Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(201) Κυνῶν ἐς τοὺς τρέφοντας αὐτοὺς ἄμαχον εὔνοιαν ὁμολογεῖ καὶ ἐκεῖνο δήπου. ἔν τινι τῶν ἐμφυλίων πολέμων ἐν τῇ Ῥώμῃ Κάλβου τοῦ Ῥωμοίου σφαγέντος οὐδεὶς μέντοι τῶν ἐχθρῶν τοῦ ἀνδρὸς ἠδυνήθη τὴν κεφαλὴν ἀποτεμεῖν, καίτοι μυρίων ἀγώνισμα τιθεμένων σφίσι καὶ καλλώπισμα τοῦτο, πρὶν ἢ τὸν παρεστῶτά οἱ κύνα ἀποκτεῖναι ὄπ’ αὐτοῦ τραφέντα καὶ μέντοι καὶ τὴν εὔνοιάν οἱ πιστότατα ἀποσώζοντα καὶ ὑπερμαχοῦντα τοῦ κειμένου, ὥσπερ οὖν συστρατιώτην τε καὶ σύσκηνον ἀγαθὸν καὶ ἐς τὰ ἔσχατα φίλον. οἷον δ’ αὖ καὶ τόδε ἔρεξεν οὐκ ἀνὴρ μὰ Δία, ἀλλὰ ἀγαθὸς κύων καὶ τὴν γνώμην καρτερός, μαθεῖν ἄξιον. ὁ Ἠπειρώτης Πύρρος ὡδοιπόρει, εἶτα μέντοι περιτυγχάνει νεκρῷ πεφονευμένῳ καὶ κυνὶ παρεστῶτι καὶ φρουροῦντι τὸν δεσπότην, ἵνα μὴ πρὸς τῷ φόνῳ καὶ τῷ νεκρῷ λυμήνηταί τις. ἔτυχε δὲ ἄρα τρίτην ἔχων ὁ κύων ἀπόσιτος τὴν ἡμέραν ἐπὶ τῇ φιλοπόνῳ καὶ καρτερικωτάτῃ φρουρᾷ. ὅπερ οὖν διδαχθεὶς ὁ Πύρρος τὸν μὲν ᾤκτειρε καὶ ταφῆναι ἠξίωσε· τόν γε μὴν κύνα προσέταξε τυχεῖν κηδεμονίας, καὶ ἐδίδου ὅσα κυνὶ παρόντι ἐκ χειρός, καὶ μάλα γε ἱκανὰ καὶ ἐφολκὰ εἰς τὴν ἑαυτοῦ φιλίαν τε καὶ εὔνοιαν, κατὰ μικρὸν ὑπάγων τὸν κύνα Πύρρος. καὶ ταῦτα μὲν ἐς τοσοῦτον. εἶτα μέντοι οὐ μετὰ μικρὸν ἐξέτασις ὁπλιτῶν ἦν, καὶ ὁ βασιλεύς, ὃν προεῖπον, ἐθεᾶτο, καί οἱ παρῆν ἐκεῖνος ὁ κύων. καὶ τὰ μὲν ἄλλα ἑαυτὸν συνεῖχε καὶ πραότατος ἧν· ἐπεὶ δὲ ἄρα τοὺς τοῦ δεσπότου φονέας ἐν τῇ τῶν στρατιωτῶν εἶδεν ἐξετάσει, ὁ δὲ οὐκ ἐκαρτέρησεν ἐνταῦθα ἀτρεμεῖν, ἀλλ’ ἐς αὐτοὺς ἐπήδα καὶ ὑλάκτει ἀμύσσων τοῖς ὄνυξι, καὶ ἐς τὸν Πύρρον ἅμα ἐπιστρεφόμενος ὡς οἷός τε ἧν, | ἐπήγετο [*](f.356r) μάρτυρα ὅτι ἄρα τοὺς ἀνδροφόνους ἔχει. οὐκοῦν ὑπόνοια εἰσέρχεται καὶ τὸν βασιλέα καὶ τοὺς περιεστῶτας αὐτόν, καὶ ποιοῦνται ἐνθύμιον τὴν τοῦ κυνὸς ὑλακὴν τὴν ἐς τοὺς προειρημένους. καὶ συλληφθέντες στρεβλοῦνται, καὶ κατεῖπον ὅσα ἐτόλμησαν. καὶ δοκεῖ μὲν μῦθος ταῦτα τοῖς ἄλλοις ὅσοι Διὸς Ἑταιρείου καὶ Φιλίου τὸν θεσμὸν πατήσαντες εἷτα μέντοι ζῶντας [*](3 κυνῶν] Ael. nat. anim. VΙΙ 10 (p. 176,28—178,12 Herch.)) [*](1 γλώττῃ Ael. καὶ νὴ Ael.: καινὴ D 2 πῶμα Hercher 3 κυνῶν (prima littera omissa a rubricatore) D Hercher: κυνὸς Ael. αὐτοὺς D Hercher: αὐτὸν Ael. 4 ἐμφλίων D ut ἐμφυλίων coniecerat Reiske: ἐμφύλων Ael. Hercher 5 ῥωμαίου Ael.: ῥωμαίων D 7 αὐτοῦ D Ael.: αὐτῷ Hercher 10 τόδ’ Hereher ἔρρεξε aut ἔρρεξεν Ael. codd. ἀλλ’ Ael. 12 νεκρῷ D Ael.: delevit Hereher 13 καὶ μέντοι καὶ φρουροῦντι Ael. καὶ τῷ νεκρῷ D Hercher: καὶ μέντοι καὶ νεκρὸν Ael. 13. 14 λυμψνηταί D Ael. 14 Hercher proponit ἔτυχε δὲ ἄρα τρίτην ταύτην ἔχων ὁ κύων ἀπόσιτος ἡμέραν 16 ταφῆναι D: ταφῆς Ael. 17 παρόντι Ael.: παρότι D: ὀρέγεται Hercher 18 ἐφολκὰ Ael.: ἐφολικὰ D κατὰ μικρὰ Ael. 19 ὁ Πύρρος Ael. μικρὸν D Ael.: μακρὸν Hercher 21 συνεῖχε D: σιγῇ εἶχε Ael.: σιγῇ κατεῖχε Hercher 22 ὁ δὲ D: ὅδε Ael.: ὃ δὲ Hercher 23 ἀλλὰ Hercher 24 ἂμα D Ael.: θαμὰ Jacobs 27 ὑλακὴν Ael.: ὁλακτὴν D 28 ἄλλοις delevit Hercher 29 τὸν θεσμὸν D: τοῦ αὐτοῦ θεσμὸν Ael.)

83
προὔδοσαν τοὺς φίλους καὶ ἀποθανόντας· ἐγὼ δὲ οὐ πείθομαι τοῖς νοοῦσι κακῶς τὰ τῆς φύσεως καλά. εἴπερ οὖν τοῖς ἀλόγοις μετέδωκεν εὐνοίας τε καὶ στοργῆς, πάντως που καὶ τῷδε τῷ ζῷῳ τῷ λογικῷ μετέδωκε μᾶλλον. ἀλλὰ οὐ χρῶνται τῷ δώρῳ. καὶ τί δεῖ τὰ λοιπὰ ἐπλέγειν ὁπόσα ἄνθρωποι ὑπὸ τοῦ πονηροῦ κέρδους κακὰ τοὺς ἑαυτῶν φίλους εἰργάσαντο, ἐπιβουλὰς ῥάπτοντες καὶ προδιδόντες; ὡς ἐμέ γε ἀλγεῖν εἴπερ οὖν ἀνθρώπων πιστότερος καὶ εὐνούστερος ἐλήλεγκται ὁ κύων ὤν.

(202) Ἴδιον δὲ ἄρα τῆς τῶν κυνῶν εἰς τοὺς τρέφοντας εὐνοίας καὶ ἐκεῖνο μαρτυρεῖ· ὁ Κολοφώνιιος ἀνὴρ παραγίνεται εἰς τὴν Τέων συνωνησόμενός τινα· καὶ γὰρ ἧν ἐμπορικὸς καὶ τὴν ἐκ τῶν ὼνίων καπηλείαν τε καὶ μεταβολὴν πρόσοδον εἶχεν· ἀργύριον δὲ ἐπήγετο καὶ οἰκέτην καὶ κύνα, ἔφερε δὲ τὸ ἀργύριον ὁ δοῦλος. ἐπεὶ δὲ πρὸ ὁδοῦ ἦσαν, ὁ οἰκέτης ἐξετρέπετο· ἤπειμε γάρ τι αὐτὸν τῶν κατὰ φύσιν· ἠκολούθησε δὲ καὶ ὁ κύων. τὸ τοίνυν φασκώλιον ἀνέπαυσεν ὁ νεανίας, καὶ ἀνελέσθαι πάλιν οὐκ ἐνενόησεν, ἀλλὰ ᾤχετο ἀπιών. ὁ δὲ κόων ἑαυτὸν κατακλίνας ἐπὶ τῷ ἀργυρίῳ ἔμεινεν ἥσυχος. ἐλθόντες τε εἰς τὴν Τέων ὅ τε δεσπότης καὶ ὁ οἰκέτης, εἶτα μέντοι ἄπρακτοι ἐπανῆλθον, ὅτου ὠνήσαιντο οὐκ ἔχοντες· τὴν αὐτήν γε μὴν ἐκτρέπονται πάλιν ἔνθα ὁ οἰκέτης ἀπέλιπε τὸ βαλάντιον, καὶ καταλαμβάνουσι τὸν σφέτερον κύνα ἐπικείμενον αὐτῷ καὶ μόλις ἐμπνέοντα ὑπὸ λιμοῦ. ὁ δέ, ὡς εἶδε τὸν δσπότην καὶ τὸν ὁμόδουλον, ἑαυτὸν ἀποκλίνας κατὰ τοῦ φασκωλίου, κατὰ τὸν αὐτὸν χρόνον καὶ τὴν φρουρὰν καὶ τὴν ψυχὴν ἀφῆκεν. οὔκουν οὀδὲ ὁ Ἄργος ὁ κύων μυθοποίημα ἧν, ὧ θεῖε [*](f.356v) Ὅμηρε, σόν, οὐδὲ κόμπος ποιητικός, εἴπερ οὖν καὶ τῷ Τηΐῳ ταῦτα ἀπήντησεν ὅσα προεῖπον.

