Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(1) Ἐν τῇδε τῇ συντάξει, τὸν ἀριθμὸν οὔσῃ δευτέρᾳ, πειράσομαι, [*](f. 335a) προγράφων περὶ οὖ ἐστιν ὁ λόγος ζῴου ὄνομα, προσυποτάσσειν τούτῳ ὅσα τὸ προταχθὲν ζῷον μόρια κέκτηται, εἶτα περὶ τῆς ὀχείας αὐτοῦ καὶ πόσους [*](1 τὰ βλητικὰ] ex Aristotele haec non sumpta sunt. ex Theophrasti Zoicis sumpto putat Sauppe, cum βλητικὸς Aristotelicum non sit, sed ex illius Zoicis citetur ab Athen. VII p. 314B cf. Laert. Diogen. V 43 et Ael. N. A. III 32 4 τὰ μαλάκια] unde haec? cf. Arist. gener. anim. Γ 8 p. 757b31 sqq. 5. 6 τῶν ἰχθύων] Arist. hist. anim. I 37 p. 621b19 ἀκμάζουσι δὲ τῶν ἰχθύων οἱ μὲν ᾠοφόροι τοῦ ἔαρος, μέχρι οὖ ἂν ἐκτέκωσιν, οἱ δὲ ζῳοτόκοι τοῦ μετοπώρου 7 οὐδέποτε] Arist. hist. anim. Θ 28 p. 606a10 καὶ ἐν μὲν τῷ Πόντῳ οὕτε τὰ μαλάκια γίνεται οὔτε τὰ ὀστρακόδερμα, εἰ μὴ ἔν τισι τόποις ὀλίγα 8 λέγεται] Arist. hist. anim. Θ 13 p. 598b1 ἔξω γὰρ δελφῖνος καὶ φωκαίνης οὐδέν ἐστιν ἐν τῷ Πόντῳ. cf. supra § 38 cum adnotatis 8. 9 τὰ λεπίδας ἔχοντα] Arst. hist. anim. B 13 p. 505b2 εἰσὶ δ᾿ αὐτῶν (τῶν ἰχθύων) οἱ μὲν ῴοτόκοι, οἱ δὲ ζῳοτόκοι, οἱ μὲν λεπιδωτοὶ πάντες ῴοτόκοι, τὰ δὲ σελάχη πάντα ζῳοτόκα πλὴν βατράχρυ 9 μόνη] Arist. hist. anim. Γ 15 p. 519b14 ἔχει δὲ κύστεν οὐ πάντα, ἀλλὰ τὰ μὲν ζῳοτόκα πάντα, τῶν δ᾿ ᾠοτόκων ἡ χελώνη μόνον. cf. gener. anim. A 13 p. 720a5 10 οὐδὲν] Arist. hist. anim. Δ 11 p. 537b24 ἔστι δ᾿ οὐθὲν ἄρρεν καὶ θῆλυ ἐν τοῖς μονίμοις, οὐδ᾿ ὅλως ἐν τοῖς ὀστρακοδέρμοις. cf. gener. anim. A 23 p. 731b8—14 11 τῶν ἐντόμων] Arist. hist. anim. E 8 p. 541b34 τὰ δ᾿ ἔντομα συνέρχεται μὲν ὄπισθεν, εἶτ᾿ ἐπιβαίνει τὸ ἔλαττον ἐπὶ τὸ μεῖζον· τοῦτο δ᾿ ἐστὶ τὸ ἄρρεν. ἐναφίησι δὲ τὸν πόρον κάτωθεν τὸ θῆλυ εἰς τὸ ἄρρεν τὸ ἐπάνω, ἀλλ᾿ οὐ τὸ ἄρρεν εἰς τὸ θῆλυ, ὤσπερ ἐπὶ τῶν ἄλλων) [*](5 καὶ delevit Schone 9 χελόνη P 15 ἔτι δὲ τὰ ἤθη Rose: ἔτη δὲ τὰ ἔθη P 14 ὡς προεῖπον] supra § 53 17 B addidi 20 προταχθὲν scripsi: προταθὲν D)

36
κύειν δύναται μῆνας, περί τε τῆς ἐκτέξεως ποῖα καὶ πόσα ὑπομένει τίκτειν βρέφη· ἐπὶ πᾶσι δὲ τίς ὁ βίος τοῦ προγραφέντος ζῴου καὶ ποῖον τὸ ἦθος καὶ πόσα δύναται ζῆν ἔτη. τοῦτο δὲ ἐπειράσθην ποιῆσαι, ἵνα μὴ διῃρημένην ἐν πολλοῖς τὴν ὑπὸ Ἀριστοτέλους περὶ ζῴων πραγματείαν ἐπιπορεύῃ, συνηγμένην δὲ ὁμοῦ πᾶσαν τὴν ἐφ᾿ ἑνὶ ἑκάστῳ ζῴῳ ἱστορίαν ἔχῃς.

(2) Ἐπεὶ οὖν ἅ μὲν τῶν ζῴων ζῳοτοκεῖ, ἂ δὲ ᾠοτοκεῖ, ἅ δὲ σκωληκοτοκεῖ, πειράσομαι μὲν ἐν τούτῳ περὶ μόνων τῶν ζῳοτοκούντων τὸν λόγον ποιήσασθαι, ἀρξάμενος ἀπὸ τῶν πολυσχιδῶν, ἐχομένως δὲ περὶ τῶν διχηλῶν, εἶτα περὶ τῶν μωνύχων, ἐπὶ πᾶσι δὲ δηλώσω καὶ περὶ τῶν σελαχωδῶν λεγομένων ἰχθύων, ἐπειδὴ καὶ αὐτοὶ δοκοῦσι ζῳοτοκεῖν, ἀλλ᾿ οὐκ ᾠοτοκεῖν.

