Historiae Animalium Epitome
Aristophanes of Byzantium
Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885
(21) Ἡ δὲ καρδία κεῖται μὲν παρὰ τὸν ἀριστερὸν μαστόν, τοῖς δ᾿ ἄλλοις ζῴοις ἐν μέσῳ πᾶσι κεῖται, ἔστι δὲ στρογγυλωτέρα τῶν ἄλλων, καὶ ἔχει τὸ ὀξὺ αὐτῆς ἔμπροσθεν. ἔχει δὲ ἐν αὐτῇ, φησί, κοιλίας τρεῖς, ἀλλ᾿ οὐ καθάπερ οἱ πολλοὶ ἔφασαν τῶν ἰατρῶν δύο, ὧν τὴν μὲν μεγίστην ἐν τοῖς δεξιοῖς, τὴν δὲ ἐλαχίστην ἐν τοῖς ἀριστεροῖς, σύμμετρον δὲ τὴν μέσην. κάτωθεν δὲ ἐκ τῆς προσφύσεως τῆς καρδίας κατὰ μὲν τὴν μεγίστην αὐτῆς [*](6 κάτω κοιλία] Arist. hist. anim. Α 16 p. 495b27 ἡ δὲ κάτω κοιλία ὁμοία τῇ ὑείᾳ· πλατεῖά τε γάρ ἐστι, καὶ τὸ ἀπὸ ταύτης πρὸς τὴν ἔδραν παχὺ καὶ βραχύ 9 ἐπίπλοον] Arist. l. c. p. 495b29 τὸ δ᾿ ἐπίπλοον ἀπὸ μέσης τῆς κοιλίας ἤρτηται, ἔστι δὲ τὴν φύσιν ὑμὴν πιμελώδης 10 ὑπεράνω] Arist. l. c. p. 495b31 ὑπὲρ δὲ τῶν ἐντέρων τὸ μεσεντέριόν ἐστιν· ὑμενῶδες δ᾿ ἐστὶ τοῦτο καὶ πλατύ, καὶ πῖον γίνεται. ἐξήρτηται δὲ ἐκ τῆς μεγάλης φλεβὸς καὶ τῆς ἀορτῆς, καὶ δι᾿ αὐτοῦ φλέβες πολλαὶ καὶ πυκναὶ κατατείνουσαι (κατατείνουσι Da cf. Aubert) πρὸς τὴν τῶν ἐντέρων θέσιν (φύσιν P Da), ἄνωθεν ἀρξάμεναι μέχρι κάτω. τὰ μὲν οὖν περὶ τὸν στόμαχον καὶ τὴν ἀρτηρίαν οὕτως ἔχε, καὶ τὰ περὶ τὴν κοιλίαν 15 καρδία] Arist. l. c. A 17 p. 496a14 κεῖται δὲ τὴν θέσιν ἐν μὲν τοῖς ἄλλοις κατὰ μέσον τὸ στῆθος, ὅσα ἔχει στῆθος, τοῖς δ᾿ ἀνθρώποις ἐν τοῖς ἀριστεροῖς μᾶλλον, μικρὸν τῆς διαιρέσεως τῶν μαστῶν ἐγκλίνουσα εἰς τὸν ἀριστερὸν μαστὸν ἐν τῷ ἄνω μέρει τοῦ στήθους. καὶ οὔτε μεγάλη, τό τε ὅλον αὐτῆς εἶδος οὐ πρόμηκές ἐστιν, ἀλλὰ στρογγυλώτερον· πλὴν τὸ ἄκρον εἰς ὀξὺ συνῆκται. ἔχει δὲ κοιλίας τρεῖς, ὥσπερ εἴρηται, μεγίστην μὲν τὴν ἐν τοῖς δεξιοῖς, ἐλαχίστην δὲ τὴν ἐν τοῖς ἀριστεροῖς, μέσην