(203) Ὑρκανοῖς καὶ Mάγνησιν οἱ κύνες συνεστρατεύοντο, καὶ ἧν καὶ τοῦτο συμμαχικὸν ἀγαθὸν αὐτοῖς καὶ ἐπικουρικόν. συστρατιώτην δέ τις Ἀθηναῖος ἐν τῇ μάχῃ τῇ ἐν Μαραθῶνι ἐπήγετο κόνα, καὶ γραφῇ εἴκασται ἐν τῇ Ποικίλῃ ἑκάτερος, μὴ ἀτιμασθέντος τοῦ κυνός, ἀλλ’ ὁπὸ τοῦ κινδύνου [*](8 ἴδιον] Ael. nat. anim. VΙΙ 29 (p.189,8—30 Herch.) 25 Ὑρκανοῖς] Ael.l.e. VII 38 (p.192,17—26 Herch.)) [*](2 κακῶς Ael.: καινῶς D εἴπερ οὖν D: ἡπεροῦν εἰ Ael.: ἧπερ οὖν εἰ Hercher 4 ἀλλὰ D Hercher: ἀλλ’ Ael. itemque infra 15 et 28 5 ὑπὸ D: ὑπὲρ Ael. 7 ἐλήλεκται D ὁ κύων ὤν D: καὶ κύων ὢν Ael.: καὶ κύων Reiske: κὐων Hercher 8 ἰδίαν δὲ ἄρα κυνῶν ἐς τοὺς τρέφοντας εὖνοιαν Hercher 9 ὁ delevit Hercher (?) κυλοφώνος D 9 et 16 Τέων Ael.: τέω D 11 εἶχεν Ael.: εἶχον D ἐπήγετο D Hercher: ἐπηγάγετο Ael. 12. 13 ἐξετράπετο Hercher 14 φασκόλιον (similiter v.21) D ἀνέπαυσεν Ael.: ἀνέπαισεν D 15 ἔμεινεν D: ἔμενεν Ael. 16 τὲ (ante εἰς) D: δὲ Ael. 17 ὥτου D ὠνήσαιντο D: ὠνήσονται Ael.: ὠνήσωνται Hercher γε Ael.: τε D 19 ὑπὸ D Ael.: ὑπὸ τοῦ Hercher secundum Apost. 20 ἑαυτὸν Ael.: ἑκυτοῦ D 21 κατὰ (ante τοῦ) D: deest Ael. 22 ὁ (ante Ἄργος) D: deest Ael. 24 ὄσα D Hereher: ὅσα καὶ Ael. 25 Πυρκανοῖς culpa rubrieatmris D 26 συστρατιώτην Ael.: συστρατιώτης D τις addidi ex Ael. 27 ἐν τῇ Ael.: ἐν D 28 ἑκάτερος Ael.: ἑκάτερον D ὑπὸ D: ὁπὲρ Ael. cf. v. 5)

