Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(261) ἀμφοτέραις δὲ ὑπὸ τῷ τέλει τῆς οὐρᾶς κέντρον ἀνίσχει κατὰ τὸν λέοντα, καὶ ἡ γλῶσσα ταύταις ὁμοίως ἐκείνῳ τραχεῖα.

(262) γλαυκαὶ δὲ αὐταῖς αἱ τῶν ὀφθαλμῶν κόραι, καὶ μεμύκασι πρὸς τὸ φῶς, πρός τε ⟨τὸ σεληναῖον⟩ καὶ τὸ ἐξ ἡλίου.

(263) μισοῦσι δὲ καὶ αὐλῶν ᾠδὰς καὶ ὀμμάτων ἀνθρωπίνων αὐγάς. οἷς γε δὴ καὶ ἐφορμᾷ πάρδαλις.

(264) Πρηνεῖ δὲ κειμένῳ περιτυχοῦσα παρέλθοι ἂν εἰς οὐδὲν. [*](f. 360v) βλάψασα.

(265) ἔξωροι δὲ οὖσαι ἤδη καὶ τὸ θηρεόειν οὐκ ἔχουσαι, κατὰ κράτος τρέπονται πρὸς τὸν δόλον, καὶ λοχῶσαι τὰς αἰγάγρους μηχανῇ χρῶνται τοιᾷδε. ἐν τριόδῳ γινόμεναι τῇ μιᾷ μὲν τὰ οὖρα, τῇ δὲ ἑτέρᾳ τὴν σφῶν ἐνέθηκαν κόπρον, τῇ λοιπῇ δὲ ἑαυτὰς ὁδῷ ὑπεκάθισαν. εἶθ᾿ οὕτως ἐκεῖθεν ἐκτρεπόμενα τὰ ζῷα ἐν οἷς οὐδὲν οἶεται σφαλερὸν ἐφορμᾷ καὶ ἐμπίπτει τῇ θήρᾳ.

(266) Λέγει δὲ τὰς παρδάλεις, γυναῖκας οὔσας τὸ πρότερον, τροφοὺς εἶναι Διονύσου. ὁπότε δὲ Πενθεὺς εἰς αὐτὸν ἐξυβρίσειεν, εὔξασθαι ταύτας εἰς θῆρας μεταβαλούσας ἀμύνασθαι τὸν ἐξυβρικότα καί, νῦν ὅπερ εἰσί. παρδάλεις γεγονέναι καὶ διασπαράξαι τὸν Πενθέα.

(267) ταύτῃ τοι καὶ φι λοῦσι τὸν οἶνον αἱ παρδάλεις. αἴτιος ⟨δ’⟩ αὐταῖς οὖτος γίνεται τοῦ ἁλῶναι· καὶ γὰρ οἱ θηρῶντες κατὰ γῆν ἐρήμην ὕδατος, οἴνου παραπλήσαντες ἀμφορέας ἀπέλιπον· αἱ δ’ ἐν τῷ τόπῳ γενόμεναι, τῆς δίψης αὐτὰς αἱρούσης, ἐκθύμως [*](6 ἡ δὲ πάρδαλις] Timoth. p.11,6 Hanupt. κεφ. ια΄ περὶ παρδάλεως. ὅτι δύο γένη ἐστὶ παρδάλεων, τῶν μὲν μεγάλων καὶ μικρὰν . . . οὐρὰν ἐχουσῶν. cf. Opp. Cyneg. lII 63 sqq. 8 ἀμφοτέραις] Timoth. p.11,8 ὅτι ἐν τῇ οὐρᾷ ἔγει ἡ πάρδαλις κέντρον ὧς ἐπὶ τοῦ λέοντος καὶ τὴν γλῶσσαν σαρκοφάγον 10 γλαυκαὶ] probabiliter e Timotheo. cf. Opp. Cyneg. III 70 11. 12 μισοῦσι] probabiliter e Timotheo 14 πρηνεῖ] probabiliter e Timotheo 15 ἔξωροι] Timoth. p.11,17 ὅτι τέχνῃ ἀγρεύουσι τοὺς αἰγάγρους, τὰς τριόδους κόπρῳ καὶ οὔρῳ φράττουσαι 21 λέγει] Timoth. p.11,10 ὅτι αἱ παρδάλεις τροφοὶ ἦσαν τοῦ Διονύσου, καὶ ὅτι ὁ Πενθεὺς τὸν Διόνυσον ἠτίμασε, καὶ ηὔξαντο θηρία γενέσθαι καὶ διασπαράξαι τὸν Πενθέα, καὶ τοῦτο ἐγένοντο καὶ τὸν ἄνδρα διέφθειραν. cf. Opp. Cyneg.IV 301 sqq. 24 ταύτῃ] Timoth. p. 11,14 ὅτι φιλοῦσι τὸν οἶνον αἱ παρδάλεις, κἀντεῦθεν ἀγρεύονται ὑπὸ τῶν θηρευτῶν τῷ προσφερομένῳ πολλῷ οἴνῳ μεθυσκόμεναι καὶ ἀποκοιμώμεναι) [*](1 θύρᾳ Ael.: θήρᾳ D 2 μιρίνθῳ D 2. 3 ἡ πάγη D Ael.: πάγη articulo omisso Hercher 4 μισαρᾶς D 5 ἐκτίνουσα Ael 6 Ἡ scripsi: Ὁ culpa rubricatoris D 10 αἱ τῶν scripsi: αὐτῶν D 11 τὸ σεληναῖον addidi 12 δῆ D 14 παρέλ. οι (θ littera battis corrosa) D 17 τριόδῳ scripsi: τῇ ὁδῷ D fortasse γενόμεναι 22 αὐτὸν scripsi: αὐτὴν D malim ἐξύβρισεν 24 διασπαράξαι scripsi: διεσπάραξαν D 25 δ᾿ addidi 27 δ’ ἐν τῷ scripsi: δέ, τῷ D αὐτὰς αἱρούσης scripsi: αὐτοὺς αἰρούσης D)

