Historiae Animalium Epitome
Aristophanes of Byzantium
Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885
(341) ἔστι δὲ ἀδηφάγον ζῷον ἡ ἄρκτος· δένδρων τε γὰρ καρποὺς ἐσθίει, καὶ μύρμηκας καὶ μελίσσας ἐπιλαφύσσει, τῶν καρκίνων τε καταγνῦσα τὸ ὄστρακον διατρώγει τὴν σάρκα.
(342) Ἐκ τοῦ Ἀριστοτέλους Περὶ παραδόξων ἀκουσμάτων. Ἐν Μυσίᾳ φασὶν ἄρκτων τι γένος εἶναι λευκῶν αἳ ὅταν κυνηγῶνται ἀφίασι τοιαύτην πνοήν, ὥστε τῶν κυνῶν τὰς σάρκας σήπειν, ὡσαύτως δὲ καὶ [*](16 σοφία] cf. Ael. nat. anim. VI 9 (p.142,4—14 Herch.) 25 καὶ γὰρ] cf. A 100 p. 30,1 32 ἐν Μυσίᾳ] Arist. mirab. ause.144 p. 845a17) [*](1 ἐξαγάγοι Ael. 2 ἔνθεν τοι Hercher 3 φωλέα D ἀλλὰ Ael. 4 κατὰ τὰ νῶτα Ael. 5 ἕζιν ῥινῷ sic D Ael 5, 6 τετταράκοντα Ael. 6 ἡμέρας D: ἡμερῶν Ael. 9 περιλείχεσθαι D: περιλιχμᾶσθαι Ael. συνέπτυκται Ael.: συνέπυκται D 11 ἄρον Ael.: ἂρα D αὐτῇ Ael.: αὐτὸ D 13 πεπληρωμένη Ael. 14 εἰς τοσοῦτον delevit Hercher εἴρηνταί Ael.: εἴρηταί D 15 γραμμάτων D: συγγραμμάτων Ael.: συγκραμάτων Weigelius ὡς D: ὧ Ael. 16 σοφία D Ael.: σοφὰ Hercher καὶ ἐκεῖνο D: ἦν ἂρα ἐκεῖνα Ael. 28 ὠδῖνας scripsi: ὀδύνας D 32 λευκῶν D: λευκόν Arist. 33 ὥστε—ποιωῖν (104,1) omissa in D ex Arist. addidi)
(343) Λέγουσι δὲ τὸ τῆς ἄρκτου στέαρ ὅταν διαπεπηγὸς ὑπὸ τὸν χειμῶνα, καθ’ ὅν ἂν χρόνον ἐκείνη φωλεύγῃ, αὐξάνεσθαι καὶ ὑπεραίρειν τὰ ἀγγεῖα, ἐν οἷς ἂν ᾖ.
(344) Ἐκ τῆς Ἑξαημέρου τοῦ θείου Βασιλείου. Νωθρὰ ἡ φύσις τῆς ἄρκτου, ἰδιότροπον καὶ τὸ ἧθος, ὕπουλον, βαθύ, ἐνδεδυκός, ὅμοιον ἠμφίεσται καὶ τὸ σῶμα, βαρύ, συμπεπηγός, ἀδιάρθρωτον, πρέπον τῷ. [*](f.365v) ὄντι φωλάδι κατεψυγμένῃ. αὕτη πολλάκις, βαθυτάταις κατατρωθεῖσα πληγαῖς, ἑαυτὴν ἰατρεύει πάσαις μηχκναῖς τῷ φλόμῳ τούτῳ ξηρὰν τὴν φύσιν ἔχοντι τὰς ὠτειλὰς παραβυουσα.
(345) Ἀριστοφάνους. Μῦς ἔστι μὲν καρχαρόδους καὶ πολυσχιδής, ἔχει δὲ δύο πόδας καὶ δύο χεῖρας, τὰ δὲ περὶ τὸν φάρυγγα καὶ τὸν στόμαχον καὶ τὰ ἄλλα σπλάγχνα ὅμοιος κυνί. καρδίαν δὲ μείζονα ἢ κατ’ αὐτόν, ἧπαρ εὔχρουν ἑπτάλοβον ἄχολον, νεφροὺς μεγάλους καὶ κύστιν μεγάλην καὶ περὶ ταύτην τὸ ἡμερολόγιον· ἔστι δὲ τοῦτο ὅμοιον στέατι· στρογγύλον αἰδοῖον καὶ ὄρχεις ἔξωθεν καθάπερ κάπρου.
