Historiae Animalium Epitome
Aristophanes of Byzantium
Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885
(221) Λύκοι δὲ φεύγοντες ἐρημίας καὶ τὰ οἰκούμενα διώκοντες χειμῶνα δηλοῦσι.
(222) Βοῦν δὲ ἐμπεσόντα εἰς τέλμα λύκοι φοβοῦσιν, ἐπιβῆναι τῆς γῆς οὐκ ἐπιτρέποντες· ἀναγκάζουσι δὲ ἰλυσπώμενον ἀποπνιγῆναι. εἶς δὲ εἰσπηδήσας ἐλάβετο τῆς οὐρᾶς, καὶ ἕλκει εἰς τὸ ἔξω, 〈καὶ〉 ἕτερος ἐκείνου καὶ ἄλλος ἑτέρου μέχρι τοῦ ἑστῶτος ἔξω τοῦ ὕδατος. καὶ τὸν τρόπον τοῦτον ἐξαγαγόντες δειπνοποιοῦνται τὸν βοῦν. καὶ βοὸς δὲ μόσχον εὑρόντες οἱ λύκοι προσπηδῶσι, καὶ τῶν μυκτήρων λαβόμενοι ἕλκουσιν· ὅταν δὲ θεάσωνται σφόδρα ἀντιτείνοντα, μεθῆκαν· καὶ ἐκεῖνος ὑπὸ τῆς ἐς τοὐπίσω βίας ἀνατέτραπται, καὶ οἱ λύκοι προσπεσόντες ἀνέρρηξαν τὴν νηδύν, καὶ ἐσθίουσιν αὐτόν.
(223) Πόα δέ τίς ἐστι τοῦ Νείλου πλησίον ἧς ἐπιῦβὰς λόκος πρὸ ὥρας ἀποθνήσκει· καλεῖται δὲ λυκοκτόνος.
(224) Οὐ ῥᾳδίως λύκοι τὴν ὠδῖνα ἀπολύουσιν, ἀλλὰ ἐν ἡμέραις δώ δεκα καὶ νυξὶ τοσαύταις.
(225) Ὁ λύκος ἐμπλησθεὶς εἰς κόρον οὀδ’ ἂν τοῦ βραχίστου τὸ λοιπὸν ἐπιγεύσαιτο· περιτείνεται μὲν 〈γὰρ⟩ ἡ γαστὴρ τῷδε, οἰδαίνει δὲ ἡ γλῶσσα καὶ τὸ στόμα ἐμφράγνυται, πραότατος δὲ ἐντυχεῖν ἐστιν ἀμνοῦ δίκην, καὶ οὐκ ἂν ἐπιβουλεύσαι ἢ ἀνθρώπῳ ἢ θρέμμασιν, οὐδὲ εἰ τῆς ἀγέλης βαδίζοι μέσος. μειοῦται δὲ ἡσυχῆ καὶ κατ’ ὀλίγον ἡ γλῶττα αὐτῷ, εἶτα εἰς τὸ ἀρχαῖον σχῆμα ἐπάνεισι, καὶ λύκος γίνεται αὖθις.
