Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(41) πτύελον δὲ ἀνθρώπου ἀναιρεῖ καὶ θαλασσίους σκολοπένδρας.

(42) ἐν δὲ Λιβύῃ γένος ἀνθρώπων ἐστὶν [*](1 τροφὴ] cf. Diod. III 8, 6 τροφῇ δὲ χρῶνταί τινες μὲν λαμβάνοντες τὸν γεννώμενον ἐν τοῖς ὕδασι καρπὸν ὃς αὐτοφυὴς ἀνατέλλει περί τε τὰς λίμνας καὶ τοὺς ἑλώδεις τόπους 3 ἔστι δὲ] Arist. hist. anim. l 1 p. 608b8 διόπερ γυνὴ ἀνδρὸς ἐλεημονέστερον καὶ ἀρίδακρυ μᾶλλον, ἔτι δὲ φθονερώτερον καὶ μεμψιμοιρότερον καὶ φιλολοίδορον μᾶλλον καὶ πληκτικώτερον. ἔστι δὲ καὶ δύσθυμον μᾶλλον τὸ θῆλυ τοῦ ἄρρενος καὶ δύσελπι καὶ ἀναιδέστερον καὶ, ψευδέστερον, εὐαπατητότερον δὲ καὶ μνημονικώτερον, ἔτι δὲ ἀγρυπνότερον καὶ ὀκνηρότερον καὶ ὅλως ἀκινη- τότερον τὸ θῆλυ τοῦ ἄρρενος καὶ τροφῆς ἐλάττονός ἐστιν. βοηθικώτερον δέ, ὥσπερ ἐλέχθη, καὶ ἀνδρειότερον τὸ ἄρρεν τοῦ θήλεός ἐστιν 9 μέτωπον] Arist. l. c. Α 8 p. 491 b 11 προσώπου δὲ τὸ μὲν ὑπὸ τὸ βρέγμα μεταξὺ τῶν ὀμμάτων μέτωπον. τοῦτο δὲ οἶς μὲν μέγα, βραδύτεροι, οἷς δὲ μικρόν, εὐκίνητοι· καὶ οἷς μὲν πλατύ, ἐκστατικοί, οἷς δὲ περιφερές, θυμικοί 11 ὀφρύες] Arist. l. c. A 9 p. 491b14 ὑπὸ δὲ τῷ μετώπῳ ὀφρύες διφυεῖς· ὧν αἱ μὲν εὐθεῖαι μαλακοῦ ἤθους σημεῖον, αἱ δὲ πρὸς τὴν ῥῖνα τὴν καμπυλότητ᾿ ἔχουσαι στρυφνοῦ, αἱ δὲ πρὸς τοὺς κροτάφους μωκοῦ καὶ εἴρωνος, αἱ δὲ κατεσπασμέναι φθόνου 13 κανθοὶ] Arist. l. c. p. 491b23 κανθοὶ δύο . . . οἵ ἄν μὲν ὦσι μακροί, κακοηθείας σημεῖον, ἐὰν δ᾿ οἶον οἱ κτένες κρεῶδες ἔχωσι τὸ πρὸς τῷ μυκτῆρι, πονηρίας 15 ὀφθαλμὸς] Arist. l. c. A 10 p. 492a7 τῶν δ᾿ ὀφθαλμῶν οἱ μὲν μεγάλοι, οἱ δὲ μικροί, οἱ δὲ μέσοι· οἱ μέσοι βέλτιστοι. καὶ ἢ ἐκτὸς σφόδρα ἢ ἐντὸς ἢ μέσως· τούτων οἱ ἐντὸς μάλιστα ὀξυωπέστατοι ἐπὶ παντὸς ζῴου, τὸ δὲ μέσον ἤθους βελτίστου σημεῖον. καὶ ἢ σκαρδαμυκτικοὶ ἢ ἀτενεῖς ἢ μέσοι· βελτίστου δὲ ἤθους οἱ μέσοι, ἐκείνων δ᾿ ὁ μὲν ἀναιδής, ὁ δ᾿ ἀβέβαιος 18 ἀνθρώπου] cf. Ael. nat. anim. IX 15 (p. 223, 12 H.) 19 πτύελον] cf. Ael. nat. anim. IV 22 p. 89, 8 H. VII 26 p. 187, 21 H. 20 ἐν δὲ Λιβύη] cf. Agatharchides apud Ael. l. c. XVI 27 p. 404, 4—21 H.) [*](4 ἀριδάκρυον scripsi: ἀειδάκρυον D 6 εὐαπατητότερον scripsi: εὐαπατικώτερον D 7 ἐλάττονος scripsi: ἔλαττον D 9 ἤθη scripsi: ἔθη D 13 κανθοὶ scripsi: Ξανθοί· errore rubricatoris D μικροὶ καλοῦ sic D, at cf. Arist. supra cit. 20 θαλασσίους sic D cf. Eurip. l. 236)

44
οὐδὲν ἡμῶν διαφέρον, τὸ δὲ σῶμα ξένον τι ἔχει· τὰ γὰρ δάκνοντα τῶν θηρίων οὐδὲν αὐτοὺς ἀδικεῖ. ὄφεως γοῦν καὶ φαλαγγίου καὶ σκορπίου δακόντος αὐτούς, ἐκεῖνο μᾶλλον εἰς ἀναισθησίαν ὑπνοποιὸν κατολισθαίνει. ἐλέγχουσι δὲ καὶ τὰ νόθα τέκνα ἀπὸ τῶν γνησίων· προσφέρουσι γὰρ αὐτὰ τοῖς θηρίοις καὶ δάκνονται· καὶ τὰ μὲν γνήσια οὐ πάσχει, τὰ δὲ νόθα, ξένης ὄντα γενέσεως ἀποθνήσκει φαρμασσόμενα.

(43) Ὅτι, φησί, πλησίον τῶν ἀδίψων ἰχθυοφάγων οἱ κατοικοῦντες ὥσπερ ἀπαραβάτων σπονδῶν μεταξὺ τεθέντων αὐτῶν τε καὶ τῶν φωκῶν, οὔτε αὐτοὶ τὰς φώκας σίνονται οὐδὲ ὑπ᾿ ἐκείνων οὗτοι βλάπτονται, ἀλλὰ καὶ ἀλλήλων θήρας ἀνεπιβουλεύτους τῷ θηράσαντι ἑκάτερον γένος συντηρεῖ, καὶ συναναστρέφονται οὕτως ἀλλήλοις ὡς μόλις ἂν εὑρεθεῖεν πρὸς ἀνθρώπους συμβιοῦντες ἄνθρωποι.