84
μισθὸν εἰληφότος ὁρᾶσθαι σὺν τοῖς ἀμφὶ τὸν Κυναίγειρον καὶ Επίζηλόν τε καὶ Καλλίμαχον. ἔστι δὲ καὶ οὗτοι καὶ ὁ κύων Νίκωνος γράμμα· οἱ δὲ οὐ τούτου, ἀλλὰ τοῦ Θασίου Πολυγνώτου φασί.

(204) Ἴδια δὲ ἄρα κυνῶν καὶ ἐκεῖνα, εὐνοίας ὑπερβολὴν πᾶσαν ἐκνενικηκότα. Πώλῳ μὲν τῶν τῆς τραγῳδίας ὑποκριτῶν ὁ κύων ὁ τρόφιμος αὐτοῦ τεθνεῶτι καὶ καιομένῳ ἑαυτὸν συγκατέπρησε τῇ πυρᾷ ἐμπηδήσας. καιομένῳ δὲ καὶ Μέντορι σκύλακες Ἐρετρικαὶ ἑαυτὰς συγκατέπρησαν ἑκοῦσαι κοινωνήσασαι τοῦ τέλους. Θεόδωρον δὲ ἄνδρα ψαλτικὴν ἀγαθόν, τὸν μὲν ἐς τὴν σορὸν ἐνέθεσαν οἱ προσήκοντες, κυνίδιον δὲ Μελιταῖον ἑαυτὸ ἐνέβαλε εἰς τὴν θήκην τοῦ νεκροῦ καὶ συνετάφη. πέπυσμαι δὲ καὶ Αἰθιόπων εἶναι ἔθνος, ἐν ᾦ βασλεύει κύων, καὶ τῇ ἐκείνου ὁρμῇ πείθονται, καὶ ὑλακτοῦντος τὴν ὀργὴν συνιᾶσι. τοῦτο εἴ τῳ ἱκανὸς Ἐρμιππος τεκμηριῶσαι μάρτυρά οἱ τοῦ λόγου ἐπαγόμενος Ἀριστοκλέα, πειθέτω· ἐμὲ δὲ μὴ λαθὸν εἴτα ἐν καλῷ τῆς μνήμης ἀφίκετο.

(205) Ἐν δὲ τοῖς Ἰνδικοῖς κύνες εἰσὶ μέγιστοι πάσης γῆς· καὶ πρὸς λέοντας ἕτεροι μὲν κύνες οὐ τολμῶσι προσιέναι, οἱ δὲ Ἰνδικοὶ κύνες ὁμόσε χωροῦσι, καὶ μάχονται αὐτοῖς, καὶ πολλὰ κακὰ κύων Ἰνδικὸς λέοντι . παρασχὼν ἡσσᾶται ὑπὸ λέοντος. ἤδη μέντοι τινὰ εἴδον λέοντα ὑπὸ κυνὸς Ἰνδικοῦ διαφθαρέντα ἐν θήρᾳ.

