν εὐπατέρεια Κομαιθὼ
- Τυδηὶς θαλάμοιο μινυνθαδίοιο τυχοῦσα
- ὠκυμόρῳ τέκε παῖδα σακεσπάλῳ Αἰγιαλῆι.
- ἔστη καὶ Μενέλαος· ἄγεν δέ μιν ἄγριος ὁρμὴ
- Δηιφόβου ποτὶ δῆριν, ἀπηνέι δʼ ἔζεε θυμῷ