(44) Ὅτι τῶν ἰχθυοφάγων οἱ μὲν σκηνώμασι τοῖς σπηλαίοις οὐ τετραμμένοις πρὸς μεσημβρίαν διὰ τὸ πνιγῶδες, ἀλλὰ τοῖς ἀπεστραμμένοις αὐτὴν χρῶνται· οἱ δὲ ὑπὸ ταῖς τῶν ἰχθύων πλευραῖς, φυκία ἐπιβάλλοντες αὐτοῖς· οἱ δὲ τὰς τῶν ἐλαιῶν κορυφὰς ἀλλήλαις συνάπτοντες, εἶτα χρῶνται σκηνώμασι. τὴν δὲ τοιαύτην ἐλαίαν καρπὸν φέρειν φησὶ κασταναϊκῷ καρύῳ προσεμφερῆ. τὸ δὲ τέταρτον | τῶν ἰχθυοφάγων γένος τὴν οἴκησιν ἔχει [*](f. 338v) τοιαύτην. ἄμμου φόρτος ἄπλετος ἐκ τοῦ παντὸς αἰῶνος, ὄρει παραπλήσιος, σεσώρευται, καὶ πᾶς οὗτος ὑπὸ τοῦ προσβάλλοντος ἀεὶ κύματος σκληρῶς πεπιλημένος, ὥστε ὁμογενοῦς ὄγκου καὶ μίαν φύσιν ἔχοντος διὰ τὴν μίξιν καὶ συμπλοκὴν τῆς ἄμμου μηδὲν παραλλάσσειν· εἶτα ὑπονόμους αὐτοῖς ἀνδρομήκεις ὀρύττουσι, τὸν μὲν κατὰ κορυφὴν ὄγκον ἐῶντες ὠχυρῶσθαι καὶ στέγην διὰ τῆς εἰρημένης συνδέσεως ἔχοντες, ἐκ δὲ τοῦ κάτωθεν ἐδάφους παραμήκεις αὐλῶνας κατασκευάζοντες, πρὸς ἀλλήλους πάντοθεν συντετρημένους, ἐν οἷς τέως μέν τινες τὰ πρὸς τὸν ἄνεμον φωτίσαντες ἄγουσιν ἡσυχίαν, ἐπὰν δὲ πλημμυρὶς ἐπέλθῃ, τὰ πρὸς τὴν ἄγραν ὡς προείρηται, παρασκευάζονται. τοὺς μέντοι τελευτῶντας αὑτῶν οὐδεμιᾶς ἀξιοῦσι προνοίας, ἀπαθῆ πρὸς τὸν ἐκ δόξης ἔλεον κεκτημένοι τὴν γνώμην· διὸ καὶ κεῖσθαι ἐρριμμένους ἐῶσιν, ἕως ἂν ἄμπωτις ἐπιγενομένη τροφὴν εἰς τὴν θάλασσαν κομίσῃ τούτοις τοῖς ἰχθύσι.

[*](7 ὅτι, φησί] Agatharchides apud Photium Bibl. p. 450b12—19. cf. Diod. Bibl. III 18, 7 (ed. Dind. 1866) 13 ὅτι] Agath. apud Phot. Bibl. p. 450b20—451, 3. cf. Diod. III 19)[*](1 δὲ addidi 8 ἀπαραβάτων D: ἀβάτων codd. Ϛ Phot. τεθέντων Phot.: τιθέντων D 9 σίνονται Phot.: σίνουσιν D οὐδὲ D: οὐδ᾿ Phot. 13 ἰχθυοφάγων D: ἰχθυοφάγων, φησίν, Phot. desideres οὐ ⟨τοῖς⟩ sed om. etiam Phot. 20 σκληρῶς Phot.: σκληρῷ D 21 ὥστε Phot.: ὥσπερ D ὄγκου Phot.: ὄγκον D 22 ὑπονόμους Phot.: ὑπὸ νόμους D 23 ὠχυρῶσθαι Phot.: ὀχυρῶσθαι D 24 στέγην Diodorus: στέγης D: στέγειν Phot. 24 ἔχοντες scripsi: ἔχουσιν D: om. Phot. 25 κατα- σκευάζοντες scripsi: κατασκευάζουσι D: κατασκευαζόμενοι Phot. 26 τινες D. B cod. Phot.: τινος ed. Phot. 27 ὡς καὶ Phot. μέντοι γε Phot. αὑτῶν scripsi: αὐτῶν D Phot. 30 ἐριμμένους D ἄμπατς D 31 ἰχθύσιν Phot.)
45

(45) Περὶ ἐνίων ἄπορον παρεχόντων τὸν ὅθεν ἐπῳκήκασι τρόπον.

Ὅτι, φησίν, ἐνίους τῶν ἀπὸ τῆς θαλάττης σιτουμένων μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχειν παραδοξότερον καὶ εἰς λογικὴν καταχωρῆσαι πίστιν οὐ ῥᾴδιον. οὔτε γὰρ πόθεν εἰς τὸν χῶρον, ἐν ᾧ οἰκοῦσιν, ἀφίκοντο ἔστιν ἐπιγνῶναι οὔτε ὅπως, λισσῆς μὲν πέτρας ἄνωθεν ἐπεζευγμένης, ἐκ πλαγίου δὲ κρημνῶν ἀφαιρουμένων τὰς παρόδους, τὴν δὲ ἀπέναντι πᾶσαν ὁρίζοντος, ὃ καὶ πεζῇ μὲν ἐλθεῖν παντελῶς, ὡς εἶπον, ἀδύνατον, σχεδίαις δὲ ὁμοίως ἀπορίᾳ τῶν παῤ ἡμῖν ἐξ ἴσου ἄπορον. τούτων δὲ ὑφεστώτων, φησί, λοιπὸν εἰπεῖν ὡς αὐθιγενεῖς εἰσι μνήμην τοῦ πρώτου σπέρματος οὐ λαβόντες, ἀεὶ δὲ ὑπάρχοντες ὃν τρόπον ἔνιοι τῶν καλουμένων ὡρίσαντο φυσικῶν.