(346) ἡ δὲ θήλεια τὰς ὑστέρας ἔχει κοτυληδόνας ἐχούσας, καὶ ὅταν κυήσῃ κατὰ τὸν ἀριθμὸν τοῖς τικτομένοις ἐμβρύοις καὶ πρὸς ἕκαστον ἔμβρυον μίαν προσκειμένην.
(347) ἀνασχισθεῖσα δέ ποτέ φησιν ἐφάνη ἔχουσα ἔμβρυα ἑκατὸν καί τινα [*](5 λέγουσι] Arist. mirab. ausc. 67 p. 835a30 8 νωθρὰ] Basil. Magn. Homil. in Hexaem. IX ed. Mign. Patrol. Graec. vol. XXIX p. 1920—193A 14 μῦς] cf. Arist. hist. anim. Γ 1 p. 511a30 καὶ τῶν ἀμφωδόντων οἶον μῦς. Θ 6 p.595a8 καὶ τῶν μὴ καρχαροδόντων οἶον οἱ μύες πολυσχιδὴς] Arist. gener. anim.Δ 4 p. 771a22 καὶ τὰ πολυσχιδῆ πάντα πολυτόκα σχεδόν, καὶ τὰ μικρὰ τῶν τοιούτων, οἰον τὸ τῶν μυῶν γένος 16 καρδίαν] Arist. part. anim.Γ 4 p. 667a19 μεγάλας δὲ τὰς καρδίας ἔχουσι λαγώς, ἔλαφος μῦς etc. 17 ἄχολον] Arist. 1. c.Δ 2 p. 676 b 29 ἐν δὲ τοῖς γένεσι τοῖς αὐτοῖς τὰ μὲν ἔχειν φαίνεται (χολήν), τὰ δ΄ οὐκ ἔχειν, οἷον ἐν τῷ τῶν μυῶν 19 ή δὲ θήλεια] Arist. hist. anim. Γ 1 p. 511a28 τὰ μὲν γὰρ κερατοφόρα καὶ μὴ ἀμφώδοντα ἔχει κοτυληδόνας ἐν τῇ ὑστέρᾳ, ὅταν ἔχῃ τὸ ἔμβρυον, καὶ τῶν ἀμφωδόντων οἷον δασύπους καὶ μῦς καὶ νυκτερίς. Arist. part. anim. Δ 4 p. 771b30 ἐν ταὐτῷ γὰρ γίνονται τόπῳ τῆς ὑστέρας δύο πολλάκις (κο- τυληδόνες), ἐν δὲ τοῖς πολυτόκοις, ὅταν πληρωθῇ τῶν ἐμβρύων, ἐφεξῆς κείμενα φαίνεται 22 ἀνασχισθεῖσα] Arist. hist. anim. Z 37 p. 580b29 τῆς δὲ Περσικῆς ἔν τινι τόπῳ ἀνασχζομένης τῆς θηλείας τῶν ἐμβρύων τὰ θήλεα κύοντα φαίνεται. φασὶ δέ τινες καὶ ἰσχυρίζονται ὅτι ἂν ἂλα λείχωσιν, ἄνευ ὀχείας γίνεσθαι ἐγκύους. cf. Antigon. mirab.113.114) [*](1 ἐγγύση D 2 φασίν D: ἀφιᾶσιν Arist. πάμπολύ τι ὡς ἔοικεν, ὅ προσφυσᾷ Arist. προσφυσᾶν D 3 ὥστε D: ὥστε καὶ Arist. 5 δὲ D: δὲ καὶ Arist. ὑπὸ D: διὰ Arist. 9 ἐνδεδυκὸς Bas.: ἐκδεδυκὸς D 10. 11 πρέπον τῷ ὄντι φωλάδι κατεψυγμένῃ Bas.: πρεπόντως ὄντι, φυλλάδι κατεψηγμένῃ D 11 αὕτη D: ἄρκτος Βas. 12 φλώμῳ D ξηρὰν τὴν Bas.: ξηραντήν D 14 καρχαρόδους D: scribendum ἀμφόδους vel ἀμφόδους, οὐ καρχαρόδους ef. Arist. l. e. 17 ἤπαρ D 18 ἡμερολόγιον D ef. Hesych. Lex. ἡμερολόγιον· μέρος τι τῶν περὶ τὴν κύστιν 20 κοτυληδόνας scripsi: καὶ τυλιδόνας D)
(348) Ὅτι μυὸς ἧπαρ σελήνης αὐξανομένης λοβὸν ἑαυτῷ τινα ἐπιτίκτει ὁσημέραι μέχρι διχομήνου· εἶτα μειουμένου τοῦ μηνὸς κατ’ ὀλίγον ὑπαφανίζεται ὁ λοβός.