δὲ μεγέθει τὴν ἀνὰ μέσον· καὶ εἰσὶν εἰς τὸν πνεύμονα τετρημέναι πᾶσαι. ἀμφοτέρας δὲ ἔχει τὰς δύο μικράς, καὶ εἰς τὸν πλεὺμονα τετρημένας ἀπέσας. κατάδηλον δὲ κατὰ μίαν τῶν κοιλιῶν κάτωθεν ἐκ τῆς προσφύσεως· κατὰ μὲν τὴν μεγίστην κοιλίαν ἐξήρτηται τῇ μεγίστῃ φλεβί, πρὸς ἥν καὶ τὸ μεσεντέριόν ἐστι, κατὰ δὲ τὴν μέσην τῇ ἀορτῇ. φέρουσι δὲ καὶ εἰς τὸν πλεύμονα πόροι ἀπὸ τῆς καρδίας, καὶ σχζονται τὸν αὐτὸν τρόπον ὅνπερ ἡ ἀρτηρία, κατὰ πάντα τὸν πλεύμονα παρακολουθοῦντες τοῖς ἀπὸ τῆς ἀρτηρίας 18 οἱ πολλοὶ ἔφασαν τῶν ἰατρῶν] Hippoer. de cord. I 436 K. Aristotelem refutat Galenus I 621 K.) [*](4 διπλοῦν D: ἀπλοῦν seribendum ex Arist. εἰλιγμένον D 6 ἐντέρου scripsi: ἑτέρου D 13 φύσιν D: scribendum θέσιν ex Arist. 14 τοιοῦτον scripsi: τοσοῦτον D 15 ante ἡ δὲ καρδία lemma praefigit Καρδία D 17 αὐτῆς scripsi: αὐτοῖς D 18 τὴν μὲν μεγίστην scripsi: τὸ μὲν μεγίτοις D 20 προσφσεως scripsi ex Arist.: φύσεως D)
(22) φέρουσι δὲ καὶ εἰς τὸν πνεύμονα πόροι λεπτοὶ ἀπὸ τῆς καρδίας, καὶ σχίζονται κατὰ πάντα τὸν πνεύμονα, οἵτινες τῇ καρδίᾳ, ὡς προεῖπον, διαδιδόασι τὸ πνεῦμα. ἔχει δὲ ἐν ἑκάστῃ κοιλίᾳ ἡ καρδία αἷμα πολὺ καὶ παχύ, λεπτότατον δέ ἐστι τὸ ἐν τῇ μέσῃ.
(23) Ο δὲ πνεύμων προσήρτηται μὲν τῇ ῥάχει, νεύει δὲ μᾶλλον εἰς τὰ ἀριστερά, ὅμοιος δέ ἐστι κατὰ τὸ κύρτωμα βοείῳ. οὔτε πολυσχιδής ἐστιν οὔτε λεῖος, ἀλλὰ πολλὰς ἀνωμαλίας ἐν ἑαυτῷ ἔχων κινεῖται συνεχῶς. πῇ μὲν γὰρ διίσταται, πῇ δὲ συστέλλεται, ὅθεν καὶ ἀθεράπευτος· τῇ γὰρ πυκνοτέρᾳ κινήσει ἐναντία πᾶσα θεραπεία ἐπ᾿ αὐτοῦ.
(24) ἔχει δὲ ἐν ἑαυτῷ αἷμα πλεῖστον. οἱ δὲ νομίζοντες αὐτὸν εἶναι κενὸν διηπάτηνται θεωροῦντες τοὺς ἐξαιρουμένους ἐκ τῶν ἱερείων κενοὺς αἵματος, οὐ γινώσκοντες δ᾿ ὅτι ὑπὸ τὴν σφαγὴν ἐκκρίνεται ἐξ αὐτῶν τὸ αἷμα.