94
ἀποχρῶνται τῷ οἴνῳ. εἶτα πρῶτον ἡδύ τι καὶ ἁπαλὸν σκιρτῶσι, ὡς δὲ ἥττους ἤδη τῆς μέθης γεγόνασιν, ἀνῆκαν ἑαυτὰς τῇ γῇ· βαθεῖ τῷ ὕπνῳ δὲ δεδαμασμένας οἱ θηραταὶ καταλαβόντες ὅπως ἂν καὶ γνώμης ἔχωσι ταύταις χρῶνται.

(268) Δέδοικε δὲ πάρδαλις κρανίον τὸ φυτόν, καθάπερ δὴ καὶ πρῖνον ὁ λέων, καὶ ἀπόσχοιτο ἂν ἀνδρὸς αὕτη ῥόπαλον ἐκ τοῦδε φέροντος τοῦ φυτοῦ.

(269) Εἰσί γε μὴν κατὰ τὴν Ἰνδίαν παρδάλεις ξανθαί τε καὶ κυαναῖ καὶ μέλαιναι καὶ λευκαί, πάσας δὲ γραμμαί τινες εὔκυκλοί τε καὶ μέλαιναι περιβάλλουσιν.

(270) Ἡ δὲ καμηλοπάρδαλις μίξις τις εἶναι δοκεῖ καὶ αὐτὴ δύο θηρῶν, ἐς ταὐτὸ συνελθόντων, καμήλου τε καὶ παρδάλεως.