(349) Οἱ μύες δέ, φασίν, ἐὰν εἰς ψυκτῆρας ἐμπέσωσι, τὰς ἀλλήλων οὐρὰς ἐνδακόντες ἐφέλκουσι τὸν δεύτερον ὁ πρῶτος καὶ ὁ δεύτερος τὸν τρίτον.
(350) Ἐκβάλλουσι δὲ τοὺς ἐν ταῖς αὐτῶν διαίταις ἀποθνήσκοντας· μισοῦσι γὰρ τοὺς νεκρούς. καὶ μέντοι χελιδὼν ἐκβάλλει χελιδόνα νεκρὰν καὶ μέλιττα καὶ μύρμηξ, ἐπεὶ καὶ τοῦτο ἴδιον τῶν ἀλόγων, τὰ ὁμογενῆ τεθνεῶτα τῶν ὀφθαλμῶν ἀποφέρειν θᾶττον.
(351) Ἔστι δὲ καὶ ἄλλως πολύγονον τὸ ζῷον καὶ ἐπὶ μιᾷ ὠδῖνι πολλὰ τίκτουσιν· εἰ δὲ καὶ ἁλὸς γεύσονται, πολλῷ πλείονα.
(352) Μόες μέντοι καὶ γαλαῖ τρίζοντες χειμῶνα ἰσχυρὸν σημαίνουσι.
[*](f.366r)(353) Δειλὸν δὲ ὁ μῦς, καὶ κτύπον φοβεῖται, καὶ τὴν γαλῆν δέδια· δειλοὶ δέ εἰσι καὶ οἱ ἀρουραῖοι. οἵ γε μὴν θαλάττιοι μικρὸν μὲν τὸ σῶμα ἔχουσι, τόλμαν δὲ ἄμαχον. θαρροῦσι δὲ δύο ὅπλοις, δορᾷ τε εὐτόνῳ καὶ ὀδόντων κράτει· μάχονται δὲ ἰχθύσι καὶ ἁλιεῦσι.
(354) Μύες δὲ δὴ ἀποθνήσκοντες καθ’ ἑαυτοὺς καὶ ἐκ μηδεμιᾶς ἐπιβουλῆς ἀπορρεόντων αὐτοῖς τῶν μελῶν κατὰ μικρὸν ἀπέρχονται τοῦ βίου.
(355) εἰσὶ δὲ λαγνίστατοι ὅτι μάλιστα.
(356) Κατὰ δὲ τὴν γῆν τὴν Κασπίαν ἐν περιτροπαῖς ὡρῶν τινων γίνεται μυῶν τι πλῆθος, οἳ ἐπινήχονται, ποταμοῦ φερομένου ῥοίζῳ, τὰς οὐρὰς ἀλλήλων ἐνδακόντες, ἕρμα αὑτοῖς τοῦτο ποιοῦντες καὶ σύνδεσμον. ἐς τὰς ἀρούρας δὲ ἀπονηξάμενοι καὶ τὰ λήια ἀποκείρουσι, καὶ διὰ τῶν δένδρων ἀνέρπουσι, καὶ τὰ ὡραῖα δεῖπνον ἴσχουσι, καὶ τοὺς κλάδους δὲ διακόπτουσιν, οὐδὲ ἐκείνους ἀδυνάτως ἔχοντες κατεσθίειν.
(357) Ἀκούω δὲ ἐν τῇ Θηβαΐδι χαλάζης πεσοόσης ἐπὶ τῆς γῆς, ὁρᾶσθαι μῦς, ὧν τὸ μὲν πηλός ἐστιν ἔτι, τὸ δὲ σὰρξ ἤδη.
