Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(81) ἀκμάζει δὲ ὁ ἐλέφας ἐτῶν γενόμενος ἑξήκοντα. ἔστι δὲ δύσριγον τὸ ζῷον καὶ πορευόμενον δι’ ὕδατος, τὸ δὲ βάθος ὥστε μὴ βρέξαι τὸν μυκτῆρα. νεῖν γὰρ οὐ δύναται· οὐ γὰρ ἐπὶ πολὺ ἔσχισται τοὺς δακτύλους· ἄλλως δὲ καὶ διὰ τὸ βάρος τοῦ σώματος.

(82) ζῆν δέ φασιν αὐτὸν οἱ μὲν διακόσια ἔτη, οἱ δὲ ἑκατὸν εἴκοσιν.

(873) Ὅτι γεννᾶται κατὰ κεφαλὴν ἐλέφας, ἴσος ὢν ἐν τῷ τίκτεσθαι κατὰ δέλφακα τὴν μεγίστην. μιᾷ δὲ μητρὶ πολλὰ ἐλεφαντίσκια ἕπεται· εἰ δὲ προσάψαιο τῶν βρεφῶν, αἱ μητέρες οὐδὲν ἀγανακτοῦσι. συνιᾶσι γὰρ ὅτι μὴ ἐπὶ λύμῃ ἢ κολάσει τις ἐπιψαύει αὐτῶν, ἀλλὰ φιλοφρονούμενοι πάντες καὶ κολακεύοντες.

(84) Οὕτως δέ ἐστι τὸ ζῷον φιλότεκνον, ὥστε ἡ μήτηρ τὸ βρέφος εἰς τάφρον ἐμπεσὸν θεασαμένη ἐκθύμως καὶ περιπαθῶς ἐξέδραμε, καὶ κατὰ τοῦ παιδὸς αὐτὴν ὦσεν εἰς κεφαλήν· καὶ ἄμφω κατὰ ταὐτὸν ἀπώλοντο, ὁ μὲν τῷ βάρει τῆς μητρὸς ἐκπιεσθείς, ἡ δὲ τὴν κεφαλὴν ἀίξασα.

