The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πλώετε πασσυδίῃ ψευδώνυμον οἴκαδε νόστον,
  2. εἰσόκεν εὐόρμου τετανυσμένον ὲκ περιωπῆς
  3. ὔμμι συναγρομένοις ἐπὶ γείτονος αἰγιαλοῖο
  4. σημαίνῃ παλίνορσον ἐπὶ πλόον ἑσπέριον πῦρ.
  5. καὶ τότε μήτε τις ὄκνος ἐπειγομένων ἐρετάων
  6. γινέσθω μήτʼ ἄλλο φόβου νέφος, οἷά τε νύκτες
  7. ἀνθρώποισι φέρουσιν ἐλαφροῦ δείματα θυμοῦ.
  8. ἔστω δὲ προτέρης ἀρετῆς ἐμφύλιος αἰδώς,
  9. μηδέ τις αἰσχύνειεν ἑὸν κλέος, ὥς κεν ἕκαστος
  10. ἄξιον ὧν ἐμόγησε λάβῃ γέρας ἱπποσυνάων.
  11. ὣς φάμενος βουλῆς ἐξήρχετο· τοῖο δὲ μύθοις