Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(301) ὁ οὖν ἄρρην τὰ κοινὰ τέκνα ἐσθίων εἰς ἑτέρων παίδων πόθον κινήσας αὐτὴν ἀπολαύει πάλιν τοῦ ἔρωτος. μισοῦσι δὲ τὰ δυσώδη· διὸ καὶ τὰ ἑαυτῶν περιττώματα βόθρον ὀρύξαντες καὶ γῆν ἐπιμέμφεται βαλόντες ἀφανίζουσιν.

(302) Ἐκ τοῦ Τιμοθέου. Τὸ μυοκτόνον τουτὶ θηρίον, ὃ λέγεται αἴλουρος, τοῖς ὅλοις μὲν ἔοικε τῇ παρδάλει, ποσί τε καὶ ἅλμασι καὶ τάχει τῆς οὐρᾶς, οἷα στίγματα φερούσης μελαυγῆ. ἐζήλωκε δὲ οὐδὲν ἧττον καὶ τὸ ποικίλον αὐτο τῆς δορᾶς, πλὴν ὅσον ὁ μὲν κυαναῖς ῥάβδοις ἐστὶ κατάγραφος, ἡ δὲ πάρδαλις ὥσπερ ἀστέρων κύκλοις ἔστικται μέλασι τὴν χροιάν. λόγος οὖν ἔχει νόθον εἶναί τι γένος αὐτὰς τῶν παρδάλεων.

(303) αἱ γοῦν τούτων θήλειαι ἀκατάσχετοί εἰσι καὶ ἐπίφοροι πρὸς τὴν μίξιν, πρότεραί τε τοὺς ἄρρενας εἰς τοῦτο διερεθίζουσι.

(304) πλὴν οὖτος μὲν οὐ πάνυ τι δι’ ἔχθρας γίνεται τοῖς μυσίν· ἄλλος δέ τίς ἐστιν ἄγριος, ὅς νύχιον μὲν ὑφίσταται πλάνον, ἀνθρώποις δὲ προστυχὼν ἐφαλλόμενος αὐτῶν τοῖς προσώποις ἀμόσσει.

(305) ἔχει δὲ τοὺς ὀφθαλμοὺς ὁ θὴρ συμπάσχοντας τῇ σελήνῃ καὶ ὅπως αὕτη διάκειται δηλοῦσιν οὖτοι τῷ βουλομένῳ· ἡβῶσα μὲν γὰρ ἢ φθίνουσα, ὁπότε καὶ ὀξὺ τὸ κέρας ἐκτείνει, τότε δὴ συνδιατείσιτεῖται] [*](1 e Τimotheo haud dubie continuatum 9 ὀχεύει] Arist. hist. anim. 2 p. 540a 10 οἱ δ΄ αἴλουροι (ὀχεύουσιν) οὐκ ὄπισθεν συνιόντες, ἀλλ’ὁ μὲν ὀρθός, ἠ δὲ θήλεια ὑπομνήσεως τίθησιν ἑαυτήν 10 κύουσι] Arist. 1. e.Z 35 p. 580a23 οἱ δ΄ αἴλουροι καὶ οἱ ἰχνεύμονες τίκτουσιν ὅσαπερ καὶ οἱ κύνες, καὶ τρέφονται τοῖς αὐτοῖς· ζῶσι δὲ περὶ ἔτη ἔξ 12 Αἰλιανοῦ] Ael. nat. anim. VΙ 26 (p.151,29-32 Ηerch.) 15 ὁ οὑν ἄρρην] cf. Ael. Ι. c. VΙ 27 (p.152,1—7 Ηerch.) 19 τὸ μυοκτόνον] Τimoth. p.22,3 Haupt. κεφ. λς΄. περὶ αἰλοὐρου. ὅτι ὁ αἴλουρος ὁ λεγόμενος παρ’ ἡμῖν κατὰ συνήθειαν ῥωμαϊστὶ κάττα λέγεται ὡς ἐκ μίξεως πάρδου γένοιτο κατὰ τὴν Λιβύην 24. 25 αἱ γοῦν τούτων θήλειαι] Τimoth. p. 22,5 λέγεται δὲ ἡ θήλεια πορνικωτέρα εἶναι καὶ τὸν ἄρρενα σαίνειν ἐν συνουσίᾳ) [*](7 σπλῆνα scripsi: σωλῆνα D 12 Ἡιλιανοῦ culpa rubricatoris D ὅτι τῶν desunt in Ael. 20 τάχει nisi hiat oratio corruptum. 25 ἀκατάσχετοι scripsi: καὶ ἂσχετοι D 30 αὕτη scripsi: αὐτὴ D 31 ἢ scripsi: ἡ D)

99
νεται καὶ τῷ θηρὶ τὸ ὄμμα ὀξύ τε καὶ πλάγιον καὶ πρὸς ἑκάτερα τὰ. [*](f.363r) μέρη ῥέπον, ἡνίκα δὲ πλήρης ἐστὶ καὶ εὅκυκλος ἤδη καὶ συγκεκροτημένη, τότε δὴ κἀκεῖνο κυκλοειδὲς ἐν ἴσῳ πέφυκε τῷ σχήματι βλέπειν.

(306) ἀεὶ δὲ διεγρηγόρασι τὰ σκυμνία καὶ οὐδὲν ἂν αὐτῶν θεάσῃ τῷ ὕπνῳ κάτοχον. εἰ γάρ τι δὴ καὶ ὑπνώσειεν, ἀλλ’ αὐτῷ πάντες ἐφαλλόμενοι καταξανοῦσι τοὺς ὀφθαλμοὺς οἷα δὴ καὶ χλευάζοντες ὡς ἀνάξιον ὄν τῆς τεκούσης.

(307) ἐχθρὸν δὲ αὐτοῖς τὸ μύρον, καθάπερ ἄρα πέφυκε καὶ γυψί· ταῦτα δὲ καὶ περὶ ἰκτίδος οἱ πολλοὶ λέγουσιν, εἰσὶ δὲ σἳ τῷ αἰλούρῳ μόνῳ προσήκειν φασίν.

(308) Ἀριστοφάνους. Ὅτι ὕαινά ἐστι μὲν καὶ αὐτὴ καρχαρόδους καὶ πολυσχιδής, πορεύεται δὲ κατὰ διάμετρον.

(309) ἀνατμηθεῖσα δὲ τὰ ἐντὸς ἔχει ὅμοια λύκῳ πλὴν τοῦ ἥπατος, τοῦτο δὲ ὑικόν.

(310) ἔχει δὲ καὶ ὑπὸ τὴν κέρκον τὰ αἰδοῖα καὶ ὁ ἄρρην καὶ ἡ θήλεια καὶ περισσότερόν τινα τόπον ἔγκοιλον, πόρον μὴ ἔχοντά φασι.

(311) κοιλίαν δὲ ἔχει τὸ μέγεθος ὕαινα κυνός.

(312) ἔχει δὲ καὶ χαίτην ὁμοίαν ἵππῳ· ἐπιτίθεται δὲ ἀνθρώπῳ. τοὺς δὲ κύνας ἐμοῦσα θηρεύει μιμουμένη τὸν ἄνθρωπον. λέγεται δὲ καὶ τυμβωρυχεῖν τὸ ζῷον τοῦτο.

(313) τὰ δὲ περὶ τὴν κύησιν καὶ ἔκτεξιν κυνὸς πάντα ἔχει.

(314) Τοῦ Αἰλιανοῦ. Ἡ ὕαινα, ὡς Ἀριστοτέλης λέγει, ἐν τῇ ἀριστερᾷ χειρὶ ἔχει δύναμιν ὑπνοποιόν, καὶ ἐνεργάζεται κάρον μόνον προσθιγοῦσα· πάρεισι γοῦν ἐς τὰ αὔλια πολλάκις, καὶ ὅταν ἐντύχῃ τινὶ καθεύδοντι προσελθοῦσα ἡσυχάζει, τήν τε ὑπνοποιόν, ὡς ἂν εἴποις, χεῖρα ὑπέθηκε τῇ ῥινί, ὁ δὲ ἕλκεται καὶ πιέζεται, ἡ δὲ μᾶλλον ἀναισθήτῳ ἔοικε. καὶ ἐκείνη μὲν ὑπορύττει τὴν γῆν ὑπὸ τῇ κεφαλῇ ἐς τοσοῦτον, ἐς ὅσον ἀνέκλασεν [*](4 ἀεὶ] Τimoth. p.22, 7 Haupt. ὅτι οἱ σκύμνοι φυλάττουσιν ἀλλήλους ἐν τῷ καθεύδειν. ἐὰν δέ τινα ἵδωσιν * * * διασπαράττουσιν αὐτόν. τινὲς δὲ ταῦτα λέγουσι περὶ τῆς ἴκτιδος, ἥτις λέγεται ἐν τῇ ἡμετέρᾳ συνηθείᾳ αἵλουρος 12 ἔχει] Arist. hist. animm. Ζ 32 p. 579 b16 περὶ δὲ τῶν αἰδοίων ὅ λέγεται, ὡς ἔχει ἂρρενος καὶ θηλείας, ψεῦδός ἐστιν. ἀλλ’ ἔχει τὸ μὲν τοῦ ἄρρενος ὅμοιον τῷ τῶν λύκων καὶ τῶν κυνῶν, τὸ δὲ δοκοῦν θηλείας εἶναι ὑποκάτω μὲν ἔχει τῆς κέρκου, παραπλήσιον δ' ἐστὶ τῷ σχήματι τῷ τοῦ θήλεος, οὐκ ἔχει μέντοι οὐδένα πόρον· ὑποκάτω δ΄ ἐστὶν αὐτοῦ ὁ τῆς περιττώσεως πόρος. ἡ δὲ θήλεια ὕαινα ἔχει μὲν καὶ τὸ ὅμοιον τῷ τῆς θηλείας λεγομένῳ αἰδοίῳ, ἔχει δ΄ ὧσπερ ὁ ἄρρην αὐτὸ ὑποκάτω τῆς κέρκου, πόρον δ΄ οὐδένα ἔχει· μετὰ δὲ τοῦτο ὁ τῆς περιττώσεώς ἐστι πόρος, ὑποκάτω δὲ τούτου τὸ ἀληθινὸν αἰδοῖον 15 χαίτην] Arist.Ι. e. Θ 5 p.594 a31 ὄν δὲ καλοῦσιν οἱ μὲν γλάνον οἱ δ΄ ὕαιναν, ἔστι μὲν τὸ μέγεθος οὐκ ἐλάττων λύκου, χαίτην δ΄ ἔχει ὥσπερ ἵππος, καὶ ἔτι σκληροτέρας καὶ βαθυτέρας τὰς τρίχας, καὶ καθ’ ὅλης τῆς ῥάχεως· ἐπιβουλεύει δὲ καὶ θηρεύει τοὺς ἀνθρώπους, τοὺς δὲ κύνας καὶ ἐμοῦσα θηρεύει ὥσπερ οἱ ἄνθρωποι· καὶ τυμβωρυχεῖ δὲ ἐφιέμενον τῆς σαρκοφάγος τῆς τοιαύτης 19 τοῦ Αἰλιανοῦ] Ael. nat. anim. VΙ 14 (p.144,4—18 Herch.)) [*](4 οὐδὲν ἂν αὐτῶν scripsi: οὐδένα ἂν αὐτὸν D θεάσῃ sic D 5 τι scripsi: τοι D αὐτῷ scripsi: αὐτὸ D 6 δὴ scripsi: δὲ D 6. 7 τῆς τεκούσης scripsi: τῇ τεκούσῃ D 7 αὐτοῖς scripsi: αὐτῶν D 13 οἱδοῖα D 14 φασί D: fortasse φύσει 22 ἡσυχάζει τήν τε D: ἡσυχάζει καὶ τὴν Ael.: ἡσυχάζει καὶ delevit Ηercher 23 ἕλκεται D Ael.: ἄγχεται Ηercher (latet θέλγεται Diels ef. infra p.108,27) ἡ δὲ μᾶλλον D: καὶ μᾶλλον Ael.: fortasse latet καὶ δὴ: totum locum delevit Hercher 24 ὑπορρὐττει D τὴν γῆν τὴν ὑπὸ Ael. ἐς ἐς τοσοῦτον D)