[*](1 δύναται . . . τέσσαρας] Arist. hist. anim. Θ 8 p. 595b31 ἡ δὲ κάμηλος πίνει ἤδιον θολερὸν καὶ παχύ, οὐδ’ ἐπὸ τῶν ποταμῶν πρότερον πίνει ἢ συνταράξαι. δύναται δ’ ἄποτος ἀνέχεσθαι καὶ τέσσαρας ἡμέρας; de camelo dicta excerptor ad elephantum transtulit, de quo postea Aristoteles loquitur κοιμᾶται] Ael. nat. anim. IV 31 (p.94,1 Herch) καθεύδει γε μὴν ὀρθοστάδην· κατακλινῆναι γὰρ καὶ ἐξαναστῆναι ἐργῶδες αὐτῷ. cf. Arist. hist. anim. B 1 p.498a8 ὁ δ’ ἐλέφας οὐχ ὧς ἔλεγόν τινες, ἀλλὰ συγκαθίζει καὶ κάμπτει τὰ σκέλη, πλὴν οὐ δύναται διὰ τὸ βάρος ἐπ’ ἀμφότερα ἂμα, ἀλλ’ ἀνακλίνεται ἢ ἐπὶ τὰ εὐώνυμα ἢ ἐπὶ τὰ δεξιά, καὶ καθεύδει ἐν τούτῳ τῷ σχήματι, κάμπτει δὲ τὰ ὀπίσθια σκέλη ὧσπερ ἂνθρωπος 3 ἀκμάζει] Ael. I.c.(p.94,3 Herch.) ἀκμὴ δὲ ἐλέφαντι ἑξήκοντα ἔτη. cf. Arist. hist. anim. I 46 p. 630b24 ἀκμάζειν δὲ περὶ ἔτη ἑξήκοντα 4 δύσριγον] Arist. I. c. l 46 p. 630b25 πρὸς δὲ τοὺς χειμῶνας καὶ τὰ ψύχη δύσριγον εἶναι. cf. Ael.nat.anim.1V 31 (p.94,4 Herch.) κρυμῷ δὲ ὁμιλεῖν ἢκιστός ἐστι 4.5 καὶ πορευόμενον] Arist. l. c. p. 630b27 ποιεῖται δὲ καὶ διὰ τοῦ ὔδατος τὴν πορείαν, ἕως τούτου δὲ προέρχεται ἕως ἂν ὁ μυκτὴρ ὑπερέχῃ αὐτοῦ· ἀναφυσᾷ γὰρ διὰ τούτου καὶ τὴν ἀναπνοὴν ποιεῖται. νεῖν δ’ οὐ πάνυ δύναται διὰ τὸ τοῦ σώματος βἀρος. cf. Ael. I. c. 31 (p.93,20 Herch.) 7 ζῆν] Arist. I. c. p.630b22 ζῆν δὲ φασι τὸν ἐλέφαντα οἱ μὲν ἔτη διακόσια, οἱ δ’ ἑκατὸν εἴκοσι, καὶ τὴν θήλειαν ἴσα σχεδὸν τῷ ἄρρενι. cf. Arist. I.c.Θ 9 p.596a11. Ael. I. c.31 (p.94,4 Herch.) 9 ὅτι γεννᾶται] Ael. 1.σ. VII 27 (p.216,13—20 Herch.) τίκτεται ἐλέφας κατὰ τὴν κεφαλὴν ἐκπηδῶν, τὸ δὲ μέγεθός ἐστι τοῦ τικτομένου κατὰ δέλφακα τὴν μεγίστην 14 οὕτως] cf. Ael. I.c. IX 8 (p.220,23—221,4 Herch.))[*](3 συγκαθίσαντι scripsi: συγκαθήσαντι D μὴ εὐκόλως corruptum. suspicor μὴ εὔκολον vel μὴ εὖκολον ὃν cf. Ael.I.c. 4 δύσριγον scripsi ex Arist.: δύσρισον D πορευόμενον scripsi: πορευόμενος D νεῖν scripsi ex Arist.: νῦν D 10 πολλὰ D: πλείω Ael. ἕπεται, φασίν Ael. 11 εἰ δὲ βούλοιο τῶν βρεφῶν νεογόνων ὄντων προσάψασθαι Ael. ἀγανακτοῦσιν ἀλλὰ ἐῶσι Ael. συνίασι D 12 μήτε ἐπὶ λύμῃ τις ἐπιψαύει (ἐπιψαύσει Hercher) αὐτῶν μήτε ἐπὶ κολάσει Ael. 16 αὐτὴν scripsi: αὐτὴν D 17 τῷ βάρει scripsi: τὸ βάρος D ἡ δὲ . . . αἴξασα ex Ael. scripsi: ὁ δὲ . . . ἀΐξας D)
57

(85) Καὶ τὰ βρέφη δὲ τὰ νεαρὰ οὐκ ἄν ποτε αἱ τεκοῦσαι προδοῖεν, καίτοι τῶν θηρατῶν ἐγκειμένων, ἀλλὰ πρότερόν γε τὴν ψυχὴν ἀπολίποιεν ἢ τὰ τέκνα. γελοῖοι τοίνυν εἰσὶν οἱ διαποροῦντες εἰ φυσικὴ πρὸς τὰ ἔκγονα στοργή ἐστι.

(86) Ἀλλὰ καὶ νόμους μὴ ἀκούσαντες ἐλέφαντες τιμῆς γερόντων, τοῖς πρεσβυτέροις τροφῆς ἀφίστανται καὶ προβαδίζειν ποιοῦσι τοὺς γήρᾳ παρειμένους καὶ θεραπεύουσι καὶ τρέφουσι καὶ κινδύνων ῥύονται καὶ εἰς ὄρυγμα ἐμπεσόντας ἀνάγουσι φρύγανα καὶ φακέλους ἐμβαλόντες, [*](f. 344v) οἷσπερ οὖν ὡς ἀναβαθμοῖς χρώμενοι ἐκεῖνοι εἶτα ἀνίασι.

(87) Καὶ νοσοῦντα ἐλέφαντα οὐκ ἄν ποτε καταλίποιεν οἱ συναγελαζόμενοι, ἀλλὰ πιστῶς παραμένουσι καὶ ἀναρρῶσαι σπεύδουσι, καὶ εἰ διώκονται, καὶ ὑπὲρ αὐτοῦ μάχονται καὶ τιτρώσκονται παρόντες, φυγεῖν οὐ δυνάμενοι.