(206) Λόγου μὲν ἄμοιρος κύων, ἰσοδυναμοῦσαν δὲ ὅμως τῷ λόγῳ τὴν αἴσθησιν ἔχει. ἃ γὰρ οἱ κατὰ πολλὴν σχολὴν τοῦ βίου καθεζόμενοι μόλις ἐξεῦρον, οἱ τοῦ κόσμου σοφοί, τὰς τῶν συλλογισμῶν λέγω πλοκάς,[*](f.357r) ταῦτα δείκνυται παρὰ τῆς φύσεως ὁ κύων πεπαιδευμένος. τὸ γὰρ ἴχνος τοῦ θηρίου διερευνώμενος, ἐπειδὰν εὕρῃ αὐτὸ πολυτρόπως σχιζόμενον, τὰς ἑκασταχοῦ φερούσας ἐκτροπὰς ἐπελθών, μονονουχὶ τὴν συλλογιστικὴν φωνὴν ἀφίησι ---δι’ ὧν πράσσει. ἢ τήνδε, φησίν, ἐτράπη τὸ θηρίον ἢ τήνδε ἢ ἐπὶ τόδε τὸ μέρος, ἀλλὰ μὴν οὔτε τήνδε οὔτε τήνδε· λειπόμενόν ἐστι τῇδε ὁρμεῖσθαι αὐτό᾿᾿. οὕτω τῇ ἀναιρέσει τῶν ψευδῶν εὁρίσκει τὸ ἀληθές. τί περισσότερον ποιοῦσιν οἱ ἐπὶ τῶν γραμμάτων σεμνῶς καθεζόμενοι καὶ τὴν κόνιν καταχαράσσοντες, τριῶν προτάσεων ἀναιροῦντες τὰς δύο καὶ ἐν τῇ [*](4 ἴδιο] Ael. nat. anim. VΙΙ 40 (p. 194, 3—18 Herch.) 15 ἐν δὲ τοῖς Ἰνδικοῖς] cf. Ael. 1. e. IV 19 ⟨p.87,7 —14 Herch.) 20 λόγου] Βas. Magn. hom. in Hexaem. IX ed. Mignii Patrol. Graec. vol. XXXIX, p.197,B—D. ef. Ael. nat. anim. VI 59 (p.166,10—28 Herch.)) [*](1 Κυναίγειρον D Ael.: Κυνέγειρον Hercher 2 νίκωνος D Ael.: Mἰκωνος Meursius Πολυγνώτου Ael.: πολυγνώστου D 3 φασίν Hercher 4 ἵδια Ael.: Διὰ culpa rubricatoris D 5 Πώλῳ Ael.: πολλῶν D μὲν D Hercher: μὲν οὔν Ael. τῷ τῆς τραγῳδίας ὑποκριτῇ recte Ael. 8 ψαλτικὴν Ael.: ψαντικὴν, ψ ex μ correcto, D 9 ἐνέθηκαν D 11 post πείθονται add. κνυζωμένου τε ἴτσασιν ὅτι μὴ θυμοῦται Ael. 12 ἔρμιππος D 13 ἀριστοκλέα D: Ἀριστοκλέωνα Ael.: Ἀριστοκρέωνα Schneider 15 ἐν δὲ τοῖς ἰνδικοῖς D: κύνες Ἰνδικοὶ Ael.: fortasse ἐν δὲ τῇ Ἰνδικῇ 17 κύων D: ὁ κύων Βas. ,25 συλλογιστικὴν Βas.: συλλογικὴν D 27. 28 τῇδε ὁρμεῖσθαι D: τῇδε ὡρμῆσθαι Μigne: τήνδε ὡρμῆσθαι Reg. sextus cod. Bas.: τήνδε ὁρμᾶσθαι Reg. tertius cod. Bas. 28 καὶ οὕτως Bas. 29 γραμμάτων D Reg. primus cod. Bas.: διαγραμμάτων ceteri codd. Bas. Migue 30 τὰς Bas.: τὰ D)