(226) Τῷ λύκῳ ὁ τράχηλος εἰς βραχὺ συνῆκται· οὔκουν οἶός τέ ἐστιν ἐπιστραφῆναι· ὁρᾷ δὲ ἐς τὸ πρόσω ἀεί, εἰ δὲ βούλοιτό ποτε εἰς τοὐπίσω [*](1 ὅτι οἱ λὸκοι] cf. Ael. nat. anim. ΙΙΙ 6 (p.61,20—25 Hereh) 3 ἐν Κρήτῃ] cf. Ael. 1. e. III 32 (p. 73,32 Hereh) 4 ἔχθιστον] ef. Arist. hist. anim.I 1 p. 609b1 ad § 212 eit. δέδοικε] cf. Ael. nat. anim. V 19 (p.118,22—30 Herch.) 8 λὸκοι] cf. Ael.l.c. VII 8 (p.175,24—27 Herch.) 10 βοῦν δὲ] cf. Ael. I.e. VIII 14 (p.209,13—32 Herch.) 18 πόα] cf. Ael. 1.e.ΙΧ 18 (p. 224,25—28 Herch.) 20 οὐ ῥᾳδίως] Ael. 1.e. IV 4 (p.82,11—12 Herch.) 22 ὁ λύκος] Ael. 1. e. IV 15 (p.85,26—86,2 Herch.) 28 τῷ λύκῳ] Ael. 1. c. X 26 (p. 255,19—256,11 Herch.)) [*](3 κρίτῃ D 6 μαχούμενος scripsi ex Ael.: μαχόμενος D 8 ἐρημίας iteravit D 11 ἱλυσπόμενον D 12 καὶ addidi ex Ael. 14 δειπνοποιοῦνται τὸν βοῦν D: τὸν βοῦν ποιοῦνται δεῖπνον Ael. 17 προσπεσόντες D: ἐμπεσόντες Ael. 18 δέ τι ἐστὶ D 20 λύκοι D: οἱ λύκοι Ael. 23 ἐπιγεύσαιτο D: ἀπογεύσαιτο minus recte Ael. περιτείνεται recte D Ael. (cf. Arist. H. An. Θ2 p.591 b2): παρατείνεται Hercher γὰρ addidi ex Ael. οἰδαίνει Ael.: ὑγιαίνει ex ὑδαίνει correxit D1 25 ἐπιβουλεύσαι Ael.: ἐπιβουλεῦσαι D: ἐπιβουλεύσειεν Hercher θρέμματι Ael. βαδίζοι Ael.: βαδίζει D 28 οὖκουν Ael.: οὐκοῦν D)
(227) Τὰ δὲ ἴδια τῶν ζῴων εἰδέναι οὐδὲ θεοὶ ὑπερορῶσιν. ἀκούω γοῦν Εὐρυσθένην καὶ Προκλέα κατὰ τοὺς Ἀριστομάχου τοῦ Κλεάνδου τοῦ Ὕλλου τοῦ Ἡρακλέους παῖδας βουλομένους ἂγεσθαι γυναῖκας ἐλθόντας εἰς Δελφοὺς τὸν θεὸν ἔρεσθαι τίνι ἂν κηδεύσαντες Ἑλλήνων ἢ βαρβάρων εἶτα μέντοι καλῶς καὶ εὐβούλως γῆμαι δόξαιεν, τὸν δὲ θεὸν αὐτοῖς ἀποκρίνασθαι ἐπανιέναι μὲν εἰς Λακεδαιμονίαν, ὑποστρέφειν δὲ κατὰ τὴν ὁδὸν ταύτην, καθ’ ἣν ἀφίκοντο. ἐν δ’ ἂν αὐτοῖς χώρᾳ τὸ ἀγριώτατον ἀπαντήσῃ ζῷον φέρον τὸ πραότατον, ἐνταῦθά τοι ἁρμόσασθαι γάμους· οὕτως γὰρ αὐτοῖς ἔσεσθαι λῷον. καὶ οἱ μὲν ἐπείθοντο· οἱ δὲ γίνονται κατὰ τὴν Κλεωναίων χώραν, καὶ ἐντυγχάνει αὐτοῖς λύκος φέρων ἄρνα ἔκ τινος ποιμένος αὐτὸν ἁρπάσας. συνέβαλον οὖν ἐκεῖνοι λέγειν ταῦτα τὰ ζῷα τὸν χρησμόν, καὶ ἡρμόσαντο τὰς Θεσάνδρου τοῦ Κλεωνύμου θυγατέρας δοκίμου ἀνδρός. εἰ δὲ οἱ θεοὶ ἴσασι τὸ ἡμερώτατον ζῷον καὶ τὸ ἀγριώτατον, οὐδὲ ἡμῖν ἐκμελὲς τὰς φύσεις αὐτῶν εἰδέναι.