(88) Ποῦ δὲ ἠλόησε πληγαῖς πατέρα ἐλέφας· ποῦ δὲ ἀπεκήρυξεν ὁ πατὴρ ἐν τούτοις τὸν υὑόν;

(89) Καὶ σώφρονες δέ εἰσι καὶ σπανίως ἐρῶσιν. ἅπαξ γοῦν ἐν τῷ βίῳ τῷ σφετέρῳ μνημονεύουσιν ἀφροδίτης, ὅταν ἡ θήλεια ὑπομένῃ καὶ αὐτή. εἶτα ἐμπλήσας ἕκαστος τὴν σύννομον οὐκέτι γινώσκει αὐτήν. συμπλέκονται δὲ οὐκ ἀνέδην οὐδὲ ἐν ὄψει ἑτέρων, ἀλλ’ ἀναχωρήσαντες καὶ προβαλλόμενοι ἢ δένδρα δασέα ἢ ὕλην συμφυῆ ἢ κοῖλον χῶρον.

(90) Εὐμουσίαν δὲ καὶ εὐπείθειαν οἶδε μανθάνειν, χρείαν τε καὶ ὀρχηστικήν, καὶ βαίνειν πρὸς ῥυθμὸν καὶ συνιέναι ἤχων διαφορὰς ἀκριβοῖ ἐλέφας καὶ οὐ σφάλλεται.

[*](1 καὶ τὰ βρέφη] Ael. nat. anim. VII 15 (p.181,14 Herch) 3 γελοῖοι] Ael.I.c. IX 8 (p.221,4 Herch.) 4 ἀλλὰ καὶ νόμους] Ael. I.c. VI 61 (p.167,16—25 Herch.) ἐπαΐουσι γοῦν τὸ τῶν ἐλεφάντων γένος, ὦ Λυκοῦργοί τε καὶ Σόλωνες καὶ Ζάλευκοι καὶ Χαρῶνδαι, ὦνπερ οὖν ὑμεῖς νομοθετεῖτε οὐδὲ τὴν ἀρχήν, καὶ ὅμως δρῶσι τοιαῦτα, καὶ τροφῆς ἀφίστανται τοῖς πρεσβυτέροις οἱ νέοι, καὶ γήρᾳ παρειμένους θεραπεύουσιν αὐτούς, καὶ κινδύνων ῥύονται, καὶ ἐς ὀρύγματα ἐμπεσόντας οἱ δὲ ἀνάγουσι, φρυγάνων τινὰς ἀγκαλίδας καὶ φακέλους ἐμβαλόντες, οἷσπερ οὖν ὧς ἀναβαθμοῖς χρώμενοι ἐκεῖνοι εἶτα ἀνίασι γήφᾳ βαρεῖς ὄντες 9 καὶ νοσοῦντα] Ael. I.c. VII 15 (p.181,8 Herch.) γήρᾳ δὲ παρειμένον ἐλέφαντα ἢ νόσῳ κατειλημμένον οὐκ ἄν ποτε οἱ συναγελαζόμενοι καταλίποιεν, ἀλλὰ πιστῶς παραμένουσι, καὶ ἂναρρῶσαι σπεὐδουςι τῇ τε ἄλλῃ καὶ ἐὰν διώκωνται, καὶ ὑπὲρ αὐτοῦ μάχονται, καὶ τιτρώσκονται παρόντες (παραμένοντες Reiske), φυγεῖν δυνάμενοι 13 ποῦ δὲ] Ael. I.c. VI 61 (p.167,25 Herch.) 15 απαξ] Ael. I.c. VIII 17 (p.211,8—14 Herch.) 20 εὐμουσίαν] Ael. I.c. II 11 (p.38,1—10 Herch.) τὸ δὲ νῦν ἔχον ἔικα ἐρεῖν περί τε εὐμουσίας αὐτῶν καὶ εὐπειθείας . . . . . χορείαν γὰρ καὶ ὀρχηστικὴν—διαφοράς, ἢ βραδύνειν ἐνδιδόντων ἢ ταχύνειν παρορμώντων μαθὼν οἶδεν ἐλέφας, καὶ ἀκριβοῖ καὶ οὐ σφάλλεται)[*](1 προδοῖεν, ἀλλὰ καὶ ἐκείνοις ἐκεῖναι πιστῶς παραμένουσι καίτοι τῶν θηρώντων Ael. 2 τὴν ψυχὴν Ael.: τῶν ψυχῶν D ἀπολίποιεν ἂν Ael. 4 ἐλέφαντες scripsi ἐλέφαντος D 11 οὐ delevi cf. Ael. 13 δὲ D Ael.: δαὶ Reiske ἠλόησε Ael.: ἠλέησε D ποῦ δὲ scripsi: πῶς δὲ D: ποῦ δαὶ Ael. 14 post πατὴρ add. ὁ Ael. 17 οὐκέτι γινώσκει D: ἐντεῦθεν (Schneider τὸ ἐντεῦθεν) οὐκ οἶδεν Ael. 17, 18 συμπλέκονται Ael.: συμπλέκεται D 18 ἐν τῇ τῶν ἄλλων ὄψει Ael. 19 προβαλλόμενοι D: καὶ ἑαυτῶν προβάλλονται Ael. ὅλην τινὰ συμφυῆ ἢ χῶρον κοῖλον καὶ βαθὺν τοῦ λαθεῖν αὐτοῖς παρέχοντα ἀφθονίαν Ael. 21 βυνεῖν D)
58

(91) Ἡμεροῦται δὲ καὶ μᾶλλον τῶν ἄλλων ζῴων. πλὴν ἐν Ἰνδοῖς ἐὰν ἁλῷ τέλειος ἐλέφας χαλεπός ἐστιν ἡμερωθῆναι, καὶ τὴν ἐλευθερίαν ποθῶν φονᾷ. εἰ δὲ καὶ δεσμοῖς αὐτὸν διαλάβῃς, ἔτι καὶ μᾶλλον εἰς τὸν θυμὸν ἐξάπτεται 〈καὶ〉 δουλοσύνην οὐχ ὑπομένει. ἀλλ᾿ Ἰνδοὶ καὶ τροφαῖς κολακεύουσιν αὐτὸν καὶ ποικίλοις δελέασι πραΰνειν πειρῶνται. ὁ δὲ ἄχθεται αὐτοῖς καὶ ὑπερορᾷ. κατασοφίζονται οὗν αὐτοῦ μούσῃ ἐπιχωρίῳ μετ᾿ ὀργάνου τινός· καλεῖται δὲ τὸ ὄργανον σκινδαψός. ὁ δὲ ὑπέχει τὰ ὧτα καὶ θέλγεται, καὶ κατὰ μικρὸν τὴν τροφὴν προσίεται.

(92) Διώκονται οὖν παῤ Ἰνδῶν ἕνεκεν ὀδόντων, διὸ τοὺς νωδοὺς πρὸ τῆς φάλαγγος ἱστᾶσιν, ὥσπερ ἀπατῶντες ὅτι οὐκ ἔχουσι τὸ ζητούμενον. διωκόμενος μέντοι ὥσπερ λήϊα τὰ μέγιστα δένδρα κατακλᾷ τῇ ὑπερβαλλούσῃ δυνάμει καὶ φέρεται ῥώμῃ ἀμηχάνῳ καὶ ὁρμῇ ἀκατασχέτῳ. ἐν ἐλευθερίᾳ δὲ κινδύνου διαγενόμενοι ἑστᾶσι καὶ ἀναπαύονται· καὶ οἱ διώκοντες, τὴν ὕλην ἐμπρήσαντες καὶ τὴν ὀπίσω ὁδὸν κατασχόντες, ἱστᾶσιν αὐτούς. δεδοίκασι γὰρ τὸ | πῦρ ὡς οἱ λέοντες.

[*](f. 345r)

(93) Ἐνακμάζοντος δὲ τοῦ ἡλίου χρίουσιν ἀλλήλους ἰλύι παχείᾳ καὶ αὐτοῖς αὕτη ψῦχος παρέχει. ῥινηλατοῦσι δὲ ἰσχυρῶς, καὶ αἴσθησιν ὀξυτάτην ἔχουσι, καὶ θηρατὰς φοβούμενοι κατὰ στοῖχον ὁδεύουσι καὶ ὀσμῶνται τὴν πόαν. καὶ ὅ γε πρῶτος τῆς 〈ἐν ποσὶ πόας〉 αἰσθόμενος καὶ ὅτι διῆλθον ἄνθρωποι ἐκ τῆς παραψαύσεως συνεὶς αὐτῶν, ἀνασπᾷ τὴν πόαν καὶ δίδωσι τῷ κατόπιν ὀσφραίνεσθαι καὶ ἐκεῖνος τῷ μετ᾿ αὐτόν· καὶ οὕτως ἥδε ἡ ἀντίδοσις διέρχεται καὶ μέχρι τοῦ οὐραγοῦντος· ὁ δὲ μέγα ἐπήχησεν. οἱ δὲ ὡς ἀπὸ συνθήματος τρέπονται εἰς ἕλη καὶ δάση καὶ ἄγγη καὶ τῶν ἑλῶν τὰ κοιλότερα καὶ ὅσα μέντοι καὶ τῶν πεδίων κομᾷ τοῖς θάμνοις. ὅταν δ᾿ [*](1 ἡμεροῦται] Arist. hist. anim. A 1 p. 488a28 τὰ δὲ καὶ ἡμεροῦσθαι δύναται ταχύ, οἷον ἐλέφας ἐν Ἰνδοῖς] Ael. nat. anim. XII 44 (p. 314, 23—315,5 Hercher ἐν Ἰνδοῖς ἐὰν ἁλῷ τέλειος ἐλέφας, ἡμερωθῆναι χαλεπός ἐστι καὶ τὴν ἐλευθερίαν ποθῶν φονᾷ. ἐὰν δὲ αὐτὸν καὶ δεσμοῖς διαλάβῃς, ἔτι καὶ μᾶλλον ἐς θυμὸν ἐξάπτεται καὶ δοῦλος εἶναι καὶ δεσμώτης (δοῦλος εἶναι καὶ δεσπότης V: δεσπότην vulgo: corr. Hercher) οὐχ ὑπομένει. ἀλλ᾿ οἱ Ἰωδοὶ καὶ ταῖς (ταῖς susp. Hercher) τροφαῖς κολακεύουσιν αὐτὸν καὶ ποικίλοις καὶ ἐφολκοῖς δελέασι πραΰνειν πειρῶνται, παρατιθέντες ὅσα πληροῖ (ὡς πληροῦν vulgo: corr. Hercher) τὴν γαστέρα καὶ θέλγει (θέλγειν vulgo) τὸν θυμόν. ὁ δὲ ἄχθεται αὐτοῖς καὶ ὑπερορᾷ. τί οὖν ἐκεῖνοι κατασοφίζονται; μοῦσαν αὐτοῖς προσάγουσιν ἐπιχώριον, καὶ κατᾴδουσιν αὐτοὺς ὀργάνῳ τινὶ καὶ τοὺτῳ συνήθει. καλεῖται δὲ σκινδαψὸς τὸ ὄργανον. ὁ δὲ ὑπέχει τὰ ὧτα καὶ θέλγεται καὶ ἡ μὲν ὀργὴ πραΰνεται, ὁ δὲ θυμὸς ὑποστελλεταί τε καὶ στόρνυται, κατὰ μικρὰ δὲ καὶ ἐς τὴν τροφὴν ὁρᾷ 9 διώκονται] cf. Ael. l. c. VIII 56 (p. 164, 22—32 Herch.) 11 διωκόμενος] cf. Ael. l. c. VII 6 (p. 172, 20—173, 13 Herch.) 16 ἐνακμάζοντος] cf. Ael. l. c. IX 56 (p. 237, 29 — 238, 20 Herch.)) [*](3 εἰ sic D 4 καὶ addidi ex Ael. δουλοσύνην D: δεσπότην vulg. Ael.: δοῦλος εἶναι καὶ δεσπότης (δεσμώτης Hercher) V cod. Ael. 6 κατασοφίζονται οὖν αὐτοῦ scripsi cf. Ael.: κατασοφίζεται οὖν αὐτῶ D 7 σκινδαψός scripsi ex Ael.: σκορδαψός D 9 νοδοὺς D 12 ῥώμῃ D Ael.: ῥύμῃ Jacobs ἀμηχάνῳ D Ael.: ἀμάχω Hercher 19 τῆς ἐν ποσὶ πόας αἰσθόμενος Ael.: τίς αἰσθόμενος D 22 μέγα scripsi ex Ael.: μέγας D 24 κοματοῖς θάμνοις D)

