Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(241) δέδοικε δὲ τὸ τῆς σκίλλης ἄνθος, καὶ ἐντυχών, δαιμονίοις τισὶ σπασμοῖς κυλινδεῖται· [*](5 λυκάβαντα] Τimoth. p.8,21 Haupt. ὅτι λυκάβας λέγεται ὁ ἐνιαυτὸς ἀπὸ ἀριθμοῦ (πορθμοῦ falso ut iam apparet coni. Hercher) τῶν λὸκων cf. § 226 p.87, 6 8 πρόβατον] Timoth. p.3,23 ὅτι τῶν ὑπὸ λύκων ἐσθιομένων προβάτων τὰ κρέα ἡδέα ἐστί, τὰ δὲ ἀπὸ τῶν ἐρίων αὐτῶν γινόμενα ἱμάτια φθεῖρας πολλοὺς ποιεῖ 10 πλεῖστα] Τimoth. p.8,26 ὅτι πολλὰ εἴδη τῶν λὸκων ἐστίν. cf. Οpp. Cyneg. ΙΙΙ 293—335 18 οἱ λὸκοι] Τimoth. p.8,27 ὅτι ἐὰν δύο λύκοι ὁμοῦ ὰρπάσωσι πρόβατον καὶ τῷ τῶν ὀδόντων τιναγμῷ διέλωνται αὐτό, εἰς ἴσα γίνεται ὁ διαμερισμός 20 νοσοῦντι] Τimoth.p.9,1 ὅτι ὁ λύκος ἠνίκα νοσεῖ ἐσθίει γῆν. cf. Arist. hist. anim.Θ 5 p.594a 26 πλὴν τοὺς λύκους φασίν, ὅταν πεινῶσιν, ἐσθίειν τινὰ γῆν, μόνον δὴ τοῦτο τῶν ζῴων 24 ἔστι] Τimotth. p.9,2 ὅτι τὸν ψιττακὸν φίλον ἔχει, ὡς δορκὰς τοὺς πέρδικας, ὡς ἔλαφοι τοὺς ἀτταγᾶς, ὡς ἵπποι τὰς ὡτίδας, ὡς αἶγες τοὺς ἰχθῦς τοὺς σαργρύς, ὅτε πρὸς τοῖς ὕδασι λούονται. cf. 0pp. Cyneg. II 404sqq. δέδοικε] Timoth. p.9,11 ὅτι φοβεῖται ὁ λύκος τὴν σκίλλαν, ὡς ὁ λέων τὴν πρῖνον καὶ ἡ πάρδαλις τὴν κράνειαν. cf, Τi- moth. p.6,15. Ael. nat. anim.1 36 (p.21, 2 Herch.)) [*](1 διαφοράν scripsi: διαφθοράν D 4 τοῦ πονηροῦ scripsi: τόπον κροῦ D 5 παρὸ D 6 πλεῖον ἢ ἐκ δώδεκα ἡ τῶν scripsi: πλείων· ἢ δώδεκα, ἡ ἐκ D 8 μέντοι scripsi: μὲν D 15 ἀρκαδίας ex ἀρκαδείας correxit D 16 συμμετήλαχε D 18 ὁπότε sic D διαρπάσουσιν D: fortasse διαρπάσωσιν ef. p.95,19. 20 22 ἄγροστιν D 23. 24 fortasse ὁ κύκνος 24 ψιτακῷ D 25 σκίλλης scripsi: σκήλης D)

90
ταύτῃ τοι καὶ ἀλώπηξ ὑπὸ σκίλλαν κατευνηθεῖσα τῶν φοβούντων αὐτὴν ἀνεῖται φροντίδων.

(242) Λύκου δ’ ὀδόντα τις ἐξαψάμενος τοῦ αὐχένος, ἀδεῶς ἂν τοῖς ὁμοφύλοις ἐντύχῃ θηρίοις.

(243) πρὸς ὕπνον δ’ ἂν αὐτὸν ἐκκαλέσειας, φρύνου τὴν ὠμοπλάτην ἐπὶ χεῖρας ἔχων.