100
ἐς τὸν βόθρον, καὶ τὴν φάρυγγα ὑπτίαν ἀπέφηνε καὶ γυμνήν· ἐνταῦθά τε ἡ ὅαινα ἐνέφυ καὶ ἀπέπνιξε, καὶ ἐς τὸν φωλεὸν ἀπάγει. καὶ τοῖς κυσὶ δὲ ἐπιτίθεται ἡ αὐτὴ τὸν τρόπον ἐκεῖνον. ὅταν ᾖ πλήρης ὁ τῆς σελήνης κύκλος, κατόπιν λαμβάνει τὴν αὐγὴν καὶ τὴν αὐτῆς σκιὰν ἐπιβάλλει τοῖς [*](f.363v) κυσί, καὶ παραχρῆμα αὐτοὺς κατεσίγασε, καὶ καταγοητεύσασα ὡς αἱ φαρμακίδες εἶτα ἀπάγει σιωπῶντας καὶ κέχρηται ὅ τι καὶ βούλεται τὸ ἐντεῦθεν αὐτοῖς.

(315) Ἐκ τοῦ Τιμοθέου. Ἡ ὕαινα ζῷον τῷ λόκῳ μὲν ἰσομέγεθες, ὀδὺ δὲ τὴν τρίχα ἐστὶ καὶ λάσιον, ἕν τε ὀστοῦν ἀπὸ τῆς κεφαλῆς αὐτῇ μέχρι καὶ ἐς οὐρὰν διήκει· τῷ τοι καὶ ἀνεπίστροφος ὁ αὐχὴν καὶ ὁ δρόμος ἰθυτενὴς τῷ θηρίῳ.

(316) τοῦτο δὲ διὰ πόθον ξενικῶν ἐρώτων τῷ λύκῳ μίγνυται, καὶ τὸ τεχθὲν οὔτε λύκῳ τὴν μορφὴν ἔχει ὁμοίαν οὔδ᾿ ὑαίνῃ φέρει παραπλησίαν, ἀλλόκοτον δὲ ὅλως ἐστὶ καὶ δεινῶς ἄγριον· ὅθεν δή τινα λόχμην ἢ καὶ πέτραν ὑποδυόμενον ἀνθρώποις ἐπιτίθεται καὶ ποιμνίοις. ταύτῃ τοι καὶ μονόλυκον αὐτὸν οἱ νομεῖς καλοῦσιν ἀπὸ τοῦ ἤθους.

(317) μιαρὸν δὲ οὖσα ζῷον ἡ ὕαινα καὶ * χαῖρον ἑάλω πάσῃ τροφῇ. λόγος ἐστὶ καὶ τῶν τάφων ἀποσυλῶσαν αὐτὴν τὰ νεκρὰ θοινᾶσθαι.

(318) ἥδεται μέντοι μάλιστα κυνείων ἐμφορουμένη κρεῶν. ἐπειδὰν οὖν αὐτοὺς ὑλακτοῦντας ἴδῃ, τοὺς κύνας πράως ὕπεισι σαίνουσα καὶ τῇ οὐρᾷ καταψῶσα καὶ ἠρέμα τούτοις τιθασεύουσα τὸν θυμόν· διεγείρουσά τε πρὸς παιδιάν, τοῦτο μὲν ἑαυτὴν ἀνῆκεν ὑπτίαν, τοῦτο δὲ καὶ γαστρὶ αὐτῶν ἐφάλλεται καὶ τοῖς νώτοις, δήγμασί τε οὐδὲν λυποῦσιν ἐφάπτεται κακοήθως. ὁπότε δὲ ἀνεθέντας ἴδοι, τὴν σκηνὴν ἀποδυσαμένη κραταιῶς ἐνέφυ τῷ φάρυγγι καὶ ὅπερ ἤν ἐδηλώθη, οὐ φίλη αὐτοῖς οὖσα καὶ συνήθης, ἀλλ’ ἀγρία τὸ ἦθος καὶ δυσμενής.