59
αὐτοὺς ἐπιλίπωσιν αἱ νομαί, τὰς ῥίζας ἐξορύττοντες σιτοῦνται καὶ αὐτάς· καὶ οἱ μὲν ἐσθίουσιν, οἱ δὲ ἀπίασι ζητοῦντες χιλόν, καὶ ὅ γε πρῶτος εὑρὼν καλεῖ τοὺς ἄλλους.

(94) Σιτοῦνται δὲ καὶ σχῖνον τὴν περιπεφυκυῖαν τοῖς δένδροις καὶ κιττὸν ἄγριον τὸν ἐφέρποντα τοῖς φυτοῖς καὶ φοινίκων ἁπαλὰς καὶ νεαρὰς κόμας καὶ φυτῶν ὅρπηκας καὶ πτόρθους τοὺς ὑγροτέρους. ἐσθίουσι δὲ μικροῦ καὶ ὅσα ἄνθρωπος.

(95) Αὐτῶν δὲ τὰ μὲν κρέα ἐδώδιμα οὐκ ἔστιν, ὅτι μὴ ἡ προβοσκὶς καὶ τὰ χείλη τοῦ στόματος καὶ τῶν κεράτων ὁ μυελός. τὸ δὲ στέαρ τοῖς ἰοβόλοις ἔχθιστον· εἰ γάρ τις χρίσαιτο ἢ θυμιάσαιτο αὐτοῦ, ἀποδιδράσκει πορρωτάτω.

(96) Ἐσθίειν δέ φησιν Ἀριστοτέλης τὸν ἐλέφαντα μεδίμνους μακεδονικοὺς ἐννέα, ἀλφίτων δὲ ἐπὶ τούτοις ἕξ, εἰ δὲ δοίης, καὶ ἑπτὰ καὶ χιλόν, φύλλα καὶ κλάδους ἁπαλούς. πίνειν δὲ αὐτοὺς ὁ αὐτὸς λέγει καὶ μετρητὰς Λακεδαιμονίους δεκατέσσαρας, καὶ πάλιν τῆς δείλης ἐπιπίνειν ὀκτώ. βιοῦν δὲ τὸν ἐλέφαντα ἔτη διακόσιά φασι· προϊέναι δὲ ἔστιν οὓς καὶ εἰς τρεῖς ἑκατοντάδας.

(97) Ποταμὸν δὲ ἐλέφαντες διαβαίνοντες, εἰ καλύπτοιντο ὑπὸ τοῦ ῥεύματος, ἀνέχουσι τὰς προβοσκίδας ὑπὲρ τὸ ὕδωρ· τὰ δὲ ἀρτιγενῆ πωλία ὑπὲρ τῶν ὀδόντων ἢ κεράτων φέρουσιν αἱ μητέρες.

(98) Ὅταν δὲ ὑπερβῆναι τάφρον μὴ δύνανται, εἷς ὁ μέγιστος ἑαυτὸν εἰς αὐτὴν ἐμβάλλει, καὶ πλάγιος ἵσταται, καὶ γεφυροῖ τὸ κενόν, καὶ κατ᾿ αὐτοῦ βαίνοντες ἀποδιδράσκουσιν. ἀνέλκουσι δὲ καὶ ἐκεῖνον οὕτως. ἄνωθέν τις τὸν πόδα προτείνει καὶ ἐκείνῳ παρέχει περιπλέξαι τὴν προβοσκίδα· f. 345v οἱ δὲ ἄλλοι φρύγανα ἐμβάλλουσι καὶ ξύλα, ὧν ἐπιβαίνων ἀνασπᾶται ῥᾳδίως.