(271) ἀνὴρ γὰρ Ἰνδὸς διὰ Γάζης, φησί. τῆς ἐμῆς διῆλθε, δύο θῆρας τοιοόσδε κομίζων δῶρον τῷ βασιλεῖ· Ἀναστάσιος δὲ οὖτος ἧν· καὶ ἧσαν μέγεθος μὲν κατὰ κάμηλον, τὸ δέρμα δὲ ἀτεχνῶς πάρδαλις· εὐρεῖα χηλή, πόδες, μέγεθος μὲν κατὰ κάμηλον πόδες μακροί, ἥσσονες δὲ οἱ ὀπίσθιοι καὶ ὑποκλάζειν ἄρα δοκοῦντες. ἀμέλει γοῦν καὶ ἡ ῥάχις αὐταῖς οὐκ ἴση, οὐδὲ ὁμαλὴ τὴν θέσιν, ἀλλὰ πρὸς τὰ κάτω μᾶλλον κατὰ μικρὸν ὑπορρέουσα. μικρὰ ἡ οὐρά, δορκάσι παραπλησία καί πως κατὰ τὸ ἄκρον μελαινομένη· | μικρὰ καὶ τὰ. f. 361v ὧτα. τὰ κέρατα τοῖς τῶν δορκάδων ἀφομοιοῦντα· τὸ στόμα δὲ καὶ τὴν κεφαλὴν εἰκάσαις ἂν αὐτῶν ταῖς ἐλάφοις. συνόδοντες δὲ κατὰ βοῦν, καὶ αἱ κόραι τῶν ὀφθαλμῶν αὐταῖς μέλαιναι. οὐδὲ τοῖς ἄλλοις ζῴοις ὁμοίως εἶχον τὴν βάσιν. ἐκεῖνα μὲν γὰρ ἀμοιβαίως ἑκατέρωθεν πέμπει τὸν πόδα, δεξιῷ τῷ πρόσθεν ὕστερον ἐπάγοντα τὸν ὀπίσθιον· ταῦτα δὲ ὁμοῦ δύο μὲν τοὺς δεξιούς, δύο δὲ τοὺς ἀριστεροὺς ἐξ ἀμφοῖν ἐν ἴσῳ τῷ μέτρῳ πέμπει. στίγμασι δὲ μέλασιν ἐπὶ λευκῇ πυκάζονται τῇ δορᾷ· ταύτῃ τοι καὶ δοκεῖ τὸ ζῷον ἐκ καμήλου τε καὶ παρδάλεως συνεστάναι.

(272) τὰ δ’ οὕτως [*](5 δέδοικε] probabiliter e Timotheo 5. 6 πρῖνον ὁ λέων] cf. Ael. nat. anim. 136 (p. 21,1 Herch.) 7 εἰσί] probabiliter e Timotheo 10 ἡ δὲ καμηλοπάρδαλις] Timoth-  p.15,5 Haupt. κεφ. κδ᾿ περὶ καμηλοπαρδάλεως. ὅτι ἡ καμηλοπάρδαλις ζῷόν ἐστιν Ἰνδι- κόν· γίνεται δὲ ἀπὸ ἐπιμιξίας ζῴων ἑτερογενῶν 11 ἀνὴρ] Timoth. p. 15,8 ὅτι διὰ Γάζης παρῆλθέ τις ἀνὴρ ἀπὸ τῶν Ἰνδικῶν, Ἀελίσιος δὲ τὸ γένος, ἂγων δύο καμηλοπαρδάλεις καὶ ἐλέφαντα τῷ βασιλεῖ Ἀναστασίῳ. τοῦτο ἐθεάθη καὶ ἐφ᾿ ἡμῶν· τῷ γὰρ βασιλεῖ τῷ Μονομάχῳ καὶ ἄμφω ταυτὶ τὰ ζῷα προσαχθέντα ἐξ Ἰνδίας ὡς θαῦμα ἐπὶ τοῦ τῆς Κωνσταντινουπόλεως θεάτρου ἑκάστοτε τῷ λαῷ ἐπεδείκνυντο. cf. Diod, II 51 26 τὰ δ᾿ οὕτως] Arist. hist. anim. H 6 p. 585b36 καὶ ἐοικότες δὲ τοῖς γεννήσασιν ἢ τοῖς ἄνωθεν γονεῦσιν, ὁτὲ δ’ οὐδὲν οὐδενί. ἀποδίδωσι δὲ καὶ διὰ πλειόνων γενῶν, οἶον ἐν Σικελίᾳ ἡ τῷ Αἰθίοπι μοιχευθεῖσα· ἡ μὲν γὰρ θυγάτηρ ἐγένετο οὐκ Αἰθίοψ, τὸ δ᾿ ἐκ ταύτης. καὶ ὡς μὲν ἐπὶ τὸ πολὸ τὰ θήλεα ἔοικε τῇ μητρὶ μᾶλλον, τὰ δ᾿ ἄρρενα τῷ πατρί. cf. Aubert et Wimmer, qui ἐν Ἠλίδι scripsit) [*](3 δὲ addidi 5 πρίνον D 7 κυαναῖ D 8 μέλαιναι scripsi: μέλανες D (cf. ad p. 30,6) 10 Ἡ scripsi: Ὁ culpa rubricatoris D 12 Ἰνδὸς scripsi: ἰνδὴς D 14 εὐρεῖα χηλή scripsi: εὐρείᾳ χηλῇ D 14. 15 πόδες μέγεθος μὲν κατὰ κάμηλον ditto- graphiam delevi 17 θέσιν suspectum puto 22 ἀμειβαίως D 23 ὕστερον ἐπάγοντα τὸν scripsi: ἀστερον ἐπάγοντα τὸ D 24 μέτρῳ scripsi: μέτρα D)