(46) Ὅτι τῶν στενῶν ἐπέκεινα, φησί, τῶν συγκλειόντων τὴν Ἀραβίαν καὶ τὴν ἀπέναντι χώραν νῆσοι κεῖνται σποράδες, ταπειναὶ πᾶσαι, μικραὶ τῷ μεγέθει, τὸ πλῆθος ἀμύθητοι, καρπὸν οὐδένα γεννῶσαι πρὸς τὸν βίον, οὔτε ἥμερον οὔτε ἄγριον, ἀπέχουσαι μὲν τῆς εἰρημένης ἠπείρου σταδίους ὡς ἑβδομήκοντα, τετραμμέναι δὲ πρὸς τὸ δοκοῦν πέλαγος παρεκτείνειν τὴν Ἰνδικὴν καὶ | Γεδρωσίαν. ἐνταῦθα κῦμα μὲν οὐ γίνεται, ἀλλ᾿ ἄλλη μὲν. [*](f. 339r) ἄλλης προκαθημένη τὸν κλύδωνα τοῖς ἀκρωτηρίοις λαμβάνει· ἀέρων δὲ τὸν ἄριστον δοκοῦσιν ἔχειν. ταύτας ἄνθρωποι κατανέμονται ζῶντες βίον τοιοῦτον. ἐν τῷ παρήκοντι πελάγει, τραχεῖ τε καὶ χειμερίῳ ὑπάρχοντι τελείως, γίνεται τῷ πλάτει καὶ τῷ μεγέθει πλῆθος ἄπιστον χελωνῶν ἃς θαλαττίας πάντες νομίζομεν. αὖται νυκτὸς μὲν ἐν τῷ βυθῷ νέμονται, καὶ ἡμέρας διὰ τὴν ἐν ταῖς νήσοις ἡσυχίαν καὶ γαλήνην ἀφικόμεναι κοιμῶνται, καὶ τοῦτο ποιοῦσι πρὸς τὸν ἥλιον μετέωροι, ταῖς κατεσκευασμέναις πορθμίσιν ὁμοιοπαθεῖς. ταύτας κατ᾿ ἐκεῖνο καιροῦ 〈οἱ〉 ἐπιχώριοι τέχνῃ καὶ σπουδῇ καὶ μερίμναις εἰς τὴν χέρσον ἐκβαλόντες, τὰ μὲν ἐντὸς ἅπαντα σιτοῦνται βραχὺν παροπτήσαντες ἐν τῷ καύματι χρόνον, τοῖς δὲ κύτεσι χρῶνται τὰς [*](2 ὅτι] Agath. apud Phot. Bibl. p. 451a4—16. cf. Diod. III 20 11 ὅτι] Agath. apud Phot. Bibl. p. 451a17—421b1. cf. Diod. Sic. III 21) [*](1 ερὶ omisso Il a rubricatore D 2 ὅτι Phot.: τι omisso Ὅ a rubricatore D 5 ἐπεζευγμένης Phot.: ἐπιζευγμένης D 6 παρόδους, τὴν δὲ Phot.: παρὰ τήνδε D post πᾶσαν om. τοῦ πελάγους, quod habet Diod. D Phot. 7 ἐλθεῖν D Phot.: διελθεῖν Diod. δ᾿ Phot. 8 φησί Phot.: φασὶ D 11 ἀρραβίαν D 13 ἀμύθητοι Phot.: ἀμύθητον D 14 ἄγριον, ἀπέχουσαι Phot.: ἄγιον. ἀπέχουσι D 15 τετραμμέναι Phot.: τετραμμέναις D 16 Γεδρωσίαν Phot.: γεδρασίαν D ἄλλη μὲν D Phot.: μὲν expunxit Bekker 18 ταύτας D Bekker: ταύταις libri Phot. κατανέμονται ἀριθμῷ μὲν [οὐ] σύμμετροι, ζῶντες δὲ Phot. 19 τε om. Phot. 20 τελέως Phot. 21. 22 καὶ ἡμέρας διὰ τὴν ἐν ταῖς νήσοις ἡσυχίαν καὶ γαλήνην ἀφικόμεναι D: ἡμέρας δὲ εἰς τὴν ἐν ταῖς νήσοις ἡσυχίαν καὶ γαλήνην ἀφικόμεναι Phot.: τὰς δ᾿ ἡμέρας εἰς τὴν ἀνὰ μέσον τῶν νήσων θάλατταν φοιτῶσαι Diod. 23 κατεσκευασμέναις D Phot.: κατεστραμμέναις Diod. 24 ταύτας Phot.: τούτους D οἱ addidi ex Phot. 25 μερίμναις D: μερμίθαις recte Phot. μέρμιθα Diod. σιτοῦν- ται Phot.: σιτοῦντας D 26 κύτεσι Phot.: σκύτεσι D ante τὰς habet πρὸς Diod., sed om. D Phot.)

46
σκηνώσεις, καθιστῶντες οἱονεὶ καλύβας ἐφ᾿ ὑψηλοῖς τόποις πρηνεῖς· καὶ πρὸς τοὺς διάπλους δὲ ὑδρείας ἕνεκα κέχρηνται αὐτοῖς, ὥστε εἶναι τὸ αὐτὸ ναῦν, οἰκίαν καὶ ἀγγεῖον καὶ τροφὴν τοῖς εἰρημένοις ἀνθρώποις.

(47) Ὅτι οὐ πολὺ διεστῶτες τοῦ εἰρημένου γένους σύμμετροι τῷ ἀριθμῷ βίον ἔχουσι τοιοῦτον. ἐκ τῶν ἐκριπτουμένων εἰς τὴν χέρσον κητῶν ἀποζῶσι, σπανιζούσης δὲ αὐτοῖς τῆς τοιαύτης σιτήσεως (γίνεται δὲ πολλάκις) ἐκ τῶν ὀστῶν τούς τε χόνδρους καὶ τὰ ἄκρα τῶν πλευρῶν κατεργαζόμενοι τὴν ἔνδειαν, εἰ καὶ χαλεπῶς, ὅμως παραμυθοῦνται. τὰ μὲν οὖν τῶν ἰχθυοφάγων γένη, φησίν, ἃ κατειλήφαμεν, μυρίων ὄντων ἃ τὴν ἡμῶν διέφυγε γνῶσιν, τοσαῦτα.

(48) Ὅτι τῆς ζωῆς ἡμῶν ἡμῖν ἐφεστώσης ἔν τε τοῖς περιττοῖς καὶ τοῖς ἀναγκαίοις, τὰ εἰρημένα γένη τῶν ἰχθυοφάγων τὰ μὲν ἄχρησια περιγεγράφασι, τῶν δὲ καθηκόντων οὐδὲν ἐλλείπουσι, τῇ θείᾳ πρὸς τὸ ζῆν ὁδῷ βραβευόμενοι πάντες, οὐ τῇ παρασοφιζομένῃ ταῖς δόξαις τὴν φύσιν. οὐ γὰρ ἀρχῆς ἱμειόμενοι τυχεῖν ἀγωνίᾳ φιλονείκῳ καὶ δυστυχεῖ συνέχονται, οὐδὲ πλεονεξίας ἐρῶντες πολλὰ μὲν ἄλλους δρῶσι, πολλὰ δὲ πάσχουσι τῶν οὐκ ἀναγκαίων | οὐδὲ ἐχθροῖς ἀνθιστάμενοι μείζουσιν ἐπὶ βλάβῃ [*](f. 339v) σώματος χρῶνται πολεμίου, σφάλλονται δὲ ἐν εὐτυχίαις οἰκείων· οὐδὲ ναυτιλλόμενοι, κέρδους ἕνεκα τὸ ζῆν ὁπερτείναντες, προσπταίσμασι τοῦ βίου μετροῦσι τὴν λύπην, ἀλλὰ μικρῶν δεόμενοι μικρὰ καὶ πενθοῦσι, τὸ μὲν ἀρκοῦν κτώμενοι, τὸ δὲ πλέον, οὐ ζητοῦντες. ἐνοχλεῖ δὲ ἕκαστον οὐ τὸ ἀγνοούμενον, εἰ μὴ πάρεστιν, ἀλλὰ τὸ βουλητόν, ὅταν ὑστερίζῃ τοῦ καιροῦ τῆς δὲ ἐπιθυμίας σπευδούσης. οὐκοῦν ἐκεῖνος πάντ᾿ ἔχων ἅ θέλει εὐτυχήσει κατὰ τὸν τῆς φύσεως λογισμόν, οὐ κατὰ τὸν τῆς δόξης. νόμοις δὲ οὐ διοικοῦνται· τί γὰρ δεῖ προστάγματι δουλεύειν τὸν χωρὶς γράμματος εὐγνωμονεῖν δυνάμενον;