(25) ὑπὸ δὲ τὸν | πνεύμονά ἐστι τὸ διάζωμα· οἱ δὲ διάφραγμα, ἄλλοι δὲ φρένας. [*](f. 337r) προσαγορεύουσιν· ὑμὴν νευρώδης. καὶ πρὸς μὲν τὰς πλευρὰς ἀμφοτέρας καὶ τὸ ὑποχόνδριον καὶ τὴν ῥάχιν συνηρτημένος ἐστίν, ἐν μέσῳ δὲ ἔχων λεπτά.
(26) ὑπὸ δὲ τοῦτο ἐν τοῖς δεξιοῖς κεῖται τὸ ἧπαρ, τῷ σχήματι στρογγύλον μᾶλλον καὶ οὐ μακρόλοβον, τὸ δὲ ποσάλοβόν ἐστιν οὐκ ἔτι εἴρηκεν ὁ Ἀριστοτέλης. καὶ ἐπὶ μὲν πολλῶν φησιν οὐκ ἔχον ἐφ᾿ ἑαυτῷ χολὴν τεθεώρηται, ἀλλὰ παρὰ τῷ ἐντέρῳ· ἐπὶ δὲ ὀλίγων τοῦτο ὦπται. ἐκ δὲ τῶν εὐωνύμων σπλὴν μέλας, λεπτός, ἄνισος, πλατύς.
[*](5 ἔχει] Arist. hist. anim. A 17 p. 496b9 ἐν ἑκάστῃ γὰρ ἔχει αἶμα τῷν κοιλιῶν, λεπτότατον δ᾿ ἐστὶ τὸ ἐν τῇ μέσῃ 8 οὔτε πολυσχδής] Arist. l. c. A 16 p. 495b1 ἔστι δ᾿ οὐ πολυ- σχιδὴς ὁ τοῦ ἀνθρώπου, ὥσπερ ἐνίων ζῳοτόκων, οὐδὲ λεῖος, ἀλλ᾿ ἔχει ἀνωμαλίαν 11 ἔχει] Arist. l. c. A 17 p. 496a35 αἷμα δὲ πλεῖστον μὲν ὁ πλεύμων ἔχει τῶν ἐν τοῖς ζῴοις μορίων . . . ἀλλ᾿ οἱ νομίζοντες εἶναι κενὸν διηπάτηνται, θεωροῦντες τοὺς ἐξῃρημένους ἐκ τῶν διαιρου- μένων τῶν ζῴων, ὧν εὐθέως ἐξελήλυθε τὸ αἶμα ἀθρόον 14. 15 ὑπὸ δὲ τὸν πνεύμονα] Arist. l. c. p. 496b 10 ὑπὸ δὲ τὸν πνεύμονά ἐστι τὸ διάζωμα τὸ τοῦ θώρακος, αἱ καλούμεναι φρένες, πρὸς μὲν τὰ πλευρὰ καὶ τὰ ὑποχόνδρια καὶ τὴν ῥάχιν συνηρτημέναι, ἐν μέσῳ δ᾿ ἔχει τὰ λεπτὰ καὶ ὑμενώδη 15 διάφραγμα] cf. Galen. VIII 611K. τὸ μὲν διάφραγμα παραφροσύνην ἑτοιμοτάτην φέρει, διόπερ καὶ προσαγορεύεσθαί φασιν αὐτὸ φρένας ὑπὸ τῶν ἰατρῶν. cf. XX 199, Schol. AD ad Iliad. A 579 φρένας ὁ ποιητὴς καὶ πάντες οἱ παλαιοὶ ἐκάλουν τὸ διάφραγμα. Arist. part. anim. Γ 10 p. 672b10 τοῦτο δὲ τὸ διάζωμα καλοῦσί τινες φρένας· ὃ διορίζει τόν τε πλεύμονα καὶ τὴν καρδίαν 18 ὑπὸ δὲ τοῦτο] Arist. hist. anim. A 17 p. 496b15 ὑπὸ δὲ τὸ διάζωμα ἐν μὲν τοῖς δεξιοῖς κεῖται τὸ ἦπαρ, ἐν δὲ τοῖς ἀριστεροῖς ὁ σπλήν . . . τὴν δ᾿ ὄψιν ἐστὶν ὁ τοῦ ἀνθρώπου σπλὴν στενὸς καὶ μακρός, ὅμοιος τῷ ὑείῳ. τὸ δ᾿ ἧπαρ ὡς μὲν ἐπὶ τὸ πολὺ καὶ ἐν τοῖς πλείστοις οὐκ ἔχει χολήν, ἐπ᾿ ἐνίοις δὲ ἔπεστιν· στρογγύλον δ᾿ ἐστὶ τὸ τοῦ ἀνθρώπου ἧπαρ καὶ ὅμοιον τῷ βοείῳ . . . ibid. B 15—16 p. 506a20 χολὴν δὲ τῶν ζῴων τὰ μὲν ἔχει τὰ δὲ οὐκ ἔχει ἐπὶ τῷ ἥπατι . . . p. 506b11 οἱ δὲ πρὸς τοῖς ἐντέροις ἔχουσιν, ἀποτεταμένην ἀπὸ τοῦ ἥπατος πόροις ἐνίοις πάνυ λεπτοῖς. ἡ μὲν οὐν ἀμία παρὰ τὸ ἔντερον παρατεταμένην ἰσομήκη ἔχει etc.)[*](4. 5 ὡς προεῖπον] cf. p. 38, 8—14 12 αὐτὸν scripsi: αὐτὸ D 14 δ᾿ addidi 20 ἔχον scripsi: ἔχων D)(27) Οἱ δὲ νεφροὶ πρὸς τῇ ῥάχει κεῖνται, ὅμοιοι τοῖς ὑείοις, ἀνωτέρω δὲ ὁ δεξιὸς κεῖται, καὶ ψαύει ἄκρου τοῦ ἥπατος, καὶ ἐλάττω πιμελὴν ἔχει. ἔχουσι δὲ καὶ κοιλίαν ἐν ἑαυτοῖς. ἐκ δὲ τῶν κοιλιῶν τούτων καθήκουσιν εἰς τὴν κύστιν πόροι, δύο μὲν νεανικοί, ἄλλοι δὲ λεπτοὶ φλεβώδεις, καὶ ἐξήρτηνται φλέβες μέγεθος ἔχουσαι. τῷ δὲ ἐκ τῆς κύστεως τραχήλῳ συνήνωται τὸ αἰδοῖον, ἐκ δὲ τούτου ὄρχεις ἐν ὀσχέῳ κεῖνται.
(28) Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τῇ θηλείᾳ πέφυκε πάντα τὰ αὐτὰ καὶ παραπλήσια· διαφέρει δὲ οὐδὲν ἢ ταῖς ὑστέραις.
(29) ἔστι δὲ ἡ φύσις τῆς ὑστέρας νευρώδης, ὀλίγην σαρκὸς μοῖραν ἔχουσα ἐντός· ἡ δὲ θέσις αὐτῆς μεταξὺ. ἀρχοῦ καὶ κύστεως, μικρὸν ὑπεράνω τῆς ἤβης· τὸ δὲ σχῆμα αὐτῆς ἐκ τῶν ὑπογραφῶν τῶν ἐν ταῖς ἀνατομαῖς θεωρεῖται.
(30) συγκινεῖται δὲ ὁ τράχηλος τῆς μήτρας τῇ διανοίᾳ καθάπερ καὶ τὸ τοῦ ἀνδρὸς αἰδοῖον πρὸς τὰς ἐπιθυμίας ἀναχωροῦν, ἄνω καὶ κάτω. ἔστι δὲ ὅτε καὶ ἀπροαιρέτως καὶ εἰς τὰ δεξιὰ καὶ εἰς τὰ εὐώνυμα ἀναβαίνει οὐ μόνον ὁ τράχηλος αὐτῆς, ἀλλὰ καὶ τὸ ὅλον κύτος· εἰσὶ δὲ αἷς καὶ ἀνεδιπλώθη καὶ πρὸς τὴν ἐπιφάνειαν ἧλθεν. ἀλλὰ περὶ μὲν τῶν μορίων τῶν ἐντὸς καὶ ἐκτὸς ὡς ἐν ἐπιδρομῆς μέρει ἐπὶ τοσοῦτόν μοι ἐπιτετροχάσθω.