95
ἐξ ἑτερογενῶν συνελθόντα τῇ μητρὶ μᾶλλον ἐοικέναι τυγχάνει. καὶ ἐν μέντοι τοῖς ἀνθρώποις πολλάκις ἡ τῶν γειναμένων εἰκὼν ἔσχατον ἀνεγνώσθη καθάπερ δὴ καὶ γυναῖκα παθεῖν ἐν Ἤλιδι λόγος ἀνδρὶ μὲν κατὰ νόμον ἠγμένην, Αἰθίοπι δὲ τὴν εὐνὴν κλέπτουσαν. κόρην μὲν γὰρ ἐκείνῳ τίκτει λευκήν, αὕτη δέ, φεῦ, τῇ μητρὶ τὸ μόσος ἀνακαλύπτει, καὶ παῖδα γεννῷ μέλανα, σαφῶς ὅστις ἦν ὁ πάππος διασαφοῦντα.

(273) πλεῖστα δὲ καὶ ἄλλα τῶν ζῴων ἀλλοτρίους ἔρωτας καὶ μίξεις φιλεῖ. αὐτίκα, φησί, παρδάλεσι καὶ κυσίν, ὃ καὶ ξένον ἀκούειν, λέοντας οἶδα συγινομένους, λύκους δὲ ὑαίναις· βουβαλίδας δὲ ἵπποις τε καὶ βουσὶ τοῖς ἀγρίοις· ἵππων δὲ τίγρητες ἐς ἔρωτα ἧλθον, κυνῶν δὲ ἀλώπεκες, ὅθεν δή φασι καὶ ἀλωπὸν φύεσθαι· οἶδα δὲ καὶ ἄρκτον κυνὶ συνελθοῦσαν, ἐξ ὧν ἕλκει τὸ γένος ἃς καλοῦσιν ἀρκτόκυνας, αἳ καὶ τὰ ἤθη κατὰ τὰς Ἄλπεις ἔχουσι. καὶ κυνὶ δὲ Ἰνδῷ τίγρις καὶ ἵπποι τόνδε τὸν τρόπον ὄνοις συνῆλθον. οὐκ ἀπορεῖ δὲ οὐδὲ θάλαττα ξένων ἐρώτων, ἀλλ’ ἤδη καὶ μυραίνης κοίτην ὁ γηγενὴς ἔκλεψεν ὄφις.

(274) Λεόπαρδος μέντοι τὸ ζῷον καὶ αὐτὸ διαφόρους ἔχει τοὺς γειναμένους· τίκτεται γὰρ λέοντός τε καὶ παρδάλεως κοινὸν ἐς ἔρωτα ξυνελθόντων. σώζει δὲ μητρὸς μὲν τὸ χρῶμα καὶ στίγματα καὶ ὁρμήν, πατρὸς δὲ μέγεθος καὶ θυμοειδὲς αὐτὸ καὶ ἄτρεστον.

(275) ὁπότε δὲ λέαινα παρδάλει τῆς κοίτης ἐκστῇ, τὰ ἤθη τότε λιποῦσα πόρρω μεταφοιτᾷ καὶ δασεῖαν ὕπεισι λόχμην· οὐδὲ γὰρ ἔχει θαρρούντως ὑποστῆναι τὸν τόκον, εἰς ἔλεγχον ὥσπερ σαφῆ τὸ στικτὸν ἄγουσα τοῦ σκυμνίου.

(276) ἀμέλει γοῦν καὶ μετὰ μίξιν ποταμοῖς ἐκλούει τὸ σῶμα, καὶ ἀμαυροῖ τὴν ἐξ [*](f.361v) ὀσμῆς αἴσθησιν. εἰ γὰρ ὁ σύνευνος ταῦτα γνοίη, αὐτῷ παιδὶ διολέσει καὶ τὴν τεκοῦσαν.

