Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(61) Ἀνθρώπου μόνου καὶ κυνὸς κορεσθέντων ἡ τροφὴ ἀναπλεῖ. καὶ τοῦ μὲν ἀνθρώπου ἡ καρδία τῷ μαζῷ τῷ λαιῷ προσήρτηται, τοῖς γε μὴν ἄλλοις ζῴοις ἐν μέσῳ τῷ στήθει προσπέπλασται.

(62) Γαμφώνυχον δὲ ἄρα οὐδὲ ἐν οὔτε πίνει οὔτε οὐρεῖ οὔτε [*](f. 342v) συναγελάζεται ἑτέροις.

(63) Ἀνθρώπου δὲ ἀσίτου τὸ δῆγμα χαλεπὸν καὶ δυσίατον. λέγονται δὲ οἱ Σκύθαι πρὸς τῷ τοξικῷ ᾧ τοὺς ὁϊστοὺς χρίουσι καὶ ἀνθρώπειον ἰχῶρα ἀναμιγνύναι φαρμάσσοντες, ἐπιπολάζοντά πως αἵματι, ὅν περ ἴσασιν ἀπόκριμα αὐτοῖς. τεκμηριῶσαι τοῦτο καὶ Θεόφραστος ἱκανός.

(64) Ὅτι Ἀγαθαρχίδης φησὶν εἶναι γένος ἐν τῇ Λιβόῃ τινῶν ἀνθρώπων· καὶ μέντοι καὶ καλεῖσθαι αὐτοὺς Ψύλλους. καὶ ὅσα μὲν κατὰ τὸν ἄλλον βίον τῶν λοιπῶν ἀνθρώπων διαφέρει οὐδέν, τὸ δὲ σῶμα ἔχει ξένον τε καὶ παράδοξον ὡς πρὸς τοὺς ἑτεροφύλους ἀντικρινόμενον. τὰ γάρ τοι ζῷα τὰ δάκνοντα καὶ τὰ ἐγχρίπτοντα πάμπολλα ὄντα μηδὲν αὐτοὺς μόνους ἀδικεῖν. οὔτε γοῦν ὄφεως δακόντος ἐπαΐουσιν οὔτε φαλαγγίου νύξαντος, ὡς τοὺς ἄλλους, εἰς θάνατον οὔτε μὴν σκορπίου κέντρον ἀπερείσαντος. ἐπὰν δὲ ἄρα τούτων προσπελάσῃ τι ἅμα καὶ παραψαύσῃ τοῦ σώματος καὶ ἅμα τι καὶ ὀσμῆς τῆς ἐκείνων ψαύσγῃ ἢ σπάσῃ, ὥσπερ οὖν φαρμάκου γευσάμενον ὑπνοποιοῦ, κάρωσίν τινα ἑλκτικὴν εἰς ἀναισθησίαν ἐμποιοῦντος ἐξασθενεῖ καὶ παρεῖται, ἔστ’ ἂν παραδράμῃ ἄνθρωπος. ὅπως δὲ ἐλέγχουσι τὰ ἑαυτῶν βρέφη εἴτε ἐστὶ γνήσια εἴτε καὶ νόθα ἐν τοῖς ἑρπετοῖς βασανίζοντες ὡς ἐν τῷ πυρὶ τὸν χρυσὸν οἱ βάναυσοι χρυσουργοί, ἀνωτέρω εἶπον.