(31) Ἄρχεται δὲ ὁ ἄρρην φέρειν τὸ σπέρμα περὶ τὰ δεκατέσσαρα ἔτη γενόμενος, ὅτε καὶ ταῖς θηλείαις τὰ καταμήνα | δειγματίζει.
(32) γεννᾷ. 337v [*](1 νεφροὶ] Arist. hist. anim. A 17 p. 496b34 μετὰ δὲ ταῦτα οἱ νεφροὶ πρὸς αὐτῇ τῇ ῥάχει κεῖνται, ὅμοιοι τὴν φύσιν ὄντες τοῖς βοείοις. ἀνώτερος δὲ ὁ δεξιός ἐστιν ἐν πᾶσι τοῖς ζῴοις τοῖς ἔχουσι νεφρούς· καὶ ἐλάττω δὲ πιμελὴν ἔχει τοῦ ἀριστεροῦ καὶ αὐχμηρότερος ὁ δεξιός 3 ἔχουσι] Arist. 1. c. p. 497a11 ἔχουσι δὲ κοιλίαν, ὥσπερ εἴρηται, μικράν. ἐκ δὲ τοῦ κοίλουτῶν νεφρῶν φέρουσιν εἰς τὴν κύστιν πόροι δύο νεανικοὶ καὶ ἄλλοι ἐκ τῆς ἀορτῆς ἰσχυροὶ καὶ συνεχεῖς. ἐκ μέσου δὲ τῶν νεφρῶν ἑκατέρου φλὲψ κοίλη καὶ νευρώδης ἐξήρτηται 5 τῷ δὲ ἐκ τῆς κύστεως] Arist. l. c. p. 497a24 πρὸς δὲ τὸν καυλὸν τὸν τῆς κύστεως συνήρτηται τὸ αἰδοῖον . . . τούτου δ᾿ ἐξήρτηνται οἱ ὄρχεις τοῖς ἄρρεσι 6 ὄρχεις ἐν ὀσχέῳ] Arist. l. c. Γ 1 p. 510a11 οἱ μὲν αὐτῶν ἔχουσι καθ᾿ αὑτοὺς τοὺς ὄρχεις, οἱ δ᾿ ἐν τῇ καλουμένῃ ὀσχέα, ὅσοι ἔξωθεν 7 τὸν αὐτὸν δὲ τρόπον] Arist. l. c. A 17 p. 497a30 τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τῷ θήλει πάντα πέφυκεν· διαφέρει γὰρ οὐθενὶ τῶν ἔσω πλὴν ταῖς ὑστέραις, ὧν ἡ μὲν ὄψις θεωρείσθω ἐκ τῆς διαγραφῆς τῆς ἐν ταῖς ἀνατομαῖς, ἡ δὲ θέσις ἐστὶν ἐπὶ τοῖς ἐντέροις· ἐπὶ δὲ τῆς ὑστέρας ἡ κύστις. λεκτέον δὲ καὶ περὶ ὑστερῶν κοινῇ πασῶν ἐν τοῖς ἑπομένοις. cf. Γ 1 p. 510b5 9. 10 ἠ δὲ θέσις] Arist. gener. anim. Γ 1 p. 749a29 καὶ γὰρ τῶν ζῳοτοκούντων τὰ μὲν ἄνω πρὸς τῷ ὑποζώματι ἔχει τὰς ὑστέρας, τὰ δὲ κάτω πρὸς τοῖς ἄρθροις, ἂνω μὲν τὰ σελαχώδη, κάτω δὲ τὰ καὶ ἐν αὺτοῖς ζῳοτοκοῦντα καὶ θύραζε, οἷον ἄνθρωπος καὶ ἵππος καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων. cf. Galen. II 887 K, 16 περὶ μὲν τῶν μορίων] Arist. l. c. A 17 p. 497b1 τὰ μὲν οὖν μόρια καὶ τὰ ἐντὸς καὶ τὰ ἐκτὸς τοῦ ἀνθρώπου ταῦτα καὶ τοιαῦτα, καὶ τοῦτον ἔχει τὸν τρόπον 18 ἄργεται] cf. supra p. 20, 3 cum notis 19 γεννᾷ] Arist. hist. anim. H 5 p. 585a34 ἀρχὴ δὲ ταῖς γυναιξὶ τοῦ τεκνοῦσθαι καὶ τοῖς ἄρρεσι, τοῦ τεκνοῦν, καὶ παῦλα ἀμφοτέροις, τοῖς μὲν ἡ τοῦ σπέρματος πρόεσις ταῖς δ᾿ ἡ τῶν καταμηνίων, πλὴν οὖτ᾿ ἀρχρμένων γόνιμα εὐθὺς οὔτ᾿ ἔτι ὀλίγων γιγνομένων καὶ ἀσθενῶν. cf. H l p. 582a16 μέχρι μὲν οὖν τῶν τρὶς ἑπτὰ ἐτῶν τὸ μὲν πρῶτον ἄγονα τὰ σπέρματά ἐστιν) [*](1 ὑείοις D: βοείοις scribendum ex Arist. 4 λεπτοὶ φλεβώδεις corruptum videtur 5 φλέβες addidi 6 συνένωται D. anne scribendum συνήρτηται? ὀσχέῳ scripsi: ὀσχίῳ D 9 ἔχουσα scripsi: ἔχουσαν D 15 αὐτῆς scripsi: ἑαυτῆς D 16 τῶν μορίων iterat D)
(33) ὀχεύει δὲ ὁ μὲν ἄρρην πᾶσαν ὥραν τοῦ ἔτους καὶ ἡ θήλεια ὀχεύεται, ἀλλ᾿ οὐχ ἑστῶτές εἰσιν οἱ χρόνοι αὐτοῖς, καθάπερ καὶ τοῖς ἄλλοις ζῴοις· ὁρμητικώτεροι δέ εἰσιν οἱ μὲν ἄρρενες πρὸς συνουσίαν ἐν τῷ χειμῶνι, αἱ δὲ γυναῖκες τῷ θέρει.
(34) χρόνοι δὲ ἱστάμενοι ταῖς κυούσαις καθάπερ τοῖς ἄλλοις ζῴοις οὐκ εἰσίν, ἀλλ᾿ αἱ μὲν ἑπτὰ μῆνας κυήσασαι ἔτεκον, αἱ δὲ ἐννέα, αἱ δὲ δέκα καὶ τοῦ ἑνδεκάτου τινὲς προσέλαβον. ὅρος δὲ τοῦ γεννᾶν τοῖς μὲν ἀνδράσιν ἕως πεντήκοντα καὶ ἑξήκοντα ἐτῶν, γυναικὶ δὲ ἕως πέντε καὶ τεσσαράκοντα· ἤδη μὲν οὖν πεντηκονταετής τις γενομένη συνέλαβε.
(35) τίκτει μὲν οὖν γυνὴ καὶ τέσσαρα καὶ πέντε καθάπερ ἐν Ἀθήναις ἡ τεκοῦσα πέντε τόκους ἀνὰ πέντε ἄρρενας.
(36) Καὶ περὶ μὲν κυήσεως καὶ χρόνου οὐκ ἀεὶ οὕτως, περὶ δὲ ἐκτέξεως καὶ διδύμων καὶ τερατωδῶν καὶ πῶς ἄρρεν ἢ θῆλυ καὶ περὶ τροφῆς βρέφους καὶ ἀπογαλακτίσεως καὶ καταμηνίων ἐπισχέσεως καὶ τὸ ὅλον τῆς τοῦ σπέρματος οὐσίας καὶ πόθεν φέρεται κατὰ τὸ οἰκεῖον ἐν τῷ πρὸ τούτου συντάγματι καταριθμήσας ἐξεθέμην.