(277) Ῥγδαῖον ἡ πάρδαλις καὶ ὀξόρροπον. ταῖς ὁρμαῖς ἐπιτήδειον αὐτῇ τὸ σῶμα συνέζευκται, τῇ ὑγρότητι καὶ τῷ κούφῳ τοῖς τῆς ψυχῆς κινήμασι συνεπόμενον.

[*](ex Antig. Caryst. c. 122 et Arist. gener. anim. A 18 p. 722 a 8 ἀποδιδόασι γὰρ διὰ πολλῶν γενεῶν αἱ ὁμοιόπητες, οἶον καὶ ἐν Ἤλιδι ἡ τῷ Αἰθίοπι συγγενομένη· οὐ γὰρ ἡ θυγάτηρ ἐγένετο, ἀλλ’ ὁ ἐκ ταύτης Αἰθίοψ. ceterum hanc § e Τimotheo continuatam esse oratio docet 6 πλεῖστα] probabiliter e Τimotheo 13 οὐκ ἀπορεῖ] cf. Ael. nat. anim. Ι 50 (p. 26,17—26 Herch.). IX 66 (p.242,8—18 Herch.) 16 λεἀπαρδος] Timoth. p.11,21 κεφ. ιβ΄ περὶ λεοπάρδου. ὃπι ἐκ συνουσίας λέοντος καὶ παρδάλεως τίκτεται 19 ὁπότε] Timoth. p. 11,23 ὅτι ἡνίκα λέαινα τίκτει ἐκ παρδάλεως, κρόπτει τὸ τεχθὲν καὶ ἑαυτὴν ἵνα μὴ ὁ λέων εὑρὼν διασπαράξῃ 22 ἀμέλει] Τimoth. p. 11,25 ὅτι ἐν πολλοῖς λούεται ποταμοῖς ἵνα ἀπορρύψηται τὴν ὀσμήν· ἐὰν γὸρ αἴσθηται ὁ λέων, ἀναιρεῖ καὶ οὐκέτι οὐδὲ ἄλλῃ συγγίνεται 26 ῥαγδαῖον] ef. Arist. physiogn. 5 p. 809b36—810a10)[*](1 ἐοικέναι τυγχάνει scripsi: ἔοικε τυγχάνειν D 2 μέντοι D: fortasse μὲν 3 ἤλιδι D 4 ἠγμένην scripsi: ἠγμένη D κλέπτουσαν scripsi: κλέπτουσα D 12 ἔχουσι scripsi: ἔχουσαι D 13 ἵπποι scripsi: ἵπποις D 14 ἐρώτων scripsi: ἐρώντων D 16 εόπαρδος, A a rubricatore omisso, D 18 στίγματα scripsi: στίγμα D 27 αὐτῇ scripsi: αὐτὴ D)
96

(278) Ἡ καμηλοπάρδαλις παρ’ Ἰνδοῖς ἐστι μάλιστα γινομένη· ἔστι δὲ τὰ μὲν ἄλλα ἔλαφος μεγίστη 〈εἰς〉 καμήλου ὕψος ἀφικνουμένη, δτοφέρει δὲ τῷ τε ἄκερως εἶναι καὶ τὸν αὐχένα μήκιστον καὶ ὑπὲρ τὴν ἀναλογίαν τοῦ λοιποῦ σώματος ἔχειν εἰς ὕψος ἀνορθούμενον, καὶ τὴν δορὰν ἅπασαν ἀπὸ κεφαλῆς ἄκρας ἕως ποδῶν ἐσχάτων παρδάλει μάλιστα τῇ ποικιλίᾳ παρεμφερεστάτην, καὶ τοὺς ἔμπροσθεν πόδας τῶν ὀπισθίων ὑψηλοτέρουτ.

(279) Ὁ πάνθηρ παρεμφέρει μὲν τῇ παρδάλει, μικροτράχηλος δέ ἐστι καὶ τὸ πρόσωπον στρογγύλος, καὶ τὸ ἄκρον τῆς οὐρᾶς οὐ κινεῖ· τὰ δὲ περὶ τὴν ὀχείαν καὶ τὴν ἔκτεξιν ὅμοιος τῇ παρδάλει.

(280) Ὅτι τοὺς πάνθηρας ἐν Ἰνδίᾳ θηρεύουσι τίγρεις.