(49) Ὅτι μετὰ τοὺς ἰχθυοφάγους παρὰ τὸν Ἀσταβάραν ποταμόν, ὃς φέρεται μὲν ἀπὸ τῆς Αἰθιοπίας καὶ τῆς Λιβύης, ἔστι δὲ τοῦ Νείλου πολλῷ ταπεινότερος, συμβάλλων δὲ τὴν οἰκείαν ὁρμὴν τῷ μείζονι. ῥείθρῳ νῆσον ποιεῖ τῇ περιρρύσει τὴν Μερόην· παρὰ γοῦν τὸν εἰρημένον ποταμὸν ἐπ᾿ [*](4 ὅτι] Agath. apud Phot. Bibl. p. 451b2—10. cf. Diod III 21,6 11 ὅτι] Agath. apud Phot. Bibl. p. 451b11—30 27 ὅτι] Agath. apud hot. Bibl. p. 451b31—452a11 cf. Diod. III 23, 1) [*](1 post πρηνεῖς iteravit καθιστῶντες Phot. 2 δὲ ὑδρίας D: καὶ ὑδρείας Phot. at cf. Diod 3 οἰκίαν ἀγγεῖον τροφὴν Phot. 4 ὅτι scripsi: τι omisso Ὅ a rubricatore D 5 ἐκ- ριπτουμένων Phot.: ἐρριπτουμένων D 6 σιτήσεως Phot.: κτήσεως D 12. 13 περι- γεγράφασιν ἅπόντα, φησί Phot. 13 θείᾳ D Phot.: ἰθείᾳ coni. Bekker 17 οὐδ᾿ ἔχθρας ἐνιστάμενοι μείζους ἐπὶ βλάβῃ σ. π. σφάλλονται [δ᾿] (expunxit Bekk) ἐν ἀτυχίαις οἰκείων Phot.; turbae a δὲ illo Photii ortae latius serpserunt. excerptoris sententiam vix assequaris 18 χρῶνται sic D: om. Phot. 20 μικρὰ—κτώμενοι Phot.: om. homoeoteleuto deceptus D 23 τῆς δὲ D: τῆς Phot. 25 διοικοῦνται D: δικαιοῦνται Phot. 27 Ἀσταβάραν D Phot.: τὸν Ἄσαν καλούμενον Diod. 28 ἀπὸ D: διὰ Phot. 30 περιφύσει D)

47
ἀμφοτέροις κατοικεῖ τοῖς χείλεσιν ὄχλος οὐ πολὺς μέν, τῷ δὲ βίῳ τοιοῦτος. ἐκ τοῦ παρήκοντος ἕλους τὰς ῥίζας τῶν καλάμαν ὀρύττει, κἄπειτα πλύνας καθαρῶς ἐκκόπτει λίθοις πρὸς μέρος, ποιήσας δὲ λεῖον καὶ κολλῶδες ἐνέπλκσεν ἐκμαγίσας καὶ οὐ χειροπληθεῖς ὄγκους, εἶτα ἐν τῷ καύματι παροπτῶν, ταύτην ἔχει προσφοράν. ἔχουσι δὲ οὖτοι κακὸν ἂφυκτον, τοὺς ἐν τοῖς ἕλεσι λέοντας ἐπιτιθεμένους αὐτοῖς. ὑπὸ δὲ τὴν ἐπιτολὴν τοῦ κυνὸς γίνεταί τι κωνόπων πλῆθος ἄπλετον, τηλικαύτην ἔχον δύναμιν ὥστε τὸν λαὸν εἰς τὰς λιμνώδεις ὑγρασίας ἀπελθόντα ἐκεῖ μένειν ἀφανῆ. ὑφ’ ὧν καὶ οἱ λέοντες ἐκτοπίζονται οὐχ οὕτως ὑπὸ τοῦ δηγμοῦ δηλούμενοι, καίπερ ὄντος ἐπαχθοῦς, ὡς τὸν ἀπὸ τῆς φωνῆς ἦχον ἀλλόφυλον ἀδυνατοῦντες φέρειν. ἀλλὰ ταῦτα μὲν ἀπηγγέλθω τοῦ παραδόξου χάριν· τί γὰρ ἰδιώτερον ἠ λέοντας μὲν ἐκχωρεῖν κώνωψιν, ἀνθρώπους δὲ σώζεσθαι ὑπὸ τοιούτου κινδύνου;

(50) Ὅτι τοῖς εἰρημένοις, φησί, τὸ τῶν ὑλοφάγων καὶ τῶν τὰ σπέρματα σιτουμένων ἐγγίζει γένος, βραχεῖαν ἔχον τὴν παραλλαγήν. οἱ μὲν γὰρ τὸν πίπτοντα καρπὸν ἀπὸ τῶν δένδρων σιτοῦνται ὑπὸ τὴν θερείαν, [*](f.340r) τὸ δὲ λοιπὸν τῆς πόας ἅπτονται τῆς ἐν τοῖς σκιεροῖς ἂγκεσι γιομένης στερεᾶς τε τὴν φύσιν καὶ καυλὸν ἐκτρεφούσης πσρόμοιον ταῖς καλουμέναις βουνιάσιν· οἱ δὲ τῆς ὕλης τὴν ἁπαλὴν σιτοῦνται. οὖτοι τὰς μὲν νύκτας κοιμῶνται τόπον ἀπὸ τῶν ἐκεῖ θηρίων πρὸς ὀχύρωσιν ἐκλελεγμένοι καὶ φυλακήν· ἅμα δὲ ἡλίῳ μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰ δένδρα πάντες ἀναβαίνουσι, σπουδῇ καταλαβεῖν ζητοῦντες τοὺς ἄκρους κλῶνας· κἀκεῖθεν τὴν ἁπαλωτάτην ὕλην ἀμέλγοντες εὐμαρῶς σιτοῦνται. τοιαύτην δὲ ἐκ τοῦ παντὸς βίου περιπεποίηνται τὴν ἔξιν, ὥστε καὶ τὰ τῆς ἀναδρομῆς ἄπιστον ἔχειν τὴν θέαν καὶ τὴν συντονίαν οὐ χειρῶν μόνον καὶ δακτύλων καὶ ποδῶν, ἀλλὰ καὶ τῶν μερῶν τῶν ὑπολοίπων ἀπλῶς. μεταπηδῶσι γὰρ εὐπόρως ἀπ’ ἄλλου πρὸς ἕτερον ἀκρεμόνα, καὶ τοὺς κλάδους ἀλλήλων πολλάκις ἐν τοῖς ἐπισφαλεστάτοις τόποις ἀφαιροῦνται, καὶ τοιαῦτα ἐνδείκνυνται, ὥστε τὸν ἰδόντα αὐτὸν μὲν ἐκπλήττεσθαι, μὴ μέντοι θαρρεῖν εἰς τοὺς ἀπείρους ἐξαγγέλλειν. καὶ πάντα δὲ κλάδον τοῖς ὀδοῦσιν ἔγχυλον ἀπεργάζονται, καὶ ταῖς κοιλίαις εὐπόρως πέττουσι· καὶ τὸ σφαλὲν ἄνωθεν σῶμα [*](14 ὅτι] Agath. ap. Phot. Bibl. p.452a12—40. cf. Diod. III24) [*](4 ἐνέπλασεν ἐκμαγίσας, καὶ οὐ corrupte D: ἐvέπλασεν ἐκ μαγίδος εἰ καὶ οὐ (sic) Phot., qnod verum videtur, si εἰκαίου pro εἰκαίας non deficiente analogia dictum esse Dielesio credas: Diod. simpliciter περιπλάσαντες χειροπληθιαίους (χειροπληθεῖς codd. vulgares) ὄγκους 9 δηλούμενοι Phot.: δειλούμενοι D et B Phot.: ὑπὸ τοῦ δήγματος κακουγουμένους Diod. 10 ἀπὸ τῆς D Diod.: ὑπὸ τῆς Phot. 12 ἢ Phot.: om.D 14 τοῖς εἰρημένοις Phot.: τοὺς εἰρημένους D τὰ Phot.: om. D 16 ὑπὸ D: καὶ ὑπὸ Phot.: καὶ expunxit Bekker θερείαν Phot. Diod.: θεωρίαν D 17 ἄγκεσι Phot.: ἕλεσι D: συναγκείας Diod. 18 στερεᾶς τε Phot.: στερεοῦνται D 20 ἐκλελεγμένοι D: ἐξειλεγμένοι Phot. 22 καταλαβεῖν Phot.: κσταβαλεῖν D 24 περιπεποίηνται D: πεποίηνται Phot. 25 συντονίαν Phot.: συντομίαν D 26 ἀπλῶς Phot.: ἁπαλοῖς D 30 ἔγγολον D Phot. Diod.: forsitan ἔγκοιλον 30.31 ἀπεργάζονται D: κατεργάζονται Phot)