(65) Ὅτι Καλλίας ἐν τῷ δεκάτῳ τῶν περὶ τὸν Συρακούσιον Ἀγαθοκλέα λόγων φησὶ τοὺς κεράστας ὄφεις δεινοὺς εἶναι τὸ δῆγμα· ἀναιρεῖν γὰρ καὶ ζῷα ἄλογα καὶ ἀνθρώπους, εἰ μὴ παρείη Λίβυς ἀνήρ, Ψὀλλος ὣν τὸ γένος. οὖτος γὰρ ἐάν τε κλητὸς ἀφίκηται, ἐάν τε παρῇ κατὰ τύχην καὶ [*](3 ἀνθρώπου] cf. supra p.31,2 et notas ibidem 6 γαμψώνυχον] cf. supra p.31,8 et notas ibidem 8 ἀνθρώπου] Ael. nat. anim. IX 15 (p.223,12—17 Herch.) cf. 40 p. 43, 18 12 Ἀγαθαργίδης] Ael. nat. anim. XVI 27 (p.404,4—21 Herch.) 25 Καλλίας] Ael. nat. anim. XVI 28 (p.404,22—405,14 Herch.)) [*](8 τὸ D: om. Ael. 9 ἐπιχρίουσι Ael. 10 φαρμάττοντες Hercher post αἶματι lacunam significat Hercher 12 ὅτι om. Ael. 14 διαφέρειν οὐδὲ ἔν ed. Ael. ἔχειν Ael. 15 ἑτεροφύλους D 16 δάκνοντα D: δακετὰ Ael. ἐγχρίπτοντα D codd, Ael.: ἐγχρίμπτοντα Hercher πάμπολα D 17 ὡς delevit Hercher 18 κέντρον D Ael.: τὸ κέντρον Hercher 19 τι (ante ἂμα): τὲ D ἅμα D Ael.: om. Hercher 20 ὀσμῆς D: τῆς ὀσμῆς Ael. τῆς ἐκείνων Ael.: τῶν ἐκείνων D: τῆς ἐξ ἐκείνων proposuit Hercher ψαύσῃ ἢ D Ael.: expunxit Jacobs 21 ὑπνοποιοῦ D Ael.: expunxit Hercher 22 ἄνθρωπος D Ael.: ὀ ἄνθρωπος Hercher ἐλέγχουσι Ael.: ἐλέγχωσι D 24 πυρὶ Ael.: Περὶ D χρνσουργοὶ Ael.: γρυσουργεῖ D: delevit Hercher 25 ὅτι deest Ael. Συρακούσιον Ael.: συρρακούσιον D: Συρακόσιον Hercher 26 λόγων Ael.: λόγῳ D 28 γὰρ D: γοῦν Ael. τε D: τε καὶ Ael.)

53
θεάσηται πράως ἔτι ἀλγοῦντα, τὴν πληγὴν ἢ τὸ δῆγμα παραπτύσας, εἶτα μέντοι τὴν ὀδύνην ἐπράϋνε καὶ κατεγοήτευσε τῷ σιάλῳ τὸ δεινόν. ἐὰν δὲ εὕρῃ δυσανασχετοῦντα καὶ ἀτλήτως φέροντα, ὕδωρ ἀθρόον σπάσας εἴσω τῶν ὀδόντων καὶ χρησάμενος αὐτῷ τοῦ στόματος κλύσματι, εἶτα τοῦτο εἰς κύλικα ἐμβαλὼν δίδωσι ῥοφῆσαι τῷ τρωθέντι. ἐὰν δὲ περαιτέρω καὶ [*](f. 343r) τοῦδε τοῦ φαρμάκου κατισχύσῃ τὸ κακόν, ὁ δὲ τῷ νοσοῦντι παρακλίνεται γυμνῷ γυμνὸς καὶ τοῦ χρωτός οἱ τοῦ ἰδίου προστρίψας τὴν ἰσχὸν τὴν συμφυῆ, εἶτα μέντοι τοῦ κακοῦ πεποίηκε τὸν ἄνθρωπον ἐξάντη. ἀποχρῶν δὲ ἄρα ὑπὲρ τούτου εἴη ἂν μάρτυς καὶ Νίκανδρος ὁ Κολοφώνιος λέγων·
  • ἔκλυον ὡς Λίβυες Ψύλλων γένος οὔτε τι θηρῶν
  • αὐτοὶ κάμνουσι μυδαλέῃσι τυπαῖς,
  • οὓς Σύρτις βοσκεῖ θινοτρόφος, εὖ δὲ καὶ ἄλλοις
  • ἀνδράσιν ἤμυναν τύμμασιν ἀχθομένοις,
  • οὐ ῥίζαις ἔρδοντες, ἑῶν δ’ ἀπὸ σύγχροα γυίων
  • καὶ τὰ ἐπὶ τούτοις.

