Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(321) ἀνδρὶ μὲν οὖν ὑπνοῦντι προσβαλοῦσα, παραμετρεῖ ἑαυτήν· καὶ εἰ μὲν εἴη τὸ μῆκος ἔχουσα πλέον, καὶ αὐτὴ δή πως ἐπικρατεστέρα γένοιτο ἄν· εἰ δὲ ὁ ἀνὴρ μεῖζον ἔχει τὸ μέγεθος, αὐτὸς ἂν καὶ διαναστὰς ἀροῖτο τὴν νικῶσαν.

(322) ἄνδρα δὲ θηρατὴν οὐκ ἂν λάθοι, καθὼς ἔχει περιφέχειν φύσεως· εἰ μὲν γὰρ ἐπ’ ἀριστερὰ διώκοιτο, ῥᾷον ἂν ἁλώσιμος εἴη, ἐπὶ δεξιὰ δέ τις ἐλαύνων μάτην ἂν πονῶν ὀφθείη καὶ ἀκίχητα, τὸ τοῦ λόγου, διώκων.

(323) ταύτης ἡ χολὴ μάλιστα συνενέγκοι ἀνδρὶ χειμῶνος ἀνιωμένῳ τοὺς ὀφθαλμούς· τῷ μετοπώρῳ γὰρ ἐπιχριομένη τό τε φῶς καθαρὸν ἂν ἅψαι καὶ τὸ καταρρέον αὐτῶν ὑγρὸν ἀναστείλαι.

(324) στρύχνον δὲ μισεῖ καὶ δέδοικεν ὕαινα καθάπερ δὴ καὶ ἄλλα τῶν ζῴων τῶν φυτῶν ἕτερα.

(325) Περὶ ὑαινῶν. Ἐν τῇ Ἀραβίᾳ ὑαινῶν τι γένος φασὶν εἶναι ὃ ἐπειδὰν προίδῃ τι θηρίον ἢ ἀνθρώπου βάλῃ ἐπὶ τὴν σκιὰν ἀφωνίαν ἐργάζεται καὶ πῆξιν τοιαύτην ὥστε μὴ δύνασθαι κινεῖν τὸ σῶμα· τοῦτο δὲ ποιεῖ καὶ ἐπὶ τῶν κυνῶν.

(326) Ἀριστοφάνους περὶ ἄρκτων. Ἡ ἄρκτος ἔχει μὲν δακτόλους πέντε, ὀδόντας τοὺς μὲν ἄνω ὀξεῖς καὶ δστῶτας καθάπερ τὰ καρχαρόδοντα, τοὺς δὲ κάτω συνεχεῖς, γλῶτταν παχεῖαν καὶ πλατεῖαν, μαστοὺς τέσσαρας, δύο πρὸς τῇ κοιλίᾳ καὶ δύο ἐν τοῖς μηροῖς.

(327) βαδίζει δὲ κατὰ διάμετρον.

(328) διοιχθεῖσα δὲ πνεύμονα μὲν ἔχει ἑξαμερῆ, ἧπαρ ἑπτάλοβον καὶ χολὴν ἐπ’ αὐτοῦ, σπλῆνα δὲ ἐκ πολλῶν μερῶν συγκείμενον [*](12 ταὐτης] Τimoth. p. 6, 14 Haupt. ὅτι ἡ χολὴ τῆς ὑαίνης ὠφελεῖ εἰς ὀξυδορκίαν. cf. Galen. t. XIII p. 284 et 942. Plinius hist. nat. XXIX 117 14 στρύχνον] Timoth. p. 6,15 ὅτι φοβεῖται τοῦ στρύχνου τὸ φυτόν, ὡς λύκος τὴν σκίλλαν. cf. Anatodium in Fabricii Bibl. Gr. t. IV p. 300 16 ἐν τῇ Ἀραβίᾳ] Arist. mirab. ausc. 145 p. 845a 24 ἐν δὲ τῇ Ἀραβίᾳ ὑαινῶν τι γένος φασὶν εἶναι, ὃ ἐπειδὰν προίδῃ τι θηρίον ἢ ἀνθρώπου ἐπιβῇ ἐπὶ τὴν σκιάν, ἀφωνίαν ἐργάζεται καὶ πῆξιν τοιαύτην ὥστε μὴ δύνασθαι κινεῖν τὸ σῶμα. τοῦτο δὲ ποιεῖν καὶ ἐπὶ τῶν κυνῶν. cf. Τimoth. p. 6,9 20. 21 δακτύλους] Arist. hist. anim. Β 1 p. 498a33 (ἡ φώκη ἔχει) τοὺς πόδας ὁμοίους χερσίν, ὥσπερ καὶ οἱ τῆς ἄρκτου· πενταδάκτυλοι γάρ εἰσι 21 ὀδἀντας] Arist. hist. anim. Β 17 p. 507b15 τὰ δ΄ ἀμφώδοντα μίαν ἔχει κοιλίαν, οἵον ἄνθρωπος, ὗς, κύων, ἄρκτος, λέων, λύκος 22 μαστοὺς] Arist. l. c. B 1 p.500a22 ὴ δ᾿ ἄρκτος τέτταρας) [*](1 τῷ scripsi: τὸ D 2 nonne αὑτοῦ (cf. v. 5)? 5 πείσεσθαι scripsi: πήσεσθαι D αὺτοῦ scripsi: αὐτοῦ D 7 δή scripsi: δέ D 9 λάθοι scripsi: λάβοι D. uenatorem non lateat, quam callida sit se eircumeenire περὶ, τρέχειν D 10 ἂν ἁλώσιμος scripsi: ἀναλώσῳος D 13 ἂν ἄψαι seripsi (poteras etiam ἂν ἀνάψαι): ἀνάψαι D 14 ἀναστείλαι scripsi: ἀναστεῖλαι D 16 ἀρραβίᾳ D 17 ἀνθρώπου βάλῃ scripsi: ἄνθρωπον, βάλλει D ἀφωνίαν Arist.: ἀφθονεῖν D 18 ἐργέζεται—κινεῖν omissa in D ex Arist. explevi)