48
διὰ τὴν ἰσχνότητα οὐ βαρείας τυγχάνει τῆς πληγῆς. οὖτοι δὲ γυμνοὶ μέν εἰσι πάντες, κοιναῖς δὲ χρῶνται καὶ γυναιξὶ καὶ τέκνοις, πολεμοῦσι δὲ περὶ τῶν τόπων ἀλλήλοις, μεταλλάττουσι δὲ οἱ πλεῖστοι λιμῷ πιεζόμενοι, γλαυκωμάτων περὶ τὰ πεντήκοντα ἔτη τοῖς ὄμμασιν ἐπιτρεχόντων.

(51) Ὅτι μετὰ τοὺς εἰρημένους εἰσὶν οἱ παρὰ τοῖς ἐγχωρίοις λεγόμενοι κυνηγέται. οὖτοι δὲ διὰ τὴν τῶν θηρίων φοράν, ἣν ὁ τόπος ἄπλετον φέρει, ἐν τοῖς δένδρεσι μὲν σκηνοῦσιν, ἐξ ἐνέδρας δὲ ἀγρεύοντες τὰ θηρία τροφὴν ἑαυτοῖς ταῦτα ποιοῦνται. εἰσὶ καὶ τοξείας ἐπιστήμονες. ἐπὰν δὲ θήρας ἀπορῶσι, τοῖς δέρμασι τῶν προτεθηραμένων. τὴν ἔνδειαν ἀναπληροῦσι, βρέξαντες τὰς βύρσας καὶ ἐπ’ ἀνθρακιὰν κούφην ἐπιβαλόντες, εἶτα σποδιάσαντες καὶ εἰς διαίρεσιν ἀγαγόντες.

(52) τι μετὰ τοὺς εἰρημένους, πολὺ τούτων ἀφεστῶτες καὶ πρὸς ἑσπέραν μᾶλλον ἀνατείνοντες, εἰσὶν οἳ ἐκ τῆς τῶν ἐλεφάντων θήρας τὸν βίον ποιοῦνται. οἱ μὲν ἀπὸ δένδρων ἐφ’ ὧν κάθηνται σκοποῦντες τὰς παρόδους τῶν θηρίων, ταῖς μὲν χερσὶ τῆς οὐρᾶς λαβόμενοι, τοῖς ποσὶ δὲ [*](f. 340v) πρὸς τὸν μηρὸν τὸν ἀριστερὸν ἐπιβαίνουσιν· εἶτα πελέκει, ὅν ἐπιτήδειον καὶ ἕτοιμον ἔχουσι, τὴν δεξιὰν ἰγνὺν πυκναῖς ταῖς πληγαῖς χρώμενοι νευροκοποῦσιν· οὕτω δὲ ἐκτενῶς τῇ μὲν καταφέροντες τῇ δὲ τῆς οὐρᾶς κρατοῦντες ὡς ἄθλου προκειμένου τῆς ψυχῆς· ἢ γὰρ ἀποκτεῖναι ἐχρῆν ἢ τελευτᾶν, ἄλλην τοῦ καιροῦ διέξοδον οὐκ ἔχοντος. ἐπὰν δὲ τὸ ζῷον ἐκ τῆς πληγῆς καὶ τῆς αἱμορραγίας πέσῃ, οἱ συνθηραταὶ παραγίνονται ἐπὶ τὸ πτῶμα, καὶ τοῦ θηρίου ζῶντος ἔτι παρατέμνοντες ἐκ τῶν ὀπισθίων τὰς σάρκας εὐωχοῦνται, τὸν ἔσχατον τοῦ καταπονηθέντος οὕτως ὑπομένοντος θάνατον. ἀλλ’ οἱ μὲν μετὰ τοῦ ἐσχάτου κινδύνου ἐλεφαντοθῆραι σὖτοι· ἕτεροι δὲ θηρῶσιν αὐτοὺς οὕτως. τρεῖς ἄνδρες ἐν μὲν ἔχοντες τόξον, ὀϊστοὺς δὲ πλείους, κεχρισμένους τῇ χολῇ τῶν ὄφεων, ἑστᾶσιν ἐν δρυμῷ παρὰ τὰς τῶν θηρίων διεξόδους. ἐπὰν οὖν προσάγῃ τὸ ζῷον, ὁ μὲν εἶς κατέχει τὸ τόξον τῷ ποδὶ προσβεβηκώς, οἱ δὲ δύο τὴν νευρὰν ἑλκύσαντες ἐκ τῆς ἁπάσης βίας ἀφῆκαν τὸ βέλος, ἕνα σκοπὸν ἔχοντες, ἐπὶ μέσην τὴν πλευράν, ὥστε διελάσαι τῆς περιοχῆς ἐντὸς καὶ τοὺς κυρτοὺς τεμεῖν καὶ τρῶσαι τόπους. ἐκεῖθεν τὸ τηλικοῦτον θηρίον ἐλαυνόμενόν τε καὶ σπαραττόμενον διαλύεται καὶ πίπτει.

