Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(281) Παντοδαπόν τι γένος ὁ πάνθηρ· δηλοῖ δὲ τὸ εἰδος, δηλοῖ καὶ αὐτὸ τοὔνομα. λέγεται γοῦν ἡ μήτηρ μυρίων ἔρωτας θηρῶν δεχομένη τὸν πολυειδῆ τόνδε θῆρα γεννᾶν. φέρει γὰρ ἐν μὲν ταῖς ὀφρύσιν ὑαίνης τὸ ἐπισκύνιον, οἱ ὀφθαλμοὶ δὲ αὐτῷ λέοντος, τὸ δὲ στόμα παρδάλει ἴσον, αἰγάγρου δὲ δίκην τῇ κεφαλῇ τὰ κέρατα ἀνεστᾶσι, μακρὰ τὰ ὧτα, αὐτόχρημα λαγωοῦ. τοὺς δὲ πόδας τὰ κάτω μὲν μέχρι καὶ τῶν γονάτων ὁμοίους ἔχει τῷ λέοντι καὶ ὄνυξιν ἴσοις καθωπλισμένους. αἱ κνῆμαι δέ, δορκάδων εἴποις ἂν αὐτάς. τῷ δὲ στήθει λέοντι ἂν ἢ παρδάλει αὐτὸν ὁμοιώσαις. τὴν οὐρὰν δὲ λύκῳ φέρει παραπλησίαν. κατάγραφος αὐτῷ πᾶσα ἡ δορὰ καὶ εἰς ζῆλον ἔσχατον τῇ παρδάλει. θέειν δὲ ὀξύτατον ὄν, δειλὸν ὅμως ἄκρως ἐστί, καὶ οὐδὲ μακρόθεν ὑπομείνειεν ὄψιν ἀνθρώπου. δοκεῖ γοῦν τὸ πρὸς τὰς γονὰς ξρμφορητόν τε καὶ πάμμικτον θήλειαν αὐτῷ καὶ ἄνανδρον τὴν ψυχὴν διαθεῖναι.

(282) Καὶ ἄλλος δὲ πάνθηρ ἐστὶν ἐν Ἰνδοῖς μόρου κατάπλεως· ὅς γε ἡνίκα αὐτὸν ὁ λιμὸς αἱρεῖ, τοῦ φωλεοῦ πρόεισι, καὶ ξυνέρχεται τοῖς [*](f.362r) θηρίοις· τὰ δὲ τῇ ὀσμῇ κηλούμενα ἡδέως τούτῳ συνομιλεῖ· πρὸς δὲ καὶ ἠρέμα θέλγων ἄγει πρὸς τὴν εὐνήν, καὶ αὐτὰ συλλαμβάνων ἐσθίει.

(283) Ἀριστοφάνους. Ὁ λεγόμενος θὼς ἔστι μὲν τῶν καρχαροδόντων καὶ πολυσχιδῶν, καὶ πορεύεται κατὰ διάμετρον.

(284) διοιχθεὶς [*](1 ἡ καμηλοπάρδαλις] Τimoth. p.15,5 Ηaupt. κεφ. κδ΄ περὶ καμηλοπαρδάλεως. ὅτι ἡ καμηλοπάρ- δαλις ζῷόν ἐστιν Ἰνδικόν· γίνεται δὲ ἀπὸ ἐπιμιξίας ζῴων ἑτερογενῶν 7 ὁ πάνθηρ] e Τimo- theo (cf. p.12,5)? 10 ὅτι] e Timotheo? 11 παντοδαπὸν] Timoth. p.12,5 κεφ. ιδ΄ περὶ πάνθηρος. ὅτι ὁ πάνθηρ ὡς ἐκ πολλῶν τῶν θηρίων τῆς μητρὸς συλλαβούσης τίκτεται 24 καὶ ἄλλος] Τimoth. p. 12,7 ὅτι ὁ Ἰνδικὸς πάνθηρ μύρου ὄζων διὰ τῆς εὐωδίας τὰ θηρία ἐφελκόμενος ἐπὶ τὸν ἴδιον ἄγει φωλεὸν καὶ κατεσθίει 29 πολυσχιδῶν] cf. Arist. gener. anim. Β 6 p. 742 a 8 κατὰ διάμετρον] cf. Arist. hist. anim. Α 5 p. 490 b3) [*](2 εἰς addidi 3 ἄκερος D 4 ἀνορθούμενον scripsi: ἀνορθουμένην D 6 παρεμφερεστάτην scripsi: παρεμφερεστάτη D 7 Ὁ scripsi: Ἡ culpa rubricatoris D μικροτράχηλος scripsi: μακροτράχηλος D 8 στρογγύλος scripsi: στρογγύλον D 11 δὲ scripsi: τι D 14 ἐπισκίνιον D 15 αἰγάγρου scripsi: αἰγάγρῳ D τῇ κε- φαλῇ D: malim τῆς κεφαλῆς 17 ἔχει scripsi: ἔχειν D 21 ὑπομείνειεν scripsi (ἄν additum non opus est ef. § 85 p. 57,2): ὑπομείνειν D 22 θήλειαν scripsi: θῆλυν D. etiam illud θῆλυν αὐτὸν cogitari potest)

97
δὲ τὰ ἐντόσθια ὅμοια τῷ λύκῳ ἔχει. ἀσαύτως καὶ τὰ περὶ τὴν ὀχείαν καὶ ἔκτεξιν.