    (66) Ἀλλὰ τό γε τῶν Πυχμαίων ἔθνος ἀκούω καὶ ἐκεῖνο καθ’ ἑαυτὸ βασιλεύεσθαι· καὶ οὖν καὶ γενέσθαι παρ’ αὐτοῖς, ἐκλείποντος τοῦ γένους τοῦ τῶν ἀρρένων βασιλέως, βασιλίδα τινὰ κρατῆσαι τῶν Πυγμαίων, Γεράναν ὄνομα, ἥν περ οὖν ἐκθεοῦντες οἱ Πυγμαῖοι σεμνοτέραις ἢ κατὰ ἄνθρωπον ἐτίμων τιμαῖς. ἐκ τούτων, φασίν, ἐκείνη τὴν διάνοιαν ἐξηνεμώθη, καὶ τὰς θεὰς παρ’ οὐδὲν ἐτίθετο, μάλιστα δὲ τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν καὶ τὴν Ἄρτεμιν καὶ τὴν Ἀφροδίτην οὐδὲ ἴκταρ ἔλεγε βάλλειν πρὸς τὸ αὐτῆς κάλλος. οὔκουν ἔμελλεν ἁμαρτήσεσθαι κακοῦ νοσοῦσα τοιαῦτα· κατὰ γὰρ τὸν τῆς Ἥρας χόλον εἰς ὄρνιν αἰσχίστην τὸ εἰδὸς τὸ ἐξ ἀρχῆς ἤμειψε, καὶ ἔστιν ἡ νῦν γέρανος καὶ πολεμεῖ τοῖς Πυγμαίοις, ὅτι αὐτὴν ἐξέμηναν τῇ πόρα τιμῇ καὶ ἀπώλεσαν.

    (67) Εἰσὶ δὲ ἐν τοῖς Ἰνδικοῖς οἳ Πυγμαῖοι καλοῦνται. χώρα δ’ αὐτῶν πολλὴ μέσῃ ἐν τῇ Ἰνδικῇ καὶ ἄνθρωποί εἰσι μέλανες, ὥσπερ οἱ ἄλλοι Ἰνδοὶ καὶ ὁμόγλωσσοι ἐκείνος, μικροὶ δὲ κάρτα, καὶ οἱ μακρότατοι αὐτῶν [*](16 ἀλλὰ] Ael. nat. anim. XV 29 (p. 386,29—387,11 Herch.) 27 εἰσὶ] cf. Ctes. apud Phot. p. 43a38—46b13) [*](1 τὴν πληγὴν ἢ τὸ δῆγμα παραπτύσας D: τὴν πληγὴν ἢ τὸ δῆγμα μόνον προσπτύσας Ael.: τῇ πληγῇ μόνον ποσπτύσας Hercher 2 τῷ σιάλφ (correctum e συάλῳ) τὸ δεινὸν D: τὸ δεινὸν τῷ σιάλῳ Ael. 3 ἀτλήτως Ael.: ἀπλήτως D. 6 κατισχύσῃ Ael.: κατισχὑαι D 7 οἱ Ael.: οἶ D προστρίψας D: προσανατρίψας Ael. 8 ἐξάντη D Hercher: ἐξάντην libri Ael. ἀποχρῶν Ael.: ἀπόχρη D 10 Λιβύης O. Schneider θηρῶν Ael.: θηρίων D 11 κάμνουσιν Ael. μυδαλέῃσι Schneider: μυδαλέεσι D: μυδαλέαισι libri Ael. 12 θινοτρόφς V et Vindob. Ael.: θηνοτρόφος D: θηροτρόφος ceteri libri Ael. 14 ῥέζαις Ael.: ῥίψαις D ἔρδοντες D: ἔρδοντες Ael.: ζᾶς ἄρδοντες Hercher ἐῶν δ’ ἀπὸ σύγχροα γυίων Ael.: ἐῶν δ’ ἀπὸ συγχρῶ ἀγυῶν D 17 ἐκλείποντος τοῦ γένους τοῦ τῶν ἀρρένων βασιλέως D: ἐκλείποντος ἂρρενος βασιλέως Ael. 18 καὶ κρατῆσαι Ael.: κρατῆσαι D 19 κατ’ Ael. 20 ἐκ τούτων οὖν ἐκείνη φασὶ Ael. 23 νοσοῦσα Ael.: νοσοῦσαν D 27 ἰσὶ omissione rubricatoris D)