102
καθάπερ ὁ βόειος νεφρός· αἰδοῖον ὁ ἄρρην μακρὸν ὡς καὶ ὁ ἐλέφας, τοὺς δὲ ὄρχεις ἔσω πρὸς τῇ ὀσφύι καθάπερ οἱ ἀλεκτρυόνες.

(329) ὀργᾷ δὲ ἡ ἄρκτος ἄλλοτε ἄλλως· καιρὸς δὲ τῆς κυήσεως αὐτῇ οὐκ ἔστιν ἑστώς.

(330) ὀχεύουσι δὲ παρακεκλιμένοι οἱ ἄρρενες πρὸς τὰ ὀπίσθια τῶν θηλειῶν.

(331) κύει δὲ πάσας τὰς ἡμέρας τριάκοντα· τίκτει δὲ ἓν ὅ ἔστι τῷ μεγέθει ἔλαττον μὲν γαλῆς, μεῖζον δὲ μυός, ἄναρθρον καὶ τυφλόν. θεραπεύει δὲ τὸ σκυμνίον καθάπερ καὶ ἡ κύων.

(332) ἔστι δὲ καὶ. f.364v ἡ θήλεια ἀνδρειοτέρα τοῦ ἄρρενος.

(333) λέγεται δὲ φωλεύειν τὸ ζῷον τοῦτο ἡμέρας τὰς χειμεριωτάτας τριάκοντα, ὡς ἑπτὰ μὲν οὐδ’ ὅλως κινεῖσθαι, τὰς δὲ ἄλλας εἰκοσιτρεῖς μόνον στρέφεσθαι. ἐξελθοῦσα δὲ ἐκ τοῦ φωλεοῦ μασᾶται ξύλα καὶ ἄλλα κάρφη ὥσπερ ὀδοντοφυοῦσα.

(334) ἔστι δὲ τὸ ζῷον τοῦτο παμφάγον καὶ ἐπιτιλθέμενον πᾶσι· χρῆται δὲ τοῖς κρέασι προσήπουσα αὐτά.

(335) φεύγουσαι δέ ποτε καὶ λαβόμεναι δένδρων, κάτω τὴν κεφαλὴν ποιήσασαι, τὰ δὲ ὀπίσθια ἄνω, οὕτως ἀναβαίνουσι.

(336) ζῇ δὲ ἡ ἄρκτος ἔτη τριάκοντα ἢ μικρῷ πλέον ἢ ἔλαττον.

(337) Αἰλιανοῦ. Αἱ ἄρκτοι τῶν θηρατῶν τοὺς εἰς στόμα πεσόντας καὶ τὸ πνεῦμα εἰς ἑαυτοὺς ὤσαντας ὀσφρησάμεναι ὡς νεκροὺς παραλιμπάνουσι, καὶ δοκεῖ τοῦτο τὸ ζῷον νεκρὸν βδελύττεσθαι.

(338) Ἡ ἄρκτος χειμῶνος μὲν ἀποτίκτει, καὶ φωλεύει τεκοῦσα, καὶ ὑφορωμένη τοὺς κρυμοὺς τὴν ἐπιδημίαν τοῦ ἧρος μένει, οὐδ’ ἂν πρὶν ἢ [*](4 ὀχεύουσι] Arist. hist. anim. Ε 2 p. 539 b33 τῶν δὲ τετραπόδων αἱ ἄρκτοι παρακεκλιμέναι τὸν αὐτὸν τρόπον ὅνπερ τἀλλα ἐπὶ τῶν ποδῶν ποιούμενα τὴν ὀχείαν, πρὸς τὰ πρανῆ τῶν θηλειῶν τὰ ὕπτια τῶν ἀρρένων. cf. Arist. 1. e. Ζ 30 p.579 a18 5 κύει] Arist. 1. c. p. 579a20 κύει δ΄ ἄρκτος τριάκονθ’ ἡμέρας. τίκτει δὲ καὶ ἓν καὶ δύο, τὰ δὲ πλεῖστα πέντε. ἐλάχιστον δὲ τίκτει τὸ ἔμβρυον τῷ μεγέθει ὡs κατὰ τὸ σῶμα τὸ ἑαυτῆς· ἔλαττον μὲν γὰρ γαλῆς τίκτει, μεῖζον δὲ μυός, καὶ ψιλὸν καὶ τυφλόν, καὶ σχεδὸν ἀδιάρθρωτα τὰ σκέλη καὶ τὰ πλεῖστα τῶν μορίων 7 θεραπεύει] Arist. 1. c. l 6 p.  611b32 αἱ δ’ ἄρκτοι, ὅταν φτὐγωσι, τὰ σκυμνία προωθοῦσι καὶ ἀναλαβοῦσαι φέρουσιν. cf. Ael. nat. anim. VΙ 9 〈p. 142 4—14 Herch.〉 ἔστι] Arist. hist. anim. l 1 p. 608a33 ἀθυμότερα δὲ τὰ θήλεα πάντα τῶν ἀρρένων πλὴν ἄρκτου καὶ παρδάλεως· τούτων δ΄ ἡ θήλεια δοκεῖ εἶναι ἀνδρειοτέρα 8 λέγεται] Arist. l. e. Θ 17 p. 600a28 ὅτι μὲν οὖν φωλοῦσιν αἱ ἄγριαι ἄρκτοι φανερόν ἐστι, πότερον δὲ διὰ ψῦχος ἢ δι’ ἄλλην αἰτίαν ἀμφισβητεῖται...b3 τὸ δ΄ ἐλάχιστον φωλεῖ περὶ τετταράκονθ’ ἡμέρας· τούτων δὲ δίς ἑπτὰ λέγουσιν ἐν αἷς οὐδὲν κινεῖται, ἐν δὲ ταῖς πλείοσι ταῖς μετὰ ταῦτα φωλεῖ μὲν κινεῖται δὲ καὶ ἐγείρεται. ef. infra § 338 10 ἐξελθοῦσα] Arist. 1.c.l 6 p. 611b34 καὶ ὅταν ἐκ τοῦ φωλεοῦ ἐξέλθωσι, πρῶτον τὸ ἄρον ἐσθίουσιν, ὥσπερ εἵρηται πρότερον, καὶ τὰ ξύλα διαμασῶνται ὥσπερ ὀδοντοφυοῦσαι. cf. § 338 11 ἔστι] Arist. hist. anim. Θ 5 p. 594b5 ἡ δ΄ ἄρκτος παμφάγον ἐστί. . .9 διὰ γὰρ τὴν ἰσχὺν ἐπιτίθεται οὐ μόνον τοῖς ἐλάφοις, ἀλλὰ καὶ τοῖς ἀγρίοις ὑσίν, ἐὰν δύνηται λαθεῖν ἐπιπεσοῦσα, καὶ τοῖς ταύροις 12 χρῆται] Arist. l. c. p. 594b16 τὰ δὲ κρέα πάντα κατεσθίει προσήπουσά πρῶτον 13 φεύγουσαι] Arist. Ι. c. l 6 p. 611b33 ὅταν δ΄ ἐπικαταλαμβάνωνται, ἐπὶ τὰ δένδρα ἀναπηδῶσιν. cf. Ael. nat. anim. VI 9 (p.142,4—8 Herch.) 16 αἱ ἄρκτοι] Ael. 1.e. V 49 (p.132,21—24 Herch.) 19 ή ἄρκτος] Ael. 1.e. VI 3 (p.139,32—140,23 Herch)) [*](3 αὐτῇ scripsi: αὐτῆς D 10 στρέφεσθαι scripsi ex Aeliano: τὸἕφεσθαι D 11 μασᾶται D 16 Οἰλιανοῦ culpa rubricatoris D αἱ Ael.: οἱ D 19 Ἡ scripsi: 0 culpa rubricatoris D ἡ ἄρκτος om. Ael. 20 κρυμοὺς Ael.: κρυμοὺς ex κρημνοὺς correxit D1 προσμένει Ael.)