(244) ἔστι δέ τις θὴρ λύκῳ μὲν ἐοικώς, κρείττων δὲ ὤν ἢ κατὰ λύκον. ἔστι δὲ καλὸς μὲν ἰδεῖν, χρυσοειδεῖ δὲ τῇ χαίτῃ κομῶν· ἔχει δὲ τὴν γένυν ἰσχυροτάτην· εἴκει γὰρ αὐτῇ καὶ λίθος καὶ σίδηρος, καὶ πᾶν ὅ τι τῶν ἀντιτύπων ἴσα καὶ τοῖς μαλακωτάτοις ὑπ’ αὐτῆς κατείργασται. δέδοικε μέντοι τὰς τοῦ Σειρίου ἀνατολὰς καὶ κατὰ τήνδε τὴν ὥραν ἀθέατός ἐστι πέτραν τινὰ κοίλην ὑποδραμών, ἕως ἂν ἄρα αἴσθηται ψυχροτέρας ὑποπνεούσας αὔρας.

(245) Ἔστι μὲν ἡ πάρδαλις καρχαρόδους καὶ πολυσχιήής· καὶ γὰρ πενταδάκτυλος ἐκ τῶν ἐμπροσθίων, ἐκ δὲ τῶν ὀπισθίων τετραδάκτυλος.

(246) πορεύεται δὲ κατὰ διάμετρον.

(247) ἔχει δὲ μαστοὺς δύο.

(248) ἀνατμηθεῖσα δὲ τὰ μὲν ἄλλα ἔχει ὅμοια κυνί. γλῶσσαν δὲ ἔχει τραχεῖαν καὶ ῥινώδη, πνεύμονα ἑπτάλοβον καὶ κοιλίαν ὑείαν, κύησιν καὶ ἔκτεξιν πάντα ὅμοια κυνί.

(249) Ἔστι δὲ ἡ θήλεα ἀνδρεοτέρα τοῦ ἄρρενος.