[*](17 τὰ δὲ ἴδια] Ael. nat. anim. XII 31 (p.307,18—308,5 Herch.))[*](1 ζῴων Ael. 2 καὶ ὅτε πᾶσιν ἐστὶ σκότος D: καὶ ὅτε πᾶσίν ἐστι σκότος ἐκεῖνος βλέπει Ael.: delevit Hercher 4 προσλαβὼν D: λαβὼν Ael.: λαχὼν Ηercher 5 ἤδη D Ael.: δὴ Hercher κλέπτοντες D: βλέποντες Ael. 6 ἡλίου D: Ἡλίῳ Ael. τιμὴν τὴν τοῦ Ael. 7, 8 Ἀπόδλλω Hercher 8 ἐκείνη delevit Hercher 10 ὅμηρος D Hercher: Ὅμηρος εἰπὼν Ael. λυκηγενέει D 13 λύκος Ael.: λύκοις D 14 γὰρ addidi ex Ael. 18 κατὰ τοὺς Ἀριστομάχου D: Προκλέα τοὺς Ἀριστομάχου libri Ael.: Προκλέα τοὺς ⟨ Ἀριστοδήμου τοῦ⟩ Ἀριστομάχου rest. Sylburg κλεάνδου D: κλεάδα vel κλεόδου libri Ael.: Κλεόδα Lobeck 19 ἡρακλέως D 20 ἔρεσθαι sic D 22 Λακεδαίμονα Ael. 23 καθ’ ἥν καὶ Ael. 24 φέρον τὸ Ael.: φέροντο D ἐνταῦθά Ael.: ἐντεῦθέν D 25 γίνονται δὲ Hercher Κλεωναίων Ael.: κλαιονέων D 26 καὶ ἐντυγχάνει D Ael.: ἐντυγχάνει δὲ Hereher ποιμένος D Ael.: ποίφνης rest. Gesnerus 27 άρπάσας D: ἡρπασμένον Ael.: συνηρπακώς Hercher 28 θεσάνδρου D Ael.: Θερσάνδρου Hercher 29 οὐδὲ Ael.: οὐδὲν D)(228) Γέλωνος τοῦ Συρακουσίου παιδὸς ὄντος λύκος μέγιστος εἰσπηδήσας εἰς τὸ διδασκαλεῖον ἐξήρπασε τῶν χειρῶν τοῖς ὀδοῦσι τὴν δέλτον, καὶ ὁ Γέλων ἐξαναστὰς τοῦ θάκου ἐδίωκεν αὐτόν, τὸ μὲν θηρίον μὴ καταπτήξας, περιεχόμενος δὲ τῆς δέλτου ἰσχυρῶς. ἐπεὶ δὲ ἔξω τοῦ διδασκαλείου ἐγένετο, τὸ μὲν κατηνέχθη καὶ τοὺς παῖδας αὐτῷ διδασκάλῳ κατέλαβε, θείᾳ δὲ προμηθείᾳ ὁ Γέλων περιῄει μόνος, καὶ τό γε παράδοξον, οὐκ ἀπέκτεινεν ἄνθρωπον, ἀλλ’ ἔσωσε λύκος, οὐκ ἀτιμασάντων τῶν θεῶν ὅσον οὐδὲν διὰ τῶν ἀλόγων τῷ μὲν τὴν βασιλείαν προδηλῶσαι, τὸν δὲ τοῦ μέλλοντος . κινδύνου σῶσαι· ἴδιον δὲ τῶν ζῴων καὶ τὸ θεοφιλές.
(229) Μὴ λάθῃ δέ σε ὁ λύκος μηδέποτε προϊδεῖν, ἐπεὶ ἄφωνόν. [*](f.358v) σοι τὸ στόμα καὶ μηδὲ φθόγγον ἀφιέναι θείη δυνάμενον.