(285) ἴδιον δὲ ἔχει τὸ μικροσκελῆ αὐτὸν ὑπάρχοντα ταχύτερον τῶν ἄλλων ζῴων τρέχειν.

(286) μάχεται δὲ ὁ θὼς καὶ λέουσι καὶ κυσί.

(287) ἔστι δὲ αὐτῶν γένη δύο, καὶ ὁ μὲν αὐτῶν ἐστι μικρός. ὁ δὲ μείζων, ἀνδρειότερος δὲ ὁ μικρός.

(288) μεταβάλλουσι δὲ τὰς τρίχας τοῦ μὲν θέρους λεῖοι γινόμενοι, χειμῶνος δὲ δασεῖς.

(289) ἔστι δὲ τῶν δυναμένων τιθασεύεσθαι ὑπὸ ἀνθρώπου τὸ ζῷον.

(290) Αἰλιανοῦ, Ὅτι λέγουσι τὸν. θῶα τὸ ζῷον φιλανθρωπότατον εἶναι καὶ ἀνθρώπῳ ἐντυχόντα ἐκτρέπεσθαι αὐτόν· ὅταν δὲ ὑπὸ θηρίου ἀδικούμενον θεάσηται αὐτόν, ἐπαμύνει αὐτῷ.

(291) Ἐκ τοῦ Τιμοθέου. Καὶ ὁ θὼς τὸ ζῷον τῶν ἐκ διαφόρων ἐστὶ θηρῶν γεννωμένων, παρδάλεώς τε καὶ λύκου κοινὴν Ἀφροδίτην ἀσπασαμένων. ἐκμέμακται δὲ τῷ εἴδει τὰς τῶν γεννητόρων μορφάς· σώζει γὰρ τοῦ πατρὸς μὲν στόμα τε καὶ ὄμματα, καὶ ἔστιν ἐκ τούτων οἷα λύκος ἰδεῖν, μητρὸς δὲ τῷ ποικίλῳ κέχρηται τῆς δορᾶς. φαίνεται γοῦν λύκῳ μὲν ὅμοιος, πλὴν ἀλλ’ ἥττων ἢ κατ’ ἐκεῖνον κεφαλή τε δήπου καὶ ἡ οὐρά.

(292) τουτὶ δὲ τὸ ζῷον ἀνθρώπων μὲν οὐδένα οὐδέποτε βλάψει, ἐλάφων δὲ μᾶλλον καθοπλίζεται καὶ κυνῶν.