(250) λέγεται δὲ ὅτι ὅταν καταφάγῃ μὴ γνοῦσα σὺν ἄλλοις φυταρίοις τὸ παρδαλιαγχὲς [*](3 λύκου] Τimoth.p.9,9 Haupt. ὅτι ὀδόντα αὐτοῦ εἴ τις φορέσειεν, οὐ φοβεῖται λύκον, καὶ ἵππος φορῶν αὐτὸν ταχύτατος γίνεται 4 πρὸς ὕπνον] Τimoth.p.9,13 ὅτι ὀστοῦν φρύνου κατέχων τις κοιμίζει τὸν λύκον 5 ἔστι δέ τις θήρ] Τimoth.p.9,14 ὅτι ἔστι λύκος κατεσθίων σίδηρον καὶ τοὺς λίθους. κρύπτεται δὲ κατὰ τὸν καιρὸν τοῦ Σειρίου κυνὸς ἕως οὗ καταψύξγῃ ὁ ἀήρ. cf. Opp. Cyneg. III 314—323 12 καρχαρἀδους] Arist. hist. anim. B 1 p.501 a16 ἔτι δὲ τὰ μέν ἐστι καρχαρόδοντα αὐτῶν, οἷον λέων καὶ πάρδαλις καὶ κύων. cf. Ael. nat. anim. XI 37 (p. 289,21 Herch) πολυσχιδής] Arist. hist. anim. B 1 p.499b6 τῶν δὲ τετραπόδων καὶ ἐναίμων καὶ ζῳοτόκων τὰ μέν ἐστι πολυσχιδῆ, ὥσπερ αἱ τοῦ ἀνθρώπου χεῖρες καὶ οἱ πόδες (πολυδάκτυλα γὰρ ἔνιά ἐστιν, οἶον κύων, λέων, πάρδαλις) 13 πενταδάκτυλος] Arist. part. anim. Δ10 p. 688a4 τῶν δὲ πολυδακτύλων ἔνια καὶ διὰ τοῦτο καὶ πενταδακτύλους ἔχει τοὺς προσθίους πόδας, τοὺς δ’ ὄπσθεν τετραδακτύλους, οἷον λέοντες καὶ λύκοι, ἔτι δὲ κύνες καὶ παρδάλεις· ὁ γὰρ πέμπτος ὥσπερ ὁ τῆς χερὸς γίνεται μέγας πέμπτος. ef. Ael. nat. anim. IV 49 (p.103,17 Herch) 14 πορεύεται] Arit. hist. anim. A 5 p.490b3 πάντα δὲ κινεῖται ὁμοίως, τὰ τετράποδα καὶ πολύποδα· κατὰ διάμετρον γὰρ κινεῖται ἔχει δὲ μαστοὺς] Arist. 1. c.B 1 p. 500 a 28 ἡ δὲ πάρδαλις τέτταρας ἐν τῇ γαστρί 18 ἔστι] Arist.1. c.l 1 p.608 a ἀθυμότερα δὲ τὰ θήλεα πάντα τῶν ἀρρένων πλὴν ἄρκτου καὶ παρδάλεως· τούτων δ΄ ἡ θήλεια δοκεῖ εἶναι ἀνδρειοτέρα. cf. Ael. nat. anim.ΙV 49 (p.103,18 Herch) λέγεται] Arist. 1.c.16 p. 612 a7 ἡ δὲ πάρδαλις ὅταν φάγῃ τὸ φάρμακον τὸ παρδαλιαγχές, ζητεῖ τὴν τοῦ ἀνθρώπου κόπρον· βοηθεῖ γὰρ αὐτῇ. διαφθείρει δὲ τοῦτο τὸ φάρμακον καὶ λέοντας. διὸ καὶ οἱ κυνηγοὶ κρεμαννὐουσιν ἐν ἀγγείῳ ἔκ τινος δένδρου τὴν κόπρον, ὅπως μὴ ἀποχωρῇ μακρὰν τὸ θηρίον· αὐτοῦ γὰρ προσαλλομένη ἡ πάρδαλις καὶ ἐλπίζουσα λήψεσθαι τελευτᾷ. cf. Ael. nat. anim. IV 49 (p. 103,19 Herch). Timoth. p.11,19) [*](2 φροντίδων delevi 4 ἐντύχῃ D cf. p.51,4 5 φρύνου scripsi e Timotheo: φρένου D 9 κατείργασται scripsi: κατειργάσθαι D 15 δύο D: τέτταρας Arist. 19 καταφάγῃ scripsi: καταφύγῃ D παρδαλιαγχὲς Arist.: παρδαλοαγχὲς D: παρδαλίαγχον Tim.: παρδαλιάγχου in gen. Ael.)

91
λεγόμενον βοτάνιον, ἀνθρωπείαν κόπρον φαγοῦσα ὑγιάζεται· ὅθεν οἱ θηρεύοντες αὐτὰς τὴν κόπρον κατὰ τῆς ἐνέδρας τιθέασι.

(250a) Γίνονται δ᾿ ἐν τῇ Ἀσίᾳ παρδάλεις, ἐν δὲ τῇ Εὐρώπῃ οὐδ’ ὅλως γίνονται.

(251) Ἴδιον δ’ ἔχει ἡ πάρδαλις τὸ κινεῖν τὸ ἄκρον τῆς οὐρᾶς αὐτῆς ἀκινητούσης.

(252) Ὅτι διὰ τὸ ἀποδιδράσκειν τοὺς πιθήκους ἐπὶ τὰ δένδρα, ἡ πάρδαλις τοῦ πιθήκου δολερωτέρα οὗσα τοιαῦτα παλαμᾶται. ἑαυτὴν ὑπέρριψε δένδρῳ, | καὶ κεῖται ὑπτία, καὶ τὴν γαστέρα διώγκωσε, παρῆκε δὲ τὰ. [*](f.359v) σκέλη καὶ τὼ ὀφθαλμὼ κατέμυσε, πιέζει δὲ καὶ συνέχει τὸ ἆσθμα καὶ κεῖται οἷα νεκρά. ἕνα οὖν οἱ πίθηκοι ἀδεέστερον καταπέμπουσιν, ὁ δὲ κάτεισι καὶ μικρὸν ἰδὼν ἀνέστρεψε καὶ πάλιν κατῆλθε, καὶ πλησίον γενόμενος ἀνεχώρησε καὶ ὑπέστρεψεν αὖθις, καὶ τὴν πανουργίαν ἐξήτασε τῆς κειμένης. ἡ δὲ ἀτρεμεῖ μάλα ἐγκρατῶς. ἀθρόοι οὖν γενόμενοι οἱ πίθηκοι περιχορεύουσι καὶ κυβιστῶσι κέρτομόν τι καὶ ὀρχηστικόν. ἡ δὲ ὑπομένει, καὶ καμόντας αὐτοὺς ὑπὸ τῆς χρείας ἀδοκήτως ἀναπηδήσασα τοὺς μὲν τοῖς ὄνυξι διέξηνε, τοὺς δὲ τοῖς ὁδοῦσι διέσπασε, καὶ πανθοινίαν ἀφθονωτάτην ἔχει.