85
λειπομένῃ τὸ ἀληθὲς ἐξευρίσκοντες; τὸ δὲ μνημονικὸν τῆς χάριτος τοῦ ζῴου τίνα τῶν ἀχαρίστων πρὸς εὐεργεσίαν οὐ καταισχύνει; ὅπου γε καὶ φονευθεῖσι δεσπόταις κατ’ ἐρημίαν πολλοὶ τῶν κυνῶν ἐπαποθανόντες μνημονεύονται; ἤδη δέ τινες ἐπὶ θερμῷ τῷ πάθει καὶ ὁδηγοὶ τοῖς ἐκζητοῦσι τοὺς φονέας ἐγένοντο, καὶ ὑπὸ δίκην ἀχθῆναι τοὺς κακούργους ἐποίησαν.

(207) Ὁ λύκος ἔστι μὲν καὶ αὐτὸς καρχαρόδους καὶ τῶν πολυσχιδῶν, βκδίζει δὲ κατὰ διάμετρον.

(208) ἔχει δὲ τὸν αὐχένα μονοσπόνδυλον, καθάπερ ὁ λέων.

(209) αἰδοῖον δὲ ἔχει ὀστῶδες καθαρὸν καθάπερ ὁ ἀλώπηξ καὶ ἡ γαλῆ.

(210) ἀνατμηθεὶς δὲ ἔχει γλῶτταν μεγάλην καὶ παχεῖαν, πνεύμονα ὀκτάλοβον, ἧπαρ ἑξάλοβον, κολίαν κυνὸς ὁμοίαν, τὰ δ’ ἄλλα ὅμοια κυνί.

(211) ὀχεύεται δὲ καὶ ὀχεύει ὁ λύκος 〈κατὰ μίαν ὥραν⟩, τὰ δ’ ἄλλα πράσσει περὶ τὴν ἔκτεξιν ὅμοια κυνί.

(212) ἴδιον δὲ ἔχει τοῦτο· καὶ καρχαρόδους γὰρ ὑπάρχων, ἔστι καὶ σαρκοφάγος.

(213) ἐπιτίθεται δὲ μᾶλλον μὲν ὄνῳ, εἶτα βοΐ, καὶ κατὰ φλέβα λύων αἱμοποτεῖ.

(214) λέγεται δὲ τοὺς μονολύκους καὶ ἀνθρώποις ἐπιτιθεμένους σαρκοφαγεῖν.

(215) Ἱστορεῖ δὲ περὶ τὴν Μαιῶτιν λίμνην τοὺς λύκους ἐπὶ τοσοῦτον συνήθεις εἶναι τοῖς τὴν ἄγραν τῶν ἰχθύων ποιουμένοις, ὥστε καὶ συναναιρεῖσθαι τοῖς ἰχθυοθήραις τῶν ληφθέντων τοὺς ἡμίσεις. εἰ δέ ποτε μὴ δῶσι δοκοῦντες λήσεσθαι, τὰ δίκτυα αὐτῶν ψυχόμενα κατασχίζουσι.

(216) Ζῇ δὲ ὁ λύκος ὅσα περ καὶ ὁ κύων ἔτη.