[*](4 ὅτι μυὸς] Ael. nat. anim.ΙΙ 56 (p.58,15 Herch.) μυὸς ἤπαρ καὶ μάλα ἐκπληκτικῶς τε καὶ παραδόξως τῆς μὲν σελήνης αὐξανομένης λοβὸν ἑαυτῷ τινα ἐπιτίκτει σηημέραι μέχρι διχρμήνου· εἶτα αὖ πάλιν ὑπολήγει μειουμένου τοῦ μηνὸς τὸν ἴσον λόγον ὑπαφανίζον [hoe delevit Hercher] ἔστ᾿ ἂν ἐς σῶμα κατολίσθῃ ἀνείδεον 7 οἱ μύες] cf. Ael. Ι. c. V 22 (p.120,14 Herch.) 9 ἐκβάλλουσ] cf. Ael.I.e. V 49 (p. 132,24 Herch.) 13 ἔστι] cf. Ael. 1.e.IX 3 (p. 218 13 Herch.) 15 μὺες] ef. Ael. I. c. VII 8 (p. 175,22 Herch.) 16 δειλὸν] ef. Ael. I.e.IX 41 (p. 233,7 Herch.) 20 μύες] Ael. 1.e.XII 10 (p. 298,1—3 Hereh.) 22 εἰσὶ] ef. Ael. I.e.XII 10 (p.298,12 Herch.) 23 κατὰ δὲ] ef. Amynt. apud Ael. I.e.XVII 17 (p. 419,21 Herch.) 29 ἀκούω] Ael. 1. e.ΙΙ 56 (p.58,19—22 Herch.))[*](2 τάχιστα scripsi: ταχίστη D ὑπὸ scripsi: ἀπὸ D 4 λοβρὸν D 5 μυουμένου D 7 οί scripsi: Ἡ culpa rubrieatoris D 9 αὐτῶν scripsi: αὐτῶν D 13 ὠδἰνῃ D 15 τρὸζοντες D 20 μόες δὲ δὴ D: οὶ μύες Ael. 25 ἕρμα αὐτοῖς D 30 μύας Ael.)(358) Τοῦ αὸτοῦ ἐκ τοῦ πλάτους. Ἐν τῇ Πάρῳ τῇ νήσῳ Ἀριστοτέλης λέγει μῦς εἶναι· καὶ μέντοι καὶ τὴν γῆν σιτεῖσθαι τὴν σιδηρῖτιν. Ἀμύντας δὲ καὶ τοὺς ἐν Uερηδόνι (γῆ δ’ ἐστὶν αὕτη τῆς Βαβυλωνίας) τὴν αὐτὴν τροφὴν προσφέρεσθαι λέγει.
(359) Ἔθος τοῦτο Aἰγόπτιον. ὅταν κατὰ τὴν Αἴγυπτον ὕσῃ (ῥανίσι δὲ ὕει λεπταῖς), μύες παραχρῆμα τίκτονται. οὐκοῦν κατὰ τὰς ἀρούρας πλανώμενοι οὗτοι λυμαίνονται τοῖς ληίοις ὑποτέμνοντες τοὺς στάχυς καὶ ὑποκείροντες, ἤδη μέντοι καὶ τοὺς σωροὺς τῶν δραγμάτων κεραίζοντες λυποῦσι τοὺς Αἰγυπτίους. καὶ διὰ ταῦτα πάγας τε αὐτοῖς ἐλλοχῶντες ἱστᾶσι, καὶ θριγκοῖς ἀναστέλλοντες καὶ τάφροις ἀνείργοντες καὶ καίοντες ἐν ταύταις πῦρ. οἱ τοίνυν μύες οὔτε τὴν ἀρχὴν πρὸς πάγας προσφοιτῶσιν, ἐῶσι δὲ αὐτὰς ἑστάναι ἄλλως· τοῖς δὲ θριγκοῖς τοῖς λελειωμένοις ὑπὸ τῆς χρίσεως ἐπαναβαίνουσιν, ἁλτικώτατοί γε ὄντες, εἶτα μέντοι ὑπερπηδῶσι τὰς τάφρους. ὅταν μέντοι ἀπαγορεύσαντες οἱ Ἀἰγύπτιοι τὰς μηχανὰς καὶ τὰς ἐπιβουλὰς [*](f.366v) ὡς ἀχρήστους ἀπολίπωσι καὶ ἐκτραπέντες ἐπί τε δέησιν ἔλθωσι καὶ ἕκετείας τὰς πρὸς τοὺς θεούς, ἐνταῦθα δήπου τὴν ἐκ τῶν