103
πληρωθῆναι τρεῖς μῆνας ἐξάγοι ποτὲ τὰ βρέφη. ὅταν δὲ αἴσθηται ἑαυτῆς πεπλησμένης, ὑφορωμένη τοῦτο ὡς νόσον, ζητεῖ φωλεόν. ἐντεῦθέν τοι καὶ κέκληται τῇ ἂρκτῳ φωλεία τὸ πάθος. εἶτα εἰσέρχεται οὐ βαδίζουσα, ἀλλ’ ὑπτία, ἀφανίζουσα τοῖς θηραταῖς τὰ ἴχνη· ἑαυτὴν γὰρ ἐπισύρει κατὰ νώτου. καὶ παρεισελθοῦσα ἡσυχάζει, καὶ τρόπον τινὰ τὴν ἕξιν ῥινᾷ, καὶ δρᾷ τεσσαράκοντα ἡμέρας αὐτό. καὶ λέγει μὲν Ἀριστοτέλης ὅτι ἄρα δὶς ἑπτὰ ἡμερῶν ἀκίνητος μένει καὶ ἀτρεμεῖ, τῶν δὲ ἄλλων στρέφεται μόνον. ἄσιτος δὲ ἄρα διαμένει τῶν τεσσαράκοντα πασῶν καὶ ἄτροφος, ἀπόχρη δὲ αὐτῇ τὴν δεξιὰν περιλείχεσθαι. ἐκ δὲ τῆς συντήξεως τῆς ἂγαν συνέπτυκται τὸ ἔντερον αὐτῇ καὶ συνῆλθεν. ὅπερ εἰδυῖα, ὅταν προέλθῃ, τοῦ καλουμένου ἄρου τοῦ ἀγρίου ἐσθίει. τὸ δὲ ἄρον φυσῶδες ὂν διίστησιν αὐτῇ τὸ ἔντερον καὶ εὐρύνει αὐτὸ καὶ ἀποφαίνει τροφῆς δεκτικόν. ὅταν δὲ αὖ πάλιν ᾖ πεπληρωμένον, μυρμήκων ἐσθίει καὶ κενοῦται ῥᾷστα, κενώσεις μὲν δὴ φυσικαὶ τῶν ἄρκτων καὶ πληρώσεις εἰς δέον εἰς τοσοῦτον εἴρηνταί μοι, [*](f.365r) μήτε ἰατρῶν μήτε γραμμάτων ὡς ἄνθρωποι δεόμεναι.

(339) Σοφία δὲ ἄρκτου καὶ ἐκεῖνο· διωκομένη μετὰ τῶν σκυλάκων προωθεῖ αὐτἀ εἰς ὅσον δύναται, ὅταν δὲ ἀπείπῃ τὸ μὲν κατὰ τὸν νῶτον ἐχόμενον τοῖς ὄνυξι, τὸ δὲ κατὰ τοῦ στόματος φέρει, καὶ δένδρου λαβομένη ἀναπηδᾷ. ταύρῳ δὲ λιμώττουσα ἐὰν ἐντύχῃ, ἐξ εὐθείας οὐ μάχεται, προσθέτοις, παλαίει δέ, καὶ τοῦ τένοντος λαβομένη κλίνει καὶ ἐσθίει· καὶ ὁ μὲν πιέζεται καὶ μέμυκε, καὶ τελευτῶν ἀπεῖπε καὶ κεῖται, καὶ ἐκείνη ἐμπίπλαται.

(340) Ἐκ τοῦ Τιμοθέου. Τῇ ἄρκτῳ δὲ τὸ σκυμνίον ἄμορφόν τε καὶ ἄναρθρον οὐκ ἐκ τῆς νηδύος, ἀλλ’ ἐκ τοῦ λαιμοῦ προῖέναι λόγος κατέχει, καὶ τάχα δὴ τῷ σπεύδειν ἤδη περὶ τὴν μίξιν ἐξαμβλοῖ τὸ τικτόμενον καὶ ἀτελὲς ἀφίησι πρὸ τῆς ὥρας. καὶ γὰρ ἄνευ λαγωοῦ καὶ λύκου θὴρ πᾶσα θήλεια παρ’ ὅλον δήπου τὸν τῆς κυήσεως χρόνον ἀπαγορεύει τὴν μίξιν. ἤδη δὲ περὶ τὸ ὠδίνειν οὖσα τῇ ἀστρῴᾳ ἄρκτῳ προσανατενίζει καὶ κουφοτέρας ὑφίσταται τὰς ὠδῖνας.