(319) ὑποδήμασι μὲν οὖν ποιηθεῖσι δορᾶς ὑαίνης εἴ ποτε χρήσαιο ἀβλαβὴς ἂν διὰ μέσου κυνῶν διέλθῃς μηδὲ ὑλακῆς αὐτῶν ἐπακούσας.

(320) λέγεται δῆ καὶ βλέπειν ὕαιναν ἴσα καὶ φωτὶ κατὰ νύκτα καὶ μεμνῆσθαί πως γοητείαν ὑπὸ τῆς φύσεως. ὅθεν δὴ νυκτὸς [*](8 ἡ ὕαινα] Τimoth.p.5,3 Haupt. ὅτι τρίχα ἔχει ὀξεῖαν καὶ πυκνήν. ὅτι τὸν τράχηλον οὐ κάμπτει, ἐπειδὴ ἔν ὀστοῦν ἔχει ἀντὶ σφονδύλου 11 τοῦτο] Timoth. p.5,6 ὅτι συγγίνεται λύκῳ καὶ τίκτει τὸν καλούμενον μονόλυκον, ὅς οὐκ ἀγελάζεται ἀλλὰ μόνος διάγει, ἅρπαξ ἀνθρώπων καὶ θρεμμάτων 17 λόγος] Timoth. p.6,3 ὅτι ἀπὸ τῶν τάφων κλέπτει τὰ σεσηπότα σώματα 18 ἐπειδὰν] Timoth. p.6,7 ὅτι τοὺς κύνας κολακεύει καὶ πιέζουσα τῷ στόματι πνίγει 25 ὑποδήμασι] Timoth. p.6,17 ὅτι ἐάν τις ἔχῃ ὑπόδημα ἀπὸ δέρματος ὑαίνης καὶ παρέλθῃ διὰ κυνῶν, οὐ φοβεῖται 27 λέγεται] Timoth. p. 6,4 ὅτι ἐν νυκτὶ βλέπει ὡς ἐν ἡμέρᾳ 28 ὅθεν] Τimoth. p.6,9 ὅτι ἐν σελήνῃ ἐρχομένη ἐὰν κυνὸς ὄντος ἐπὶ στέγους λάβηται κάτωθεν τῆς αὐτοῦ σκιᾶς, αὐτὸν καταφέρει ἄνωθεν τὸν κύνα. ef. Ael. nat. anim. III 7 (p.61,27 Herch.). Geopon. XV 1,10) [*](1 ὑπτίαν Ael.: ὑπτία D τὲ D: δὲ Ael. 2 καὶ τοῖς D Ael.: καὶ delevit Hercher 4 λαμβάνει τὴν αὐγὴν Ael.: λαμβάνη τὴν γῆν D αὐτῆς Hercher: αὐτῆς D Ael. libri σκιὰν Ael.: σκϊ καὶ D 9 τὴν τρίχα scripsi: τῇ τρίχα D 10 τοι ex τι correxit D 13 δεινῶς scripsi: δεινῷ D 16 post καὶ lacunam indicavi 17 ἀποσυλῶσαν D 19 ἵδη ex ἤδη correxit D¹ 26 διέλθης sic D)

101
σελήνης ὑπολαμπούσης,  κύνα πρὸς τῷ τέγει κείμενον ἄνωθεν αὐτὸν καθαιρεῖ τῷ εἰδώλῳ τῆς αὐτοῦ σκιᾶς ἀρρήτως καταφαρμάξασα. | μέλει τοιγαροῦν [*](f.364r) αὐτῇ καθ’ ὅσον ἐστὶ δύναμις λάθρα τῇ σκιᾷ προσβαλεῖν καὶ μηδεμίαν τῷ κυνὶ παρασχεῖν αἴσθησιν. εἰ γὰρ αὐτὸς θεάσαιτο πρῶτος, εἰδὼς ὃ μέλλει πείσεσθαι πέφευγε, καὶ τὴν αὐτὸς αὑτοῦ σκιὰν ἀποκρύπτει.