(253) Ἔχθιστον δὲ τῇ παρδάλει ἡ ὕαινα.

(254) Ἄμπελον δὲ ὁμώνυμον τῷ φυτῷ πάρδαλίν τινα οὕτω καλεῖσθαί φασι φύσεως ἰδίας μετεληχυῖαν, καὶ οὐρὰν οὐκ ἔχειν ἀκούω αὐτήν· καὶ εἰ ὀφθῇ γυναικί, εἰς νόσον ἀδόκητον ἐμβάλλει αὐτήν.

(255) Πάρδαλις δὲ Καρικὴ καὶ Λυκιακὴ οὐκ ἔστι θυμική, οὐδὲ ἁλτικὴ σφόδρα, τὸ σῶμα δὲ μακρά, ἀντίτυπος δὲ τῇ φθορᾷ καὶ οὐ ῥφδίως τῷ σιδήρῳ εἴκουσα.

(256) Ἔστι δὲ τὸ ζῷον ἡ πάρδαλις τῶν καρχαροδόντων.

(257) Εὐωδίας τινὸς θαυμαστῆς τὴν πάρδαλιν μετεληχέναι φασί, ἡμῖν μὲν ἀπορρήτου, αὐτὴ δὲ οἶδε τὸ πλεονέκτημα τὸ οἰκεῖον, καὶ μέντοι καὶ τὰ ἄλλα ζῷα συνεπίσταται τοῦτο τῇ παρδάλει, καὶ ἁλίσκεται τὸν τρόπον [*](3 γίνονται] Arist. hist. anim. Θ 28 p.606b 16 παρδάλεις δ΄] ἐν τῇ Ἀσίᾳ, ἐν δὲ τῇ Εὐρώπῃ οὐ γίγνονται 5 ἴδιον] probabiliter e Timotheo. cf. supra Α 143 p. 34,12 7 ὅτι διὰ τὸ ἀποδιδράσκειν] cf. Ael. nat. anim. V 54 (p.135,21—136,27 Herch) 19 ἔχθιστον] ef. Ael. nat. anim. VI 22 (p.148,32—149,1 Hereh.) 20 ἄμπελον] Ael. nat. anim. X 39 (p. 261,28 —32 Herch.) ἄμπελον ὁμώνυμον τῷ φυτῷ πάρδαλίν τινα οὕτω καλεῖσθαί φασι φύσεως ἰδίας παρὰ τὰς λοιπὰςμετεληχυῖαν καὶ οὐρὰν οὐκ ἔχειν ἀκούω αὐτήν. ἥπερ οὖν εἰ ὀφθῇ [ὀφθείη corr. Schneider] γυναιξίν, ἐς νόσον ἐμβάλλει ἀδόκητον αὐτάς 23 πάρδαλις] Ael. nat. anim. XVII 43 (p. 431,27—30 Hereh.) Πάρδαλις Καρικὴ καὶ Λυκιακὴ οὐκ ἔστι μὲν [μὲν delebat Hercher] θυμικὴ οὐδὲ οἵα σφόδρα ἁλτικὴ εἶναι, τὸ σῶμα δὲ μακρά. τιτρωσκομένη δὲ καὶ δόρασι καὶ αἰχμαῖς ἀντίτυπός ἐστι καὶ οὐ ῥᾳδίως τῷ σιόήρῳ εἴκει 26 ἔστι] cf. § 45 p. 90,12 27 εὐωδίας] Ael.nat. anim. V 40 (p.128,15—25 Herch.)) [*](3 οὐδόλως D 7 τὰ addidi ex Ael. 9 τὴν μὲν Ael. διόγκωσε D 13. 14 τῆς κειμένης scripsi: τοῦ κειμένου D 17 διέξηνε Ael.: διέανε D διεσπάσατο Ael. 27 εὐωδία D)

92
τοῦτον. ἐκείνη ἡ πάρδαλις τροφῆς δεομένη ἑαυτὴν ὑποκρύπτει ἢ λόχμῃ πολλῇ ἢ φυλλάδι βαθείᾳ, καὶ ἐντυχεῖν ἐστιν ἀφανής, μόνον δὲ ἀναπνεῖ. οὐκοῦν οἱ νεβροὶ καὶ δορκάδες καὶ αἶγες αἱ ἄγριαι καὶ τὰ τοιαῦτα τῶν ζῴων, ὡς ὑπό τινος ἴυγγος τῆς εὐωδίας ἕλκεται, καὶ πλησίον γίνεται· ἡ δὲ ἐκπηδᾷ καὶ ἔχει τὸ θήραμα.

(258) Τὰ ἄλογα καὶ τῶν συνήθων σφίσι γενομένων ἀπέχεσθαι φιλεῖ καὶ φείδεσθαι πολλάκις. ἀκούω γοῦν τὸν λόγον ἐκεῖνον. πάρδαλιν ἐκ νηπίου θηρατὴς ἀνὴρ ἡμερώσας εἶχεν, οἷα δήπου φίλην ἢ ἐρωμένην ἀγαπῶν καὶ περιέπων ἰσχυρῶς. οὐκοῦν ἔριφον αὐτῇ φέρων ζῶντα ἐδίδου, τροφὴν ἐν ταὐτῷ καὶ ἡδονήν τινα ἐπινοήσας τῷ θηρίῳ ἐν τῷ διασπᾶν τὸν ἔριφον, ἀλλὰ μὴ δοκεῖν ἐσθίειν κενέβριόν τι καὶ θνησείδιον. καὶ δὴ κομισθέντος ἐρίφου, ἡ δ’ ἐγκρατῶς ἔσχε, δεομένη ἀπόσιτος εἶναι διὰ πλησμονήν. ἔδρασε δὲ καὶ τῇ δευτέρᾳ τοῦτο· ἐδεῖτο γὰρ ἔτι ὡς φαρμάκου τοῦ λιμοῦ. [*](f.360r) τῆς δὲ τρίτης ἐπιστάσης ἡμέρας ἐπείνη μὲν καὶ συνήθως ἐπεδείκνυτο τοῦτο τῷ φθέγματι, οὐ μὴν τοῦ ἐρίφου γενομένου δύο ἡμερῶν ἑαυτῇ φιλτάτου ἔτι προσήψατο, ἀλλὰ ἐκεῖνον μὲν εἴασεν, ἄλλους δὲ ἔλαβεν. ἄνθρωποι δὲ καὶ ἀδελφοὺς προὔδοσαν καὶ τοὺς γειναμένους καὶ φίλους ἀρχαίους, καὶ πολλοὶ πολλάκις.

(259) Θήρα δὲ παρδάλεων Μαυρουσία εἴη ἄν. καὶ ἔστιν αὐτοῖς οἰκοδομία λίθων περιπεποιημένη καὶ ἔοικε ζωαγρίᾳ τινί· καὶ ἔστιν ὁ λόχος ὅδε ὁ πρῶτος· ὅ γε μὴν δεύτερος, ἐνδοτέρω σαπροῦ κρέως καὶ ὀδωδότος μοῖραν μηρίνθου τινὸς μακροτέρας ἐξαρτῶσι· θύραν δὲ ἐκ ῥιπίδων καί τινων καλάμων ἀραιὰν ἐπέστησαν, καὶ μέντοι καὶ δι’ αὐτῶν ἐκπνεῖται ἡ τοῦ κρέως τοῦ προειρημένου ὀσμὴ διαρρέουσα. αἴσθονται δὲ οἱ θῆρες· καὶ γὰρ ἐπὶ τοῖς κακόσμοις φιληδοῦσι· προσβάλλει γὰρ αὐταῖς ὁ τῶν προειρημένων ἀήρ, ἐάν τε ἐν ἀγρίοις τοῖς ὄρεσιν ἐάν τε ἐν φάραγγι, καὶ μέντοι καὶ ἐν αὐλῶνι. εἶτα ἀνεφλέχθη καὶ ἢ τῇ ὀσμῇ ἐντυχοῦσα, καὶ ὑπὸ τῆς ἄγαν ὁρμῆς ἐς τὴν θοίναν τὴν φίλην ᾄττει φερομένη· ἕλκεται δὲ ὑπ’ αὐτῆς ὡς ὑπό τινος [*](6 τὰ ἄλογα] Ael. nat. anim. VI 2 (p.139,11—28 Hereh.) 19 θήρα] Ael. l.e. XIII 10 (p. 323,21—324,8 Herch.)) [*](1 ἐκείνη ἡ πάρδαλις D libri Ael.: delendum est ἡ πάρδαλις. aliter Hercher συνεπίσταται τοῦτο ἐκείνῃ, καὶ ὰλίσκεταί οἱ τὸν τρόπον τοῦτον 2 φυλάδι D 3 δορκάδες D Ael.: αἰ δορκάδες Hercher καὶ (ante αἶγες) D: καὶ αἱ Ael.: καὶ οἱ Hercher οἱ ἄγριοι Hercher 4 γίνεται πλησίον Ael. 6 καὶ D Ael.: deleri voluit Hercher 10 ἐν ταὐτῷ scripsi ex Ael.: ἐν αὐτῷ D 11 κενέβριόν τι scripsi: καὶ νέβριόν τι D: κενέβριόν τε Ael.: κενέβρειόν τε Hercher 12 τοῦ ἐρίφου Hercher ἠ δ΄ D: ἤδ΄ Ael.: ἤ δὲ ercher 13 δὲ καὶ τῇ δευτέρα iteravit D 15 μιλτάτου D: φίλου Ael. 16 ἐκεῖνον Ael.: ἐκεῖνο D ἄλλους D: ἄλλον Ael. 20 περιπεποιημένη D: πεποιημένη Ael. ζωαγρίᾳ D Ael.: ζωγρείῳ Schneider ἔστι μὲν ὁ Ael. 21 ἐνδοτέρω Ael.: ἐν δευτέρῳ D 22 μοίραν μυρίνθου D θόρον D ἐκ ῥιπίδων Ael.: ἐκ κρηπίδων D 24 αἰσθάνονται Schneider γὰρ ἐπὶ D: γάρ πως Ael. 25 αὐτὰς Hercher ὁ ⟨ἐκ⟩ τῶν malit Hercher 26 ἀγρίοις D Ael.: ἄκροις Reiske 27 καὶ ἤ scripsi: καὶ ᾖ D: om. Ael. 28 θοίναν D cf. Moeris p.198,28 Bekk.: θοίνην Ael.)

93
ἴυγγος. εἶτα ἐμπίπτει τῇ θύρᾳ καὶ ἀνατρέπει αὐτὴν καὶ ἔχεται τοῦ δυστυχοῦς δείπνου. τῇ γάρ τοι μηρίνθῳ τῇ προειρημένῃ συνυφάνθη ἡ πάγη καὶ μάλα σοφή, ἥπερ οὖν ἐσθιομένου τοῦ κρέως κινεῖται, καὶ περιλαμβάνει τὴν λίχνον πάρδαλιν. καὶ ἑάλω γαστρὸς ἀδηφάγου καὶ μυσαρᾶς ἑστιάσεως δίκας ἐκτιννύουσα ἡ δυστυχής.

(260) Ἡ δὲ πάρδαλις, διττὸν τὸ γένος αὐτῇ· αἱ μὲν γὰρ μικραί, αἱ δὲ πεφύκασιν οὖσαι μεγάλαι. καὶ ἔστι ταῖς μὲν μικραῖς ἡ οὐρὰ μηκίστη, ταῖς δὲ μεγάλαις μικρά.