(37) Ἔστι δὲ ὁ ἄνθρωπος καὶ μονήρης καὶ συναγελαστικός· ἐπαμφοτερίζειν γὰρ δύναται. λέγοι δ᾿ ἄν τις καὶ αὐτὸν ἀμφίβιον εἶναι. καὶ γὰρ ἐν τῷ ξηρῷ καὶ ὑγρῷ παρὰ μέρος εἰσὶν οἳ διαιτῶνται καθάπερ ἐν Αἰγύπτῳ καὶ ἐν πολλοῖς τόποις· ἡμέρας μὲν γὰρ ἐν τῷ ὑγρῷ, νυκτὸς δὲ [*](1 ὀχεύει] Arist. hist. anim. E 9 p. 542a19 ὧραι δὲ καὶ ἡλικίαι τῆς ὀχείας ἑκάστοις εἰσὶν ὡρισμέναι τῶν ζῴων . . . 26 ἄνθρωπος δὲ μάλιστα πᾶσαν ὧραν 3. 4 ὁρμητικώτεροι] Arist. l. c. E 8 p. 542a32 ὀργᾷ δὲ πρὸς τὴν ὁμιλίαν τῶν ἀνθρώπων τὸ μὲν ἄρρεν ἐν τῷ γειμῶνι μᾶλλον, τὸ δὲ θῆλυ ἐν τῷ θέρει 5 χρόνοι] Arist. l. c. H 4 p. 584a33 τὰ μὲν οὖν ἄλλα ζῷα μοναχῶς ποιεῖται τὴν τοῦ τόκου τελείωσιν· εἶς γὰρ ὤρισται τοῦ τόκου χρόνος πᾶσιν· ἀνθρώπῳ δὲ πολλοὶ μόνῳ τῶν ζῴων· καὶ γὰρ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ ἐννεάμηνα γίνεται καὶ δεκάμηνα τὸ πλεῖστον· ἔνιαι δ᾿ ἐπιλαμβάνουσι καὶ τοῦ ἑνδεκάτου μηνός 7 ὅρος] Arist. l. c. H 5 p. 585 b 2 παύεται δὲ ταῖς γυναιξὶ ταῖς μὲν πλείσταις τὰ καταμήνια περὶ τετταράκοντα ἔτη, αἷς δ᾿ ἂν ὑπερβάλῃ τὸν χρόνον τοῦτον διαμένει μέχρι τῶν πεντήκοντα ἐτῶν καὶ ἤδη τινὲς ἔτεκον· πλείω δὲ χρόνον οὐδεμία. οἱ δ᾿ ἄνδρες οἱ μὲν πλεῖστοι γεννῶσι μέχρι ἑξήκοντα ἐτῶν, ὅταν δ᾿ ὑπερβάλῃ ταῦτα, μέχρι ἑβδομήκοντα· καὶ ἤδη τινὲς γεγεννήκασιν ἑβδομήκοντα ἐτῶν ὄντες. cf. E 14 p. 545b26 γεννᾷ δ᾿ ἄνθρωπος μὲν τὸ ἔσχατον μέχρι ἑβδομήκοντα ἐτῶν ὁ ἄρρην, γυνὴ δὲ μέχρι πεντήκοντα. ἀλλὰ τοῦτο μὲν σπάνιον· ὀλίγοις γὰρ γεννᾶται ἐν ταύταις ταῖς ἡλικίαις τέκνα· ὡς δ᾿ ἐπὶ τὸ πολὺ τοῖς μὲν πέντε καὶ ἑξήκοντα ὅρος, ταῖς δὲ πέντε καὶ τετταράκοντα 10 τέσσαρα καὶ πέντε] Arist. l. c. H 4 p. 584b31 τίκτουσι δὲ καὶ τρία καὶ τέτταρα . . . πλεῖστα δὲ τίκτεται πέντε τὸν ἀριθμόν· ἤδη γὰρ ὦπται τοῦτο καὶ ἐπὶ πλειόνων συμβεβηκός. μία δέ τις ἐν τέσσαρσι τόκοις ἔτεκεν εἴκοσςν· ἀνὰ πέντε γὰρ ἔτεκε, καὶ τὰ πολλὰ αὐτῶν ἐξετράφη. cf. Antig. hist. mirab. CXIX Phlegon de mirab. c. 28. Athenarum mentio nullo loco reperitur, unus Plinius VII 33 ex Trogo Peloponnesi meminit 15. 