θεῶν μῆνιν ὀρρωδοῦσιν οἱ μύες, καὶ εἴς τι ὄρος ἀναχωροῦσι τάξιν πλαισίου φυλάττοντες. οἱ μὲν οὔν νεώτεροι πρῶτα, οὐραγοῦσι δὲ οἱ μέγιστοι, καὶ τοὺς ὑπολειπομένους ἐπιστραφέντες εἶτα μέντοι ἕπεσθαί σφισιν ἐκβιάζονται. ἐὰν δὲ οἱ νεώτατοι κάμνοντες ἀποστῶσι, καὶ τὸ ἑπόμενον ἵσταται πᾶν, ὡς ἐν δυνάμει στρατιωτικῇ πέφυκε γίνεσθαι. ὅταν δὲ ὑπάρξηται ἡ ἐκ τῶν πρώτων κίνησις, ἐνταῦθα οἱ λοιποὶ ἕπονται. λέγουσι δὲ καὶ οἱ τὸν Πὀντον οἰκοῦντες τὰ αὐτὰ καὶ ἐκεῖσε τοὺς μῦς δρᾶν. πεπίστευται δὲ καὶ ἐξ οἰκίας ἁπάσης, ἥτις μέλλει πεσεῖσθαι, ἦ ποδῶν ἔχουσι μετοικίζεσθαι πάντας. ἰδιότης δὲ ἄρα μυῶν καὶ ἐκείνη. ἐπειδὰν ἀκούσωσι γαλῆς τρυζούσης ἢ συρίζοντος ἔχεως, ἐκ τῆς μυωπίας τῆς μιᾶς τὰ ἑαυτῶν βρέφη ἄλλχῃ καὶ ἄλλῃ μετοικίζουσι.
(360) Μελλούσης δὲ οἰκίας καταφέρεσθαι, αἰσθητικῶς ἔχουσιν οἵ τε ἐν αὐτῇ μύες καὶ μέντοι καὶ γαλαῖ, καὶ φθάνουσαι τὴν κατένεξιν ἐξοικίζονταί. [*](1 ἐν τῇ Πάρψ] Ael. nat. anim. V 14 (p.116,29-32 Herch). cf. Arist. mirab. ausc.25 p. 832a22. Antig. hist. mirab.21 et infra § 369 5 ἔθος] Ael. nat. anim. VI 41 (p. 156,7—157,6 Herch.) 27 μελλούσης] Ael. l. c.XI 19 (p.281,3—26 Herch.)) [*](1 πόρῳ D Ael.: Γυάρῳ Holstenius 2 τὴν σιδηρῖτιν Ael.: καὶ τὴν σιδηρίτιν ex σιδη- ρίτην correxit D1 3 γῆς Holstenius δέ ἐστιν Ael. 4 τροφὴν om. Ael. 5 ἔθος Ael.: Ἥθος culpa rubricatoris D ὕσῃ Ael.: ἔση D 6 δὲ δεῖ Ael.: δὲ δεύει D 9 διὰ ταῦτα Ael.: διὰ τὰς D πάγαις τε αὐτοὺς ἐλλοχῶσι (ἱστᾶσι deleto) Hercher 10 θριγκοῖς Ael.: θρίγγους D ἀναστέλλουσι-ἀνείργουσι-κάουσιν Hercher τάφροις Ael.: τάφρους D 11 πάγας Ael.: πάγαις D: τὰς πάγας Hercher 12 τοῖς (ante δὲ) D: καὶ τοῖς Ael.: καίτοι Reiske θρίγγοις D 13 γε D Ael.: τε teiske τὰς Ael.: τοὺς D 14 ὅταν οὑν Ael. 18 νεώτεροι D: νεώτατοι recte Ael. πρῶτα D codd. Ael.: πρῶτοι edd. ante Jacobsium 20 ἀποστῶσι D: ὑποστῶσι Ael 22 καὶ οἱ λοιποὶ Ael. 23 ἐκεῖσε D: ἐκεῖθι Aeli cf. Lobeckii Phrynichus p.44 24 πάντας Ael.: πάντες D 25 τριζούσης Jacobs συρίττον- τος Ael. 26 ἄλη καὶ ἄλλη D: ἔλλο ἄλλῃ Ael. 27 οἄ τε Ael.: εἴτε D 28 καὶ αἱ γαλαῖ Herecher φθάνουσι τὴν καταφορὰν καὶ ἐξοικίζονται Ael.)