    54
    εἰσι πήχεων δύο, οἱ δὲ πλεῖστοι πήχεος καὶ ἡμίσεος, ἄνδρες καὶ γυναῖκες. ἕως μὲν οὖν ἂν ὧσι παῖδες μικροί, ξύλινα ἱμάτια φοροῦσι, καὶ περιέρχονται οὕτως ἠμφιεσμένοι· ἐπειδὰν δὲ νεανίσκοι γένωνται, κομῶσι, καὶ οἱ ἄλλοι πάντες Πυγμαῖοι κόμην ἔχουσι μακροτάτην μέχρι ἐπὶ τὰ γόνατα καὶ ἔτι κατωτέρω καὶ πώγωνα μέγιστον πάντων ἀνθρώπων, ὥστε ἕλκεσθαί φασιν αὐτοὺς πρὸς τοῖς ποσίν, ἅτε μικρῶν ὄντων, τοὺς πώγωνας· ἐξόπισθεν δὲ τὴν κόμην εἶναι πολὺ κάτωθεν τῶν γονάτων. ἐπειδὰν γοῦν τὸν [*](f. 343v) πώγωνα μέγαν φύσωσιν, οὐκέτι ἀμφιέννυνται οὐδὲν ἱμάτιον, ἀλλὰ τὰς τρίχας τὰς μὲν τῆς κεφαλῆς ὄπισθεν καθίενται, τὰς δὲ ἐκ τοῦ πώγωνος ἔμπροσθεν· ἔπειτα περιπυκασάμενοι τὰς τρίχας περὶ πᾶν τὸ σῶμα ζώννυνται, καὶ οὕτως ἀνθ’ ἱματίου ταῖς θριξὶν ἀμπέχονται. καὶ τὸ αἰδοῖον σφόδρα μέγα ἔχουσιν, ὥστε ψαύειν τῶν σφυρῶν αὐτοῖς, καὶ παχύ. αὐτοὶ δέ εἰσι σιμοί τε καὶ αἰσχροὶ καὶ οὐδὲν ἐοικότες τοῖς ἄλλοις Ἱνδοῖς. εἰσὶ δὲ καὶ αἱ γυναῖκες αὐτῶν μικραὶ καὶ αἰσχραί, ὥσπερ οἱ ἄνδρες· καὶ οἱ ἵπποι αὐτῶν εἰσιν ὥσπερ κριοὶ καὶ ὀλίγῳ μείζονες· τὰ δὲ πρόβατα αὐτῶν ἐστι μικρὰ ὥσπερ οἱ ἄρνες, καὶ οἱ ὄνοι καὶ οἱ ἡμίονοι καὶ τὰ ἄλλα κτήνη πάντα οὐδὲν μείζω κριῶν.

    (68) Ὁ ἐλέφας ἐστὶ μὲν ἀμφόδους καὶ πολυσχιδής, ἔχει δὲ χαυλιόδοντας ἄνω δύο, πορεύεται δὲ κατὰ διάμετρον χιάζων, ἀλλ’ οὐ κατὰ σκέλος.

    (69) ἔχει δὲ δακτύλους πέντε μικροὺς καὶ οὐκ ἐπὶ πολὺ μῆκος ἐσχισμένους, ἔχει δὲ καὶ τὰ ἐμπρόσθια σκέλη πολλῷ μείζονα τῶν ὀπισθίων.

    (70) ἔχει δὲ καὶ δύο μαστοὺς κατὰ τὰς μασχάλας καὶ μυκτῆρα ᾦ χρῆται ὡς χειρί.

    (71) γλῶττα μικρὰ καὶ δυσθεώρητος.