16 ἐν τῷ πρὸ τούτου συντάγματι] A 83—92 (p. 25,6—28,18) 17 ἔστι] Arist. hist. anim. A l p. 487b34 τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἀγελαῖα τὰ δὲ μοναδικὰ . . . ὁ δ᾿ ἄνθρωπος ἐπαμφοτερίζει) [*](2. 3 οὐκ ἑστῶτες εἰσὶν D 3 αὐτοῖς scripsi: αὐτῆς D 5 καθαθάπερ D 8 πεντή- κοντα sic D, fortasse scribendum πέντε ex Arist. l. c. 20 τόποις scripsi: τρόποις D)
(38) Ἔστι δὲ τὸ ἦθος ἡ γυνὴ ὡς ἐπὶ πολὺ ἀνδρὸς ἐλεημονεστέρα καὶ ἀριδάκρυον· ἔστι δὲ καὶ φθονερωτέρα καὶ μεμψίμορος καὶ φιλολοιδορωτέρα καὶ πληκτικωτέρα μᾶλλον. ἔστι δὲ καὶ δύσφημον τὸ θῆλυ καὶ δυσέλπιστον καὶ ἀναιδέστερον καὶ εὐαπατητότερον καὶ μνημονικώτερον καὶ ἀκινητότερον καὶ τροφῆς ἐλάττονος δεῖται. παρεκτικώτερον δὲ καὶ μεγαλοψυχότερον τὸ ἄρρεν.
(39) γνωσθείη δὲ ἄμεινον καὶ ἐκ τοῦ προσώπου τὰ ἤθη οὕτως. μέτωπον τὸ μὲν μέγα βραδυνόου ἤθους σημεῖον, τὸ δὲ μικρὸν εὐκινήτου, τὸ δὲ πλατὺ ἐκστατικοῦ· τούτων δὲ τὸ μέσον ἄριστον. ὀφρύες αἱ μὲν ἐπ᾿ ὀρθοῦ κείμεναι μαλακὸν καὶ χρηστὸν ἧθος ὑπογράφουσιν, [*](f. 338r) αἱ δὲ πρὸς τὴν ῥῖνα κεκλασμέναι στρυφνόν, αἱ δὲ πρὸς τοὺς κροτάφους κεκλασμέναι εἴρωνα, αἱ δὲ κατεσπασμέναι φοβερόν. κανθοὶ οἱ μὲν μικροὶ καλοῦ ἤθους σημεῖον, οἱ δὲ κρεώδεις πρὸς τῷ μυκτῆρι πονηροῦ. καὶ ἐὰν μὲν ὅλος ὁ ὀφθαλμὸς ἔξω ἐξίσχῃ ἀναιδοῦς ἦθος· μικρὸς δὲ ὑπάρχων πανούργου καὶ ἀβεβαίου, ὁ δὲ μέσος ἄριδτος. ἀλλὰ ταῦτα μὲν ὑπογραφῆς χάριν εἰρήσθω, πλειόνων δυναμένων λέγεσθαι.
(40) Ὅτι ἀνθρώπου ἀσίτου δῆγμα δυσίατον καὶ ἰχὼρ ἀνθρώπειος προσεγγίσας ἄλλῳ κακόν τι ποιεῖ.