(293) δοκεῖ δὲ τῷ λέοντι ἐν τάξει θεράποντος εἶναι, καὶ κοινωνεῖ γε αὐτῷ τροφῆς ἐς τοσοῦτον ἐς ὅσον ἄρα τὸ οἶμα τοῦ θηρὸς ἐκπιεῖν. θηρεύων γὰρ ἔλαφον, ἡνίκα ἂν θεάσηται λέοντα, θᾶττον ἀποχρῆται τῷ αἵματι, καὶ θόσας ὥσπερ καὶ σχεδιάσας αὐτῷ τὴν τράπεζαν παραχκωρεῖ τῶν σαρκῶν οὔ τι ἂκων· μισθὸς γὰρ ἱκανὸς [*](1 ἐντόσθια] Arist. hist. anim. Β 17 p. 507 b17 ἔχει δὲ καὶ ὁ θὼς πάντα τὰ ἐντὸς ὅμοι λύκῳ τὰ περὶ τὴν ὀχείαν] Arist. l. c. Z 35 p. 580 a26 καὶ οἱ θῶες δ᾿ ὁμοίως κυίσκονται τοῖς κυσί, καὶ τίκτουσι τυφλά· τίκτουσι δὲ καὶ δύο καὶ τρία καὶ τέτταρα τὸν ἀριθμόν. cf. Arist. gener. anim. Δ6 p. 774 b15 2 ἴδιον] Arist. hist. anim. Ζ 35 p.580 a29 ὁμοίως δὲ ταχυτῆτι διαφέρει, καίπερ τῶν σκελῶν ὄντων βραχέων, διὰ τὸ ὑγρὸς εἶναι, καὶ πηδᾷ πόρρω 3 μάχεται] cf. Arist. l. c. l 1 p.610 a13 πολέμιοι δὲ καὶ ὁ λέων καὶ ὁ θὼς ἀλλήλοις. Arist. 1.c. I 44 p. 630 a10 πολεμοῦσι δὲ τοῖς κυσὶ καὶ τοῖς λέουσι 4 γένη] Arist. I. c. I 44 p. 630 a11 ἂριστοι δ’ οἱ μικροὶ τῶν θώων. γένη δ’ αὐτῶν οἱ μέν φασιν εἶναι δύο, οἱ δὲ τρία. cf. Timoth. p.11, 28 Haupt. 5 μεταβάλλουσι] Arist. hist. anim. l 44 p. 630 a14 καὶ οἱ θῶες μεταβάλλουσι κατὰ τὰς ὥρας, καὶ τό τε χρῶμα ἕτερον τοῦ χειμῶνος καὶ τοῦ θέρους ἵσχουσι, καὶ τοῦ μὲν θέρους λεῖοι γίνονται, τοῦ δὲ χειμῶνος δασεῖς. ef. Τimoth. p. 11,29 6 ἔστι] Arist. hist. anim. l 44 p. 630a9 φαάνθρωποι δ' εἰσὶ καὶ οἱ θῶες, καὶ οὕτ’ ἀδικοῦσι τοὺς ἀνθρώπους οὕτε φοβοῦνται σφόδρα 8 Aἰλιανσῦ] cf. Ael. nat. anim. 17 (p.7,15 Herch.) 17 τουτὶ δὲ τὸ ζῷον] Timoth. p.11,31 ὅτι ἂνδρα οὐ βλάπτει ὁ θώς, ἀλλὰ κύνας καὶ ἐλάφους ἐνεδρεύων ἀγρεύει. cf. Arist. hist. anim. Ι 44 ρ.630a9 18 δοκεῖ] Τimoth. p.12,1 ὅτι τοῦ λέοντος θεράπων εἶναι δοκεῖ· καταλαμβάνων γὰρ τὴν ἔλαφον τὸ αἶμα πίνει καὶ φανέντι τῷ λέοντι ταὐτην καταλιμπάνει, ὥσπερ τῆς θήρας τὰ ἀριστεῖα αὐτῷ προσφέρων τῆς ἀρετῆς ἔνεκα καὶ ἵνα αὐτὸν μὴ βλάψῃ) [*](7 τιθασεύεσθαι scripsi: τὸ τασσεὐεσθαι ex τὸ ψασσεὐεσθαι correxit D¹ 8 Ἡιλιανοῦ culpa rubricatoris D θώα D φλανθρωπὄτατον εἶναι addidi ex Ael. 9 ἐκτρέπεσθαι Ael.: ἐντρέπεσθαι D 13 ἐκμέμακται scripsi: ἐκμίμακται D 14 τοῦ πατρὸς scripsi: τῷ πατρὶ D στόμα τε scripsi: στόματι D 15 ποικίλλῳ D)

98
αὐτῷ σῶον ἀπὸ λέοντος ἐκχωρεῖν.

(294) σιτεῖται δὲ ὁ λέων οὐδὲ τοῦτο εἶναι ῥᾳθυμίας δεῖπνον οἰόμενος, ὅτι τε οἱ θηράσαντες ἀφίστανται φόβῳ τῆς ἄγρας, καὶ ὅτι δὴ ζῶντι τῷ θηράματι χρῆται, πεφυκὼς ἀεί ποτε. [*](f.362v) τὸν νεκρὸν ἀτιμάζειν.

(295) Ἀριστοφάνους. Ὁ αἴλουρός ἐστι μὲν πολυσχιδὴς καὶ καρχαρόδους, χαρόδους, καὶ πορεύεται κατὰ διάμετρον.

(296) ἔχει δὲ τὰ ἐντόσθια ὅμοια κυνί, σπλῆνα δὲ δυσὶ λοβοῖς ἐλάττονα, τὸν δὲ πνεύμονα καὶ τὸ ἦπαρ τοῖς αὐτοῖς δυσίν.

(297) αἱμοποτεῖ δὲ καὶ οὖτος κατὰ φλέβα.

(298) ὀχεύει δὲ πᾶσαν ὥραν ὀρθός, τῆς θηλείας ὑποτιθείσης ἑαυτήν.

(299) κύουσι δὲ καὶ τίκτουσι καθὼς καὶ οἱ κύνες. ζῇ δὲ ὁ αἴλουρος οὐ πλείω ἐτῶν ἔξ.

(300) Αἰλιανοῦ, Ὅτι τῶν αἰλούρων ὁ μὲν ἄρρην ἐστὶ λαγνίστατος, ὁ δὲ θῆλυς φιλότεκνος, φεύγει δὲ τὴν πρὸς τὸν ἄρρενα ὁμιλίαν. ἀφίησι γὰρ τὸν θορὸν θερμότατόν τε καὶ προσεοικότα πυρί, καὶ καίει τῆς θηλείας τὸ ἄρθρον.