(53) τρίτον δέ ἐστι γένος ἐλεφαντοφάγων οἵ, [*](5 ὅτι] Agath. ap.Phot. Bibl. p. 452a40—425b7. et. Diod. III 25 12 ὅτι] Agath. ap. Phot. Bibl. p. 452b8—34. cf. Diod. III 26 32 τρίτον] Agath. ap.Phot. Bibl. p. 452b34—453a15 ct. Diod.III 27. Strab. XVI p. 772) [*](1 οὖτοι Phot.: οὕτω D 2 χρῶνται δὲ κοινοῖς καὶ τέκνοις καὶ γυναιξὶ Phot. 6 κυνηγέται D Phot.: κυνηγοὶ Diod. δὲ D: om. Phot. 10. 11 σποδιάσαντες D: σποδίσαντες Phot. Diod. 12 πολῦ phot.: πολλοὶ D 13 ἑσπέραν Phot.: ἑἑσπέραν D 14 δένδρων ἐφ’ ὧν D: δένδρου ἐφ ὦ Phot. 16 πρὸς Phot. Diod.: ὠς D ἐπιβαίνουσιν D Phot.: scribendum ἐπιβαίνοντες 18 τῇ μὲν Phot.: τὴν μὲν D 19 ἄθλου προκειμένου Phot.: ἄθλους προκειμένους D χρὴ Phot. 20 δι’ ἔξοδον D 24 ἐλεφαντοθῆραι Phot.: ἐλεφαντόθηρες D οὖτοι D: τοιοῦτοι Phot. 30 διωλάσαι D: διανύσαι phot. 32 οἵ D: ὅ Phot.)

49
ἐπειδὰν οἱ ἐλέφαντες τῆς νομῆς ἐμφορηθέντες πρὸς ὕπνον τραπέσθαι ζητῶσιν, (οὐκ ἐπὶ γῆς δὲ ἀναπεσόντες ὑπνοῦσιν, ἀλλὰ τοῖς παχυτάτοις καὶ μεγίστοις δένδρεσι προσανακλίναντες ἑαυτούς, ὥστε τοὺς μὲν δύο πόδας τοὺς πλησίον τοῦ στελέχους πρὸς τὴν γῆν ἐλαφρῶς ὑπερείδεσθαι, τὴν δὲ πλευρὰν τὸ πᾶν σῶμα ἐκδεχομένην ὀχεῖσθαι πρὸς τῇ φύσει τοῦ ξύλου, καὶ τοῦτον τὸν τρόπον τῆς καταφορᾶς τυγχάνειν οὐκ εἰλικρινοῦς, ἀλλὰ παρεψευσμένης, διὰ τὸ προσκεῖσθαι τοῖς βαθέσιν ὕπνοις 2γωνίαν ἰσχυράν, φθορᾶς ὑποκειμένης παραχρῆμα τῷ σφαλέντι διὰ τὴν ἔκλυσιν τὴν φυσικήν)· οἱ οὖν ἀπὸ τῆς τούτων θήρας τὸν βίον ποιούμενοι, τοὺς δρυμοὺς περιπλανώμενοι καὶ τὴν τοῦ θηρίου κοίτην ἐπισημηνάμενοι, ἐκ τῶν ὄπισθεν τοῦ δένδρου τόπων πρίζουσιν ἕως ἂν μήτε κλίνοιτο πᾶν μήτε ἰσχῦον [*](f.341r) ἄγαν καὶ ἰσχυρὸν ἀπολείποιτο, μένει δὲ ἑστηκὸς ἐπὶ βραχείας ῥοπῆς. τὸ δὲ ζῷον ἀπὸ τῆς νομῆς ἐπὶ τὸν συνήθη τόπον τῆς κοίτης ἀνακλινόμενον αἰφνίῶιόν τε πίπτει τοῦ ξύλου κλασθέντος, καὶ πρόκειται τοῖς θηρευταῖς δεῖπνον ἕτοιμον. τὰς γὰρ ὀπισθίους κόψαντες οὗτοι σάρκας, καὶ ποιήσαντες ἔξαιμον τὸ ζῷον, εἶτα νεκρόν, πρὸς τὴν ἑαυτοῦ χρείαν ἕκαστος τὰ μέλη διαιροῦσιν.

(54) Ὅτι Πτολεμαῖος ὁ βασιλεὺς πολλὰ τοῖς ἐλεφαντοφάγοις ὑποσχόμενος οὐκ ἔπεισεν ἀποσχέσθαι τῆς βρώσεως αὐτῶν.

(55) Ὅτι τούτους τοὺς κυνηγοὺς Πτολεμαπῖος ὁ Αἰγόπτου βασιλέος, ἀποσχέσθαι τοῦ φόνου τῶν ἐλεφάντων παραινῶν ἵν’ ἔχῃ αὐτοὺς ζῶντας καὶ πολλὰ καὶ θαυμαστὰ αὐτοῖς ὑπισχνούμενος, οὐ μόνον οὐκ ἔπεισεν, ἀλλ’ οὐδὲ ἂν τὴν ὅλην ἀλλάξασθαι βασιλείαν πρὸς τὸν ἐφεστῶτα βίον εἰπόντων ἀπόκρισιν ἤκουσεν.

(56) Ὅτι τῶν κυνηγῶν τούτων, οὕς οἱ νομάδες Ἀκαθάρτους καλεῖν εἰώθασι τὸ μὲν πρὸς ἑσπέραν ἀπόσπασμα Αἰθιόπων νέμονται οὕς καλοῦσι Σιμούς, τὰ δὲ πρὸς μεσημβρίαν οὐ μέγα ἔθνος οἱ καλούμενοι Στρουθοφάγοι, οἳ ταύτας τέχνῃ καὶ δόλῳ καὶ ῥοπάλοις θηρεύοντες, ἐκ τούτων βιοῦσι, σιτούμενοι μὲν τὰς σάρκας, ἐνδύσει δὲ καὶ στρωμνῇ τοῖς αὐτῶν χρώμενοι δέρμασι. πολεμούμενοι δὲ ὑπὸ τῶν φιμῶν οὗτοι, τοῖς τῶν ὀρύγων κέρασιν ὅπλοις χρῶνται, μεγάλοις καὶ τμητικοῖς οὖσι· τρέφει δὲ ἡ χώρα πολυπληθὲς τὸ ζῷον τοῦτο.