(230) Λέγεται γοῦν ὡς πρόβατον ἁρπαγὲν ὑπ’ αὐτοῦ αὐθαιρέτως ἀκολουθεῖ οὔτ’ ὀδοῦσι δακνόμενον οὔτε στόματι ἐφελκόμενον· ἀλλ’ ἡνίκα δ’ ἂν τῆς ποίμνης ἀποκριθῇ, ἕπεται αὐτομόλως· εἰ δέ που καὶ ἀπειθήσειεν, ἀλλ’ αὐτὸ τῇ οὐρᾷ μαστίζων ὁ λύκος ἐλᾷ.
(231) Βορώτατον μέντοι ὄντα καὶ φαγεῖν ἄτοπον ἡ φύσις μέτρα παιδεύει τροφῆς. ἡνίκα γὰρ διακορὴς γένηται καὶ ὑποπλησθῇ τὴν γαστέρα, ἐξοιδεῖται αὐτῷ ἡ γλῶσσα καὶ τοὺς τῆς τροφῆς ἀποφράγνυσι πόρους· καὶ τοιαύτην ὑπέχει δίκην ἀδηφαγίας ὁ λύκος.
(232) Ἔστι δὲ τὴν ἀκοὴν τὸ ζῷον ὀξύτατον. λάθῃ γὰρ αὐτὸν οὐδὲ φαυλότατόν τι κνῦμα κτύπου, οὐδὲ τοῦ σηκοῦ ποτε τῶν προβάτων ὑπεξιόντων ἡ βάσις αὐτὸν διαφύγῃ, καὶ πορρωθέν γε ὄντα. τὴν κεφαλὴν γὰρ τῇ γῇ προσερείδων σαφῆ τῆς ἐκείνων βληχῆς τὴν αἴσθησιν ὑπανέλκει.
(233) Διοίγεται μέντοι αὐτῷ τὸ στόμα οὐκ εὐπετῶς· ἔστι γὰρ τοῖς ὁδοῦσι συνειλημμένον. ἀλλ’ ἡνίκα δ’ ἂν εἰς θήραν χωροίη, μόλις αὐτὸ διοίξας, κεχηνὼς τοῦ λοιποῦ περιθέει τὴν ἄγραν.
(234) οὕτω δὲ τὸ θηρίον πεπολεμωμένον ἐστὶ τοῖς προβάτοις, ὡς μηδὲ θανάτῳ ποτὲ σπένθέσθαι, [*](1 Γἐλωνος] Ael. nat. anim. XIII 1 (p.318,4–16 Herch.) 10 μὴ λάθῃ] Τimoth. p. 8,10 Haupt. κεφ.ζ΄.περὶ λύκου. ὅτι ὁ λύκος ἐὰν πρότερος ἴὄῃ τινά, ἐνεὸν αὐτὸν ποιεῖ καὶ ἄφθογγον ὤρας τινάς 12 λέγεται] Τimoth. p. 8,12 ὅτι φύσει τοῖς προβάτοις πολέμιός ἐστι, καὶ ἁρπάζων αὐτὰ πολλάκις τῇ οὐρᾷ μαστίζων ἐλαύνει, κἀκεῖνα αὐτομάτως ἀκολουθεῖ 16 βορώτατον] Τimoth. p.8,15 ὅτι ἡνίκα ὑπὲρ μέτρον φάγοι, φυσᾶται αὐτοῦ ἡ γλῶσσα καὶ φράσσει τὸν λαιμὸν αὐτοῦ. cf. § 225 p.86,22 20 ἔστι δὲ τὴν ἀκοὴν] probabiliter e Τimotheo 24 διοίγεται] probabiliter e Τimotheo 26 οὕτω δὲ τὸ θηρίον] Τimoth. p.8,17 ὅτι οὕτως ἐχθρωδῶς ἔχει πρὸς τὰ πρόβατα ὥστε εὑρισκομένης πολλάκις χορδῆς αὐτοῦ ἐν κιθάρᾳ τὰς ἄλλας τῶν προβάτων χορδὰς ἀργεῖν καὶ κρουομένας μὴ φθέγγεσθαι. τοῦτο δὲ καὶ ἐπὶ τυμπάνων ὁμοίως. cf. opp. Cyneg. III 282sqq.) [*](1 Γἐλωνος δὲ Ael. συρακουσίου Ael.: συρρακουσίου D: Συρακοσίου Hercher 3 τὸ μὲν Ael.: τὸ δὲ D 5 κατέβαλε Hercher 6 περιήει D Ael.: περιῆν rest. Abresch 7, 8 ὅσον οὐδὲν D: ὅσον οὐ vel οὐδὲ vulg. Ael.: οὐδὲ V Hercher 8 τῷ μὲν Ael.: τῶν μὲν D 14 ἀπειθείσειεν D 20 λάθη D: fortasse λάθοι, cui ἄν in hoc scriptore addi non oportet 21 κνῦμα scripsi (cf. Aristoph. Eeel. 36): κύημα D 22 διαφύγη D: fotasse διαφύγοι 24 διοίγεται scripsi: διοίχεται D αὐτῷ seripsi: αὺτῶν D)
(235) Λυκάβαντα δὲ τὸν ἐνιαυτὸν σύνηθες ὀνομάζειν παρ’ ὃ μὴ πέφυκε πλεῖον ἢ ἐκ δώδεκα ἡ τῶν λύκων ἀγέλη ξυνισταμένη, ἢ ὅτι παρ’ ὅλον ἐνιαυτὸν ἅπαξ μέμνηται λύκος ἀφροδισίων.
(236) Πρόβατον μέντοι ὑπὸ λόκου πληγὲν ἡδὺ μὲν ὑπάρχει φαγεῖν, τὸν χιτῶνα δὲ τὸν ἐκ τῶν ἐρίων φθειρῶν μάλιστα παρέχει γεννητικόν.
(237) Πλεῖστα δὲ τὰ εἴδη τῶν λόκων· ὁ μὲν γὰρ ἰκτῖνος, ὁ δὲ κίρκος, ὁ δὲ τοξευτήρ, ἄλλος δὲ ὃς καὶ βασιλεύς ἐστι λόκων καὶ καλεῖται. οὖτος δὲ οὐδὲ πέφυκε βαρὺς εἶναι τοῖς προβάτοις, ἀλλ’ εἰ καὶ τῷ λιμῷ ποτε εἴκων διαρπάσειε, συνδιαιρεῖται τῷ νομεῖ τὴν θήραν, αὐτός τε τὸ ἥμισυ βεβρωκώς, ἐκείνῳ θάτερον ὑπολείπει. καὶ ἦν ἄρα ποτὲ βασιλεὺς Λυκάων δικαιοσύνης ἐχόμενος, τὸ γένος ἕλκων ἐξ Ἀρκαδίας, ὃς ἐπείπερ εἰς λύκον ἔτυχε μεταβεβληκώς, οὐ συμμετήλλαχε καὶ τὸ ἦθος, ἀλλ’ ἔμεινε δήπου [*](f.359r) δίκαιος ὤν.
(238) 0ἱ λύκοι μὲν οὖν, ὁπότε δύο ἢ καὶ πλείονες μίαν διαρπάσουσιν αἶγα, διαιροῦνται κατ’ ἰσότητα πρὸς ἀλλήλους, καὶ ἄδικος οὕτω θήρα δικαίας τυγχάνει νομῆς.
(239) νοσοῦντι δὲ λύκῳ καὶ ἀπορουμένῳ τροφῆς τὸν χοῦν αὐτῷ λέγεται γίνεσθαι βρῶσιν, καὶ τοῦτον ἐσθιόντα διαζῆν, καθάπερ ἄρα καὶ ἄγρωστιν μὲν οἱ κύνες, ἔλαφος δὲ τὸν ὄφιν. θηρᾷ δ’ ἔγχελυν ἀετός, ὕαινα δὲ σκύλακα καὶ ἀσπίδα μὲν ὁ ἰχνεύμων, τὸν βάτραχον δὲ οἱ κόκνοι.
(240) ἔστι μέντοι ὁ λύκος φίλος τῷ ψιττακῷ.