[*](4 σιτοῦνται] cf. Ael. nat. anim. VII 6 (p. 173, 4—8 Herch.) 8 αὐτῶν] cf. Ael. l. c. X 12 (p. 247,2—6 Herch.) 12 ἐσθίειν] Ael. l. c. XVII 7 (p. 414, 23—29 Herch.) Ἀριστοτέλης ἐν τῷ ὀγδόῳ Περὶ ζῴων (Θ 9 p. 596a3—12) φησὶ τοὺς ἐλέφαντας ἐσθίειν κριθῶν μεδίμνους Μακεδονικοὺς ἐννέα, ἀλφίτων δὲ ἐπὶ τούτοις ἔξ, εἰ δὲ δοίης, καὶ ἑπτά. καὶ χιλόν, φύλλα (σχίνου φύλλα temptaus hinc ad ἁπαλοὺς del. Hercher) καὶ κλάδους ἁπαλούς πίνειν δὲ αὐτοὺς ὁ αὐτὸς λέγει μετρητὰς Μακεδονικοὺς τετταρεσκαίδεκα καὶ πάλιν τῆς δείλης ἐπιπίνειν ὀκτώ. βιοῦν δὲ ἐλέφαντας ἔτη διακόσιά φησι, προϊέναι δὲ ἔστιν οὕς καὶ ἐς τρεῖς ἑκατοντάδας 18 ποταμὸν] Ael. l. c. VII 15 (p. 181, 1—5 Herch.) ποταμὸν ἐλέφαντες διέρχονται οἱ μὲν ἔτι νέοι διανηχόμενοι οἱ δὲ ἤδη τέλειοι, καὶ εἰ καλύπτοιντο ὑπὸ τοῦ ῥεύματος, ἀνέχουσι μέντοι τὰς προβοσκίδας ὑπὲρ τὸ ὕδωρ, τὰ δὲ ἀρτιγενῆ πώλια ἐπὶ τῶν ὀδόντων [ἢ κεράτων, del. Hercher] φέρουσιν αἱ μητέρες 21 ὅταν] cf. Ael. l. c. VIII 15 (p. 210, 1—11 Herch.))[*](1 ἐπιλίπωσιν D confirmans Hercheri emendationem: καταλίπωσιν vulg. Ael. 4 σχῖνον Ael.: σχοῖνον D 10 θυμιάσαιτο D: ἐπιθυμιάσαι Ael.: ἐπιθυμιάσειεν Hercher 11 πορωτάτω D 13. 14 χιλῶν φύλα D 14 καὶ deest Ael. 19 ὑπὲρ (sic) D 21 δὲ deest Ael. post τάφρον add. οἱ ἐλέφαντες Ael. δύνανται D: δύνωνται Ael. 22 αὑτὴν D 23 βαίνοντες εἰς τὸ ἀντιπέρας ἴασι καὶ ἀποδιδράσκουσι, πρότερον μέντοι καὶ ἐκεῖνον ἀνασώσαντες. ὁ δὲ τῆς σωτηρίας τρόπος οὗτός ἐστιν ἄνωθεν κτλ. Ael. 24. 25 τὴν προβοσκίδα περιπλέξαι Ael. 25 ὦν ἐπιβαίνων, εἰλημμένος (τε addidit Reiske) τοῦ ποδὸς μάλα ἐγκρατῶς τε καὶ εὐλαβῶς ἀνασπᾶται ῥᾷστα Ael.)
60

(99) Πληγεὶς δὲ ὑπὸ βέλους, ἐλαίας πάσσων ἄνθος ἢ αὐτὸ ἔλαιον, ὁλόκληρος γίνεται. καὶ τῶν τετρωμένων δὲ τοὺς ἀτρώτους πεφεισμένως ἐξαιρεῖν ἀκούω καὶ ξυστὰ καὶ ἀκόντια ὥσπερ χειρουργίας ἐπιστήμονας.

(100) Ἀποτρέπονται δὲ τὴν ἐν Ἰνδοῖς ἄρουραν τὴν κεκλημένην Φαλάκραν καὶ οὐκ ἐσθίουσι. τὸ δὲ αἴτιον τοῦ ὀνόματος· ὁ γὰρ γευσάμενος τῆς ἐνταῦθα γενομένης πόας καὶ τὰς τρίχας ἀποβάλλει καὶ τὰ κέρατα.