[*](18 ὅτι] unde haec? 20 ὅτι τούτους] Agath. apud Phot. Bibl. p. 453a16—21 25 ὅτι] Agath. apud 2hot. Bibl. p. 453a22—31. cf. Diod. III 28. Strab. XVI p.772)[*](1. 2 ζητῶσιν Phot.: ζητοῦσιν D 3 προσανακλίνοντες Phot. 4 τοὺς πλησίον addidi ex hot. στελέχους Phot.: στελέχου D 5 πρὸς] fortasse πως 11 πρίζουσιν D: πρίουσιν Phot. κλίνοιτο D: κλίνῃ τὸ Phot. 12 καὶ ἐσχμρὸν D Phot.: expunxit Bekker ἀποείποιτο Phot.: ἀπολίποιτο D μένει D et Phot.: μένῃ Phot. cod. B et ed. 13 τόπον τῆς κοίτης scripsi (τῆς κοίτης τόπον Phot.): τόπον τῆς νομῆς D 14 θηρευταῖς D: θηράσασι Phot. 15 ὀπισθίας praeter cod. B Phot. 16 ἑαυτοῦ Phot.: αὸτοῦ D 21 ἔχη D et codd. Phot.: ἔχοι ed. Phot. αὐτός Phot. 23 οὐδ’ Phot. ἐφεστῶτα D Phot.: ἐνεστῶτα recte ed. Phot. 26 νέμονται D: νέμεται Phot. 27 Σιμοός D Phot. Diod.: Σίλλους appellat Strabo 29 δὲ Phot.: τὲ D)
50

(57) Ὅτι τῶν εἰρημένων οὐ πολὺ διεστῶτές εἰσιν οἱ ἀκριδοφάγοι· τὸ δὲ ἔθνος βραχύτεροι μὲν τῶν λοιπῶν, ἰσχνοὶ δὲ τοῖς εἴδεσι, μέλανες δὲ ἐξαισίως. ὑπὸ δὲ τὴν ἐαρινὴν ἰσημερίαν, ὅτε λίβες παρ’ αὐτοῖς καὶ ζέφυροι πνέουσι παμμεγέθεις, ἀκρίδων πλῆθος ἀμύθητον ἐκ τῆς ἀνιστορήτου μετὰ τῶν ἀνέμων παραγίνεται χώρας, τῇ μὲν δυνάμει τῆς πτήσεως τῶν ὀρνίθων μικρὸν παραλλάττον, μακρὸν δὲ τῷ σώματι. ἀπὸ τούτων τῶν ζῴων τρέφονται πάντα τὸν χρόνον, ἄλλως τε τούτοις καὶ τεταριχευμένοις χρώμενοι. καπνῷ δὲ ταῦτα θηρῶσιν, ἐκ τοῦ ἀέρος ἐπὶ γῆν καταφέροντες. οὖτοι. κοῦφοι μὲν εἶναι λέγονται καὶ τοῖς ποσὶν ὀξύτεροι· ζῶσι δὲ οὐ πλείω [*](f. 341v) τῶν τεσσαράκοντα ἐτῶν, ξηρᾶς κοινωνοῦντες τελείως τροφῆς. τελευτῶσι δὲ τοῦ ζῆν ἀθλιώτερον· ἅμα γὰρ τῷ πλησιάζειν τὸ γῆρας ἐγγίνεται τοῖς σώμασιν αὐτῶν πτερωτὰ γένη φθειρῶν, ὅμοια μὲν τῷ τύπῳ τοῖς κρότωσι, βραχὺ δὲ ἐλάττω τῶν ἐν τοῖς κυσὶ φαινομέναν, ἀρχόμενα μὲν ἀπὸ τοῦ στήθους καὶ τῆς κοιλίας, ἐπινεμόμενα δὲ συντόμως μετὰ τοῦ παντὸς προσώπου τὴν ἐπιφάνειαν. οἳ τὰ μὲν πρῶτα τοῖς ὑπὸ ψώρας ἠρεθισμένοις ὁμοίως διάκεινται, ὕστερον δὲ ἐπιπόνως ἑαυτοὺς σπαράττουσιν· εἶτα τοῦ πάθους εἰς ἀκμὴν ἑλκομένου καὶ μετὰ τῆς τῶν θηρίων ἐκφύσεως καὶ λεπτῶν ἀναχεομένων ἰχώρων, ἀκαρτερήτους ὑφίστασθαι τοὺς ἀθλίους τὰς δριμυτάτας συμβαίνει ὀδύνας. οὖτοι μὲν οὖν, εἴτε τοὺς χυμούς, εἴτε τὴν τροφήν, εἴτε τὸν ἀέρα ἔχοντες αἴτιον, οὕτως ἀπόλλυνται.

(58) Ὅτι τῶν ἀκριδοφάγων, φησίν, ἀστυγείτων χώρα πολλὴ καὶ νομὰς ἔχουσα ποικιλίᾳ διαφερούσας, ἔρημος δὲ τελείως καὶ πᾶσι τοῖς περιοίκοις ἄβατος, οὐκ ἀπ’ ἀρχῆς σπανίσασα ἀνθρωπίνου γένους, ἀλλ’ ὑπὸ πλήθους σκορπίων καὶ φαλαγγίων, ἃς τετραγνάθους ὀνομάζουσιν ἔνιοι. τοῦτο γὰρ τὸ φῦλον ἔκ τινος ἐπομβρίας λέγουσιν ἐπιπολάσαι, καὶ τῶν ἐνοικούντων πρὸς τὸ κακὸν ἀντισχεῖν οὐ δυναμένων, ἀλλὰ φυγῇ τῶν ἐκπεσόντων τοῦ ὀλέθρου τὴν σωτηρίαν ἀντὶ τῆς πατρίδος ἑλομένων, ἔρημον ἐξ ἐκείνου γένους ἀνφονται αρώπων τὴν χώραν ἀπολειφθῆναι. καὶ μυῶν πλῆθος ἀρουραίων, ὡς τοῖς περὶ Ἰταλίαν, καὶ στρουθοὶ τὰ σπέρματα κατεσθίοντες, ὡς περὶ Μηδίαν, καὶ βάτραχοι, ὃ γέγονε περὶ τοὺς Αὐταριάτας, καὶ ὑπὸ λεόντων ἐπιπολασάνὅτι] [*](1 Agata. apud Phot. Bibl. p. 453a32—453b17. cf. Diod. III 29. Strab. XVI p. 772 21 ὅτι] Agath. apud Phot. Bibl. p. 458b18—34 cf. Diod. III 30. Strab. XVI p. 772—773) [*](2 δὲ addidi ex 2hot. βραχύτεροι Phot.: βραχύτατον D 3 ὅτε Phot.: οἵ τε D 4 παμμεγέθεις D Diod.: παμμεγεθῶν Phot. ζέφυροι πνέοντες μεγάλοι Strab. ἐκ τῆς ἀνιστορήτου . . . .  χώρας (5)] ἐκ τῆς ἐρήμου Diod. 6 ἀπὸ τούτων τῶν ζώων D: ἀπὸ τούτου τοῦ ζῴου Phot.: ἐκ τούτου Diod. 8 ταῦτα Da Phot.: ταύτας phot. 9, 10 πλείω τῶν D: πλεῖον Phot. 11 ἀθλιώτερον—γῆρας addidi ex Phot. (qui τῷ post γὰρ omisit) 13 βραχὺ D: βραχεῖαν ς Phot.: βραχεῖ edit, Phot. 18 δριμυτάτας D: δριμύτητας (om. ὀδύνας) Phot. 19 οὖν B et edit. Phot.: om. D 20 ἀπόλυνται D 21 post ἀκριδοφάγων lacunam unius versus habet D, sed nihil deest 22 τελείως D: τελέως Phot. 23 πλήθους ἀπίστου Phot. 24 τετραγνάθους Phot. (cf. Strab. l.c.): τετραγάνθους D 25 φῦλον Phot.: φύλλον D 28 ὑπολειφθῆναι edit. Phot. καὶ μυῶν δὲ Phot. 29 τοῖς Phot.: τοῦ D)

51
των πόλεις μετανέστησαν, ὡς ἐπὶ Λιβύης, καὶ πολλὰ ἄλα ἀνέλπιστα πάθη καταλαβόντα πολλὰς χώρας τῶν οἰκητόρων ἐξηρήμωσαν.