    (72) ἔχει δὲ καὶ αἰδοῖον ὁ ἄρρην ὅμοιον ἵππῳ. μικρὸν δὲ ἅς καθ’ ἑαυτόν· τοὺς δὲ ὄρχεις ἔχει οὐκ ἔξω, ἀλλ’ ἐντὸς παρὰ τοῖς νεφροῖς.

    (73) ἡ δὲ θήλεια τὴν φύσιν ἔχει ὁμοίαν ὄνῳ, ἀναπτυχθεῖσα δὲ τά μὲν ἄλλα σπλάγχνα [*](18 ὁ ἐλέφας] cf. Ael. nat. anim. IV 31 (p.93,17—94,5 Herch.) πολυσγιδής] Arist. gener. anim. Δ 4 p, 771b8 ὁ γὰρ ἐλέφας μέγιστον τῶν ζῴων, ἔστι δὲ πολυσχιδές 20 δακτύλους] Ael. nat. anim. IV 31 (p.93,18 Herch.) ἔχει δὲ καὶ καθ’ ἕκαστον πόδα δακτύλους πέντε, ὑποφαίνοντας μὲν τὰς ἐκφύσεις, οὐ μὴν διεστῶτας. cf. ARist. his.t. anim. B 1 p.497b22 οὗτος δὲ τά τε περὶ τοὺς δακτύλους ἀδιαρθρωτότερα ἔχει τῶν ποδῶν καὶ τὰ πρόσθια σκέλη πολλῷ μείζω. ἔστι δὲ πενταδάκτυλον καὶ πρὸς τοῖς ὀπισθίοις σκέλεσι σφυρὰ ἔχει βραχέα 22 μαστοὺς] Arist. 1. c. p. 500a18 καὶ γὰρ ὁ ἐλέφας ἔχει τοὺς μαστοὺς δύο περὶ τὰς μασχάλας 23 μυκτῆρα] Arist. I. c. p. 497b26 ἔχει δὲ μυκτῆρα τοιοῦτον καὶ τηλικοῦτον ὥστε ἀντὶ χειρῶν ἔχειν αὐτόν γλῶττα] Arist..l.c. B 6 p.502a3 γλῶτταν δὲ ἔχει μικράν τε σφόδρα καὶ ἐντός, ὥστε ἔργον εἶναι ἰδεῖν 24 αἰδοῖον] Arist. l.e. B 1 p. 500b6 ἤχει δὲ καὶ ὁ ἐλέφας τὸ αἰδοῖον ὅμοιον μὲν ἵππῳ, μικρὸν δὲ καὶ οὐ κατὰ λόγον τοῦ σώματος, τοὺς δ’ ὄρχεις οὐκ ἔξω φανερούς, ἀλλ’ ἐντὸς περὶ τοὺς νεφρούς 26 σπλάγχνα] Arist. I. c. B 17 p. 507b 37 καὶ τὰ σπλάγχνα ἔχει παραπλήσια τοῖς ὑείοις, πλὴν τὸ μὲν ἧπαρ τετραπλάσιον τοῦ βοείου καὶ τἀλλα, τὸν δὲ σπλῆνα ἐλάττω ἢ κατὰ λόγον) [*](1 ἑνὸς Phot.: om. D ἡμίσεως Phot. Bekkeri 4 πηγμαῖοι D μέχρις Phot. 6 fortasse αὐτῶν 8 μέγαν φύσωσιν Phot.: μέγα φύωσιν D 11 καὶ οὕτως ἀνθ’ ἱματίου ταῖς θριξὶν ἀμπέχονται D: χρώμενοι αὐταῖς ἀνθ’ ἱματίου Phot. 12 αὐτοῖς D: αὐτῶν Phot. 17 μείζω Phot.: μεῖον D 19 χιάζων scripsi: σχιάζωνν D 22 μασθοὺς D)

    55
    ἔχει ὅμοια ὑείοις, μεγέθει διαφέροντα, χολὴν δὲ οὐκ ἔχει πρὸς τῷ ἥπατι, ἀλλὰ πρὸς τῷ ἐντέρῳ.