[*](7 καρχαρόδους] Arst. hist. anim. Θ 5 p. 594 a25 τῶν δὲ τετραπόδων καὶ ζῳοτόκων τὰ μὲν ἂγρια καὶ καρχαρόδοντα πέντα σαρκοφάγα· πλὴν τοὺς λύκους φασίν, ὅπαν πεινῶσιν, ἐκθειν τινὰ γῆν τῶν πολυσχιδῶν] Arist. gener. anim. Β 6 p. 742 a8 δσα πολυσχδῆ τῶν τετραπόδων, οἶον κύων λέων λύκος ἀλώπηξ θώς. cf. Δ4 p, 771 a21 κὐων δὲ καὶ λύκος καὶ τὰ πολυσχδῆ πάντα 8 βαδίζει] Arist. hist. anim. Α 5 p. 490 b3 πάντα δὲ κινεῖται ὁμοίως, τὰ τετράποδα καὶ πολύποδα· κατὰ διάμετρον γὰρ κινεῖται ἔχει δὲ] Arist. part. anim. Δ 10 p, 686 a20 τοῖς μὲν οὖν ἄλλοις ἐστὶ καμπτὸς καὶ σφονδύλους ἔχων, οἱ δὲ λύκοι καὶ λέοντες μονόστουν τὸν αὐχένα ἔχουσιν. ef. Timoth. p.9,6 Haupt. 9 αἰδοῖον] Arist. hist. anim. 1 p. 500 b23 τὰ δ᾿ ὀστώδη, ὥσπερ ἀλώπεκος καὶ λύκου καὶ ἰκτδος καὶ γαλῆς· καὶ γάρ ἡ γαλῆ ὀστοῦν ἔχει τὸ αδοῖον 12 ὀχεύει] Arist. l. e. Ζ 35 p. 580a11 λύκος δὲ κύει μὲν καὶ τίκτει καθάπερ κύων τῷ χρένῳ καὶ τῷ πλήθει τῶν γιγνομένων, καὶ τυφλὰ τίκτει ὤπερ κύων· ὀχεύει δὲ καὶ ὀχεύεται κατὰ μίαν ὤαν, καὶ τίκτιι ἀρχρμένου τοῦ θέρους. cf. Ε 2 p. 540a8 λύκος δ᾿ ὀχεύει καὶ ὀχεύεται τὸν αὐτὸν τρόπον ὅνπερ καὶ κύων 14 σαρκοφάγος] Arist. l. c.11 p. 609 b1 λύκος δ’ ὄνῳ καὶ ταύρῳ καὶ ἀλώπεκι πολέμιος· ὠμοφάγος γὰρ ὢν ἐπιτίθεται τοῖς βουσὶ καὶ τοῖς ὄνοις καὶ τῇ ἀλώπεκι 16 λέγεται] Arist. 1. e. Θ 5 p. 594 a29 ἀνθρωποφαγοῦσι δ᾿ οἱ μονοπεῖραι τῶν λύκων μᾶλλον [αὐτῶν] ἢ τὰ κυνηγέσια 18 ἱστορεῖ] Arist. l.e.l 36 p. 620b5 καὶ περὶ τὴν Μαιῶτιν δὲ λίμνην τοὺς λύκους φασὶ συνήθεις εἶναι τοῖς ποιουμένοις τὴν θήραν τῶν ἰχθύων· ὅταν δὲ μὴ μεταδιδῶσι, διαφθείρειν αὐτῶν τὰ δίκτυα ξηραινόμενα ἐν τῇ τῇ. cf. Ael.nat.anim.VΙ 65 (p.169,22—31 Herch.). Antig. Caryst. 33. Plin. hist. nat. X 10 22 ζῇ] unde haec?)[*](2 ἀχαρίτων D εὐεργεσίαν D: εὐεργέτας Bas. 3 πολλοὶ Βas.: πολλὴν D 5 δίκην D: τὴν δίκην Bas. 12. 13 κατὰ μίαν ὥραν supplevi ex Arist. 13 ἔκτεξιν scripsi: ἔκταξιν D 20 εἰ sic D. ef. § 91 p.58,3 et § 198 p.81,11)
86

(217) Ὅτι οἱ λύκοι ποταμὸν διαβαίνοντες, τὰς οὐρὰς τὰς ἀλλήλων ἐνδακόντες, ἀντιπίπτουσι τῷ ῥεύματι, καὶ ἀλύπως καὶ ἀσφαλῶς διενήξαντο.

(218) ἐν Κρήτῃ δὲ λύκος οὐκ ἔστιν.

[*](f.357v)

(219) Ἔχθιστον δέ ἐστι τοῖς ἄλλοις θηρίοις.

(220) δέδοικε δὲ λύκος κατὰ πρόσωπον ταύρου ἰέναι διὰ τὰ κέρατα· ὡς ἐξ εὐθείας οὖν μαχούμενος ἑαυτὸν ὑποφαίνει, εἶτα, ἐξελίξας, εἰς τὰ νῶτα ἀνέθορε, καὶ ἐγκρατῶς ἔχεται, καὶ κατισχύει σοφίᾳ φυσικῇ.