(59) Ὅτι ὕστατοι, φησί, τῶν πρὸς μεσημβρίαν οἰκούντων εἰσὶν οὕς Ἕλληνες μὲν Κυναμολγοὺς καλοῦσιν, οἱ δὲ ἀστυγείτονες, ὡς ἄν τις εἴπῃ, Ἀγριοβαρβάρους. οὗτοι κομῆται μέν εἰσι καὶ πώγωνας φέρουσιν ἐξαισίους, κύνας δὲ τρέφουσι πολλοὺς καὶ μεγάλους, ὁμοίως τοῖς Ὑρκανοῖς, καὶ τοὺς ἐπιφοιτῶντας αὐτῶν τῇ χώρᾳ ἰνδικοὺς βόας | δι’ αὐτῶν θηρῶσι, πλῆθος [*](f. 342r) ἐπιφαινομένους ἀμύθητον ἀπὸ τροπῶν χειμερινῶν ἕως μέσου χειμπωνος· εἶτα καὶ τὰς τῶν κυνῶν θηλείας ἀμέλγοντες τῷ γάλακτι τρέφονται, καὶ ἐξ ἄλλων δὲ θήρας ζῴων. καὶ τὰ μὲν τελευταῖα τῶν πρὸς μεσημβρίαν τοιαῦτα.

(60) Τοῖς Τρωγλοδύταις δὲ τὸ μὲν γένος τῆς συστάσεως τυραννίς, αἱ δὲ γυναῖκες κοιναὶ καὶ οἱ παῖδες· μόνῃ δὲ οὐκ ἔξεστι πλησιάσαι τῇ τοῦ τυράννου, τῷ δὲ τολμήσαντι πρόβατον καταθέσθαι τὸ ἐπιτίμιον δίδοται. ἡ δὲ ἀναστροφὴ αὐτῶν· τὸν μὲν παῤ αὐτοῖς χειμῶνα (ἔστι δὲ οὖτος ὑπὸ τοὺς ἐτησίας) πᾶσαν αὐτῶν τοῦ θεοῦ τὴν χώραν ὕδασι λάβροις ἐπέχοντος, ἀφ’ αἵματος καὶ γάλακτος ζῶσιν, εἰς ταὐτὸ μίξαντες καὶ κυλίσαντες ἐν ἀγγείοις εἰκῇ πεπυρωμένοις. ἐπὰν δὲ ἐπιστῇ τὸ θέρος, ἐν τοῖς τελματώδεσιν ἀναστρέφονται χωρίοις, μαχόμενοι πρὸς ἀλλήλους περὶ τοῦ χιλώματος καὶ τὰ πρεσβύτερα τῶν βοσκημάτων καὶ νοσοῦντα δαπανῶσι, διὰ τῶν μαγείρων ταῦτα κτείνοντες οὓς καλοῦσιν Ἀκαθάρτους. οὗτοι ἀνθρώπων μὲν οὐδενὶ περιτιθέασι τὴν τῶν γονέων κλῆσιν, ταύρῳ δὲ καὶ βοΐ, τὸν μὲν πατέρα καλοῦντες, τὴν δὲ μητέρα, ὡσαύτως κριῷ τε καὶ προβάτῳ διὰ τὸ λαμβάνειν τὴν τροφὴν τὴν καθ’ ἡμέραν οὐ παρὰ τῶν τοκέων, ἀλλὰ παῤ ἐκείνων. οὗτοι καὶ ποτῷ ὁ μὲν πολὺς ὄχλος ἀποβρέγματι παλιούρου χρῶνται, οἱ δὲ τύραννοι ἀπό τινος ἄνθους σκευασθέντος πίνουσι, παραπλησίου μοχθηρῷ γλυκεῖ. γυμνοὶ δὲ τῷ ἄλλῳ σώματι τυγχάνοντες, τὰ ἰσχία δέρμασίν εἰσι διεζωσμένοι. τὰ δὲ αἰδοῖα τοῖς μὲν ἄλλοις Τρωγλοδύταις ἐστὶν εἰθισμένον περιτέμνεσθαι ὁμοίως τοῖς Αἰγυπτίοις· τοὺς δὲ ὑπὸ τῶν Ἑλλήνων καλουμένους Κολοβοὺς πᾶν τὸ τοῖς λοιποῖς μέρος περιτομῆς [*](3 ὅτι] Agath. apud phot. Bibl. p. 453b35—454a4. cf. Diod. III 31 Strab. XVI p. 771. Ael. nat. anim. XVI 31 p. 405,31—406,20 H. 12 τοῖς Τρωχλοδύταις] Agath. apud Phot. Bibl. p. 454a5—32. cf. Diod. III 32 Strab XVI p. 775) [*](1 λιβύης Phot.: λυβίης D 2 καταλαβόντα Phot.: καταβόντα D ἐξερήμωσαν D 4 Κυναμολγοὺς Phot. D: Κυνάμυνοι vulg. Diod. εἴπη D Ϛ Phot.: εἴποι edit. Phot. 5 Ἀγριοβαρβάρους D: ἀγρίους βαρβάρους Phot.: κατὰ δὲ τὴν τῶν πλησιοχώρων διάλεκτον ἂγριοι Diod. 7 τῇ χώρᾳ D: τὴν χώραν Phot. Diod. 8 χειμερινῶν sic D Phot.: recte θερινῶν Diod. Ael. Strab. 10 πρὸς addidi ex Phot.: om. D 12 τοῖς τρωγλοδύταις δὲ D: τὰ δὲ κατὰ τοὺς τρωγλοδύτας τοιαῦτα Phot. 13 δ᾿ Phot. ἀναστροφὴ Phot.: ἀνατροφὴ D δὲ (ante οὗτος) D: δ᾿ Phot. 16 ἐτησίας Phot.: ἐτησίους D λάβροις Phot.: λάβροι D 21 οὗτοι Phot.: οὖ D 25 ποτῷ Phot.: ποτὸν D παλιούρου Phot.: πολλύρου D 27 τῷ ἄλλῳ σώματι D: τὸ ἄλλο σῶμα Phot. 29 ὁμοίως τοῖς Αἰγυπτίοις D: καθάπερ Αἰγυπτίους Phot. δ’ Phot.)

52
τυγχάνον ξυροῖς ἀφαιρεῖν ἐστιν ἔθος νηπίων ὄντων, ἐξ οὖ καὶ τὴν εἰρημένην κλῆσιν ἑαυτοῖς περιπεποίηνται.