    (74) ἄρχεται δὲ τῆς ὀχείας ὁ μὲν ἄρρην ἐτῶν γενόμενος πέντε, ἡ δὲ θήλεια δέκα. ἐν ἑτέροις δὲ ἀντιγράφοις εὑρίσκομεν, ὡς ἂρχεται μὲν ἡ θήλεια ὀχεύεσθαι καὶ ὁ ἄρρην ἐπιβαίνειν ἐτῶν γενόμενος εἴκοσιν. ὀχεύει δὲ συγκαθισάσης τῆς θηλείας· ὁ ἄρρην γὰρ ἐπιβαίνει.

    (75) κοεῖ δὲ ἔτη δύο· οἱ δὲ μῆνας δεκαοκτώ.

    (76) τίκτει δὲ ἡλίκον μόσχῳ ἐνιαυσιαίῳ ἔν, καὶ εὐθέως ἐκτεχθὲν θηλάζει τῷ στόματι, ἀλλ’ οὐ τῇ προβοσκίδι, εὐθέως δὲ βαδίζει τὸ γεννώμενον καὶ βλέπει.

    (77) ἔστι δὲ ὁ μὲν ἄρρην ἀνδρειότερος τῆς θηλείας. μάχονται δὲ πρὸς ἀλλήλους τύπτοντες τοῖς ὀδοῦσι, καὶ ὁ ἡττηθεὶς ἐπὶ τοσοῦτον δουλοῦται, ὥστε ἀκούσαντά ποτε τῆς φωνῆς τοῦ νικήσαντος φεύγειν. καταβάλλει δὲ τοῦτο τὸ [*](f. 344r) ζῷον καὶ τοὺς τοίχους, τοὺς ὀδόντας ὑποβάλλον· καὶ φοίνικας δὲ τύπτων τῷ μετώπῳ κλίνει· μάλιστα δὲ ταῦτα πράττει ὅταν καπρᾷ. ἔστι δὲ τῶν εὐκόπως τιθασευομένων ὑπὸ ἀνθρώπων καὶ πειθαρχούντων εἰς διδασκαλίαν.

    (78) ἔστι δὲ τὸ ζῷον τοῦτο καρποφάγον καὶ ποηφάγον.

    (79) πίνει δὲ ὕδωρ θολερόν, καὶ οὐ πίνει ἐὰν μὴ πρότερον ἀναταράξῃ· [*](2 ἂρχεται δὲ τῆς ὀχείας] Arist. hist. anim. E 14 p. 546b6 ὁ δ’ ἐλέφας ἂρχεται μὲν βαίνεσθαι 5 μὲν νεώτατος δέκ’ ἐτῶν, ὁ δὲ πρεσβύτατος πεντεκαίδεκα· ὁ δ’ ἄρρην βαίνει πεντέτης ῶν ἢ ἑξέτης 3 ἐν ἑτέροις] Arist. l. c. Z 27 p. 578a17 ὁ δ’ ἐλέφας ὀχεύει καὶ δχεὐεται πρῶτον εἴκοσιν ἐτῶν 5 ὀχεύει] Arist. l. c. E 2 p. 504a21 ὀχεύεται δ’ ἡ μὲν θήλεια συγκαθιεῖσα καὶ διαβαίνουσα, ὁ δ’ ἄρρην ἐπαναβαίνων ὀχεύει 6 κύει] Arist.l.c.E 14 p. 546b11 κύει δ ἔτη δύο, τίκτει δ’ ἔν· ἔστι γὰρ μονοτόκον· τὸ δ’ ἔμβρυον γίνεται ὅσον μόσχρς δίμηνος ἢ τρίφφηνος οἱ δὲ] Arist.l.c. Z 27 p. 578a18 ἠ θήλεια φέρει ἐν γαστρί, ὡς μέν τινές φασιν, ἐνιαυτὸν καὶ ἕξ μῆνας, ὡς δ’ ἔτεροι, τρί ἔτη. cf. Ael. nat. anim. IV 31 (p.93, 24 Herch.) κύειν δὲ πυνθάνομαι δύο ἐτῶν τὸν ἐλέφαντα, οἱ δὲ οὐ τοσοῦτον χρόνον, ἀλλὰ ὀκτωκαίδεκα μηνῶν ὁμολογοῦσιν· ἀποτίκτει δὲ ἰσήλικα τὸ μέγεθος μόσχῳ ἐναυσιαίῳ, σπᾷ δὲ τῆς θηλῆς τῷ στόμαπι ἡλίκον] Arist. gener. anim. Δ 5 p. 773b5 δοὶ καὶ τὸ τῶν ἐλεφάντων ἔμβρυον ἡλίκον μόσχος ἐστὶν 7 καὶ εὐθέως ἐκτεχθὲν] Arist. hist. anim. Z 27 p. 578a22 ὁ δὲ σκύμνος ὅταν γένηται, θηλάζει τῷ στόματι καὶ οὐ τῷ μυκτῆρι, καὶ βαδίζει καὶ βλέπει εὐθὺς γεννηθείς 8 ἔστι] Arist. I. c. II p. 610a20 εἰσὶ μέντοι καὶ ἐλάττονες αἱ θήλειαι καὶ ἀψυχότεραι πολύ 9 μάχονται] Arist. I. c. p.610a15 μάχονται δὲ καὶ ἐλέφαντες σφοδρῶς πρὸς ἀλλήλους καὶ τύπτουσι τοῖς ὁδοῦσι σφᾶς αὐτούς· ὁ δὲ ἡττηθεὶς δουλοῦται ἰσχυρῶς καὶ οὐχ ὑπομένει τὴν ταῦ νικήσαντος φωνήν 11 καταβάλλει] Arist.. I. c. p.610a21 τοὺς δὲ τοίχους καταβάλλει ὁ ἐλέφας τοὺς ὀδόντας τοὺς μεγάλους προσβάλλων· τοὺς δὲ φοίνικας τῷ μετώπῳ, ἕως ἂν κατακλίνῃ, ἔπειτα τοῖς ποσὶν ἐπιβαίνων κατατείνει ἐπὶ τῆς γῆς 13 μάλιστα] Ael. nat. anim. IV: 31 (p.93,29 Herch.) ἐνθουσιῶν δὲ ἐς μίξιν οἴστρῳ τε φλεγγόμενος ἔστι] Arist. hist. anim. II p.610a28 ταχέως δὲ μετὰ ταῦτα τιθασεύεταί τε καὶ πειθαρχεῖ 15 ἔστι] Arist. I. c. θ 6 p.595a13 τὰ δὲ κερατώδη τῶν ζῴων κτλ. . . . πάντα καρποφάγα καὶ ποηφάγα 16 πίνει] Ael. nat. anim. IV 31 (p. 93, 32 Herchp) πίνει δὲ ὕδωρ οὐ διειδὲς οὐδὲ καθαρόν, ἀλλ’ ὅταν ὑποθλώσῆ τε καὶ ὑποταράξῃ) [*](1 ὑείοις scripsi ex Arisit: ὁεῖ D 4 ἐπιβαίνειν scripsi: ἐπιβαίνει D 5 συγκαθισάσης scripsi: συγκαθησάσης D 6. 7 aut ἡλίκον μόσχος ἐναυσιαῖος (cf. Arist. supra cit) aut ἰσήλικον μόσχφ ἐν. (cf. Aelianus I.c.p.93,28 ἰσήλικα τὸ μέγεθος μόσχῳ ἐν. infra p. 62, 18) scribendum est 7 ἐκτεχθὲν scripsi: ἐκτεθὲν D 12 ὑποβάλλον scripsi: ὑποΒάλλειν D 15 ποηφάγον ex Arist. scripsi: πωυφάγον D)

    56
    δύναται δὲ μὴ πίνειν ἡμέρας τέσσαρας.

    (80) κοιμᾶται δὲ ὀρθός, παρακλίνας ἑαυτόν, οὐχ ὅτι κάμψαι οὐ δύναται, καθάπερ τινὲς ὑπέλαβον, ἀλλὰ διὰ τὸ βάρος τῷ συγκαθίσαντι † μὴ εὐκόλως ἐξανίστασθαι.