(3) ἐν δὲ ταῖς ἐχομέναις ταύτῃ δυσὶ συντάξεσι περὶ τῶν ᾠοτοκούντων ὁμοιοειδῶς τούτοις τὸν λόγον ποιήσομαι, τὴν ἀρχὴν λαβὼν ἀπὸ τῶν ἐνύδρων, τὸ δὲ περὶ τῶν σκωληκοτοκούντων εἶδος ὡς λεπτὸν καὶ ἀσθενὲς καὶ οὐκ ἄξιον ἱστορίας παραιτήσομαι.

(4) Ἐπειδὴ δὲ ὁ ἄνθρωπος περιττότερος τῶν ἄλλων ζῴων ὑπάρχει καὶ ἔστι πολυσχιδής, ἀρκτέον ἀπὸ τούτου.

(5) ὁ μὲν οὖν Ἀριστοτέλης χάριν τοῦ μηδὲν παριδεῖν ἐπὶ πολὺ περὶ τούτου ἐν τῷ πρώτῳ τῶν Ἱστοριῶν ἐκλελάληκε, πρῶτον μὲν διαιρῶν εἰς τὰ ἀξιολογώτατα μέρη τὸν ἄνθρωπον, εἶτα ταῦτα τέμνων εἰς μόρια, οἷον οὕτως· κεφαλή ἐστι | τὸ ἐπὶ τῷ f. 335v αὐχένι ἐπικείμενον, μόρια δὲ ταύτης βρέγμα, κορυφή, ἰνίον καὶ τἆλλα· καὶ πρόσωπόν ἐστι τὸ ὑπὸ τὸ κρανίον ὑποκείμενον, μέρη δὲ αὐτοῦ ῥίς, ὦτα, σιαγόνες καὶ τὰ ἄλλα. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν λοιπῶν πεποίηκε καὶ τὰ μέλη εἰς μέρη τέμνων ὑποδεικνύειν πειρᾶται.

(6) ὅθεν ἐγὼ τὸ μὲν εἰς τὰ γινωσκόμενα πᾶσι μόρια τῶν ἀνθρώπων διαιρεῖν καὶ τὸ ὅμοιον Ἀριστοτέλει ποιεῖν περισσὸν ἥγημαι· τὰ δὲ ἰδίως συμβεβηκότα τῷ ἀνθρώπῳ καὶ τὰ ἄλλα ὅσα ἱστορίας ἄξιά ἐστιν, ἐκπίπτει δὲ τοὺς πολλούς, ὑποδεικνύειν πειράσομαι.

(7) Ἔστιν οὖν ὁ ἄνθρωπος ἀμφόδους, πολυσχιδὴς καὶ μόνος τῶν διπόδων ζῳοτοκῶν.

(8) ἔχει δὲ ὁ μὲν ἄρρην ἐπὶ τοῦ κρανίου ῥαφὰς [*](17 μηδὲν παριδεῖν] Arist. hist. anim. A 6 p. 491a24 ἕνεκεν τοῦ μὴ παραλιπεῖν πρώτῳ τῶν Ἱστοριῶν] Arist. hist. anim. A 6—17 p. 491a24—497b2 19 κεφαλή] Arist. l. c. A 7 p. 491a30 κεφαλῆς μὲν οὖν μέρη τὸ μὲν τριχωτὸν κρανίον καλεῖται. τούτου δὲ μέρη τὸ μὲν πρόσθιον βρέγμα, ὑστερογενές (τελευταῖον γὰρ τῶν ἐν τῷ σώματι πήγνυται ὀστῶν), τὸ δ᾿ ὄπισθεν ἰνίον, μέσον δ᾿ ἰνίου καὶ βρέγματος κορυφή 21 πρόσωπόν ἐστι] Arist. l. c. A 8 p. 491b9 τὸ δ᾿ ὑπὸ τὸ κρανίον ὀνομάζεται πρόσωπον ἐπὶ μόνου τῶν ἄλλων ζῴων ἀνθρώπου al. 28 ἀμφόδους] Arist. l. c. B 17 p. 507b15 τὰ δ᾿ ἀμφώδοντα . . . οἷον ἄνθρωπος, ὗς, κύων, ἄρκτος, λέων, λύκος. cf. supra p. 2,13 πολυσχιδὴς] Arist. l. c. B 1 p. 499b6 τῶν δὲ τετραπόδων καὶ ἐναίμων καὶ ζῳοτόκων τὰ μέν ἐστι πολυσχιδῆ, ὥσπερ αἱ τοῦ ἀνθρώπου χεῖρες καὶ οἱ πόδες al. 28. 29 μόνος τῶν διπόδων] Arist. l. c. E 1 p. 539a14 ζῳοτόκα δ᾿ ἐστὶ τῶν τετραπόδων ἔνια, καὶ ἄνθρωπος τῶν διπόδων μόνον 29 ἔχει] Arist.) [*](8 πολυσχιδῶν scripsi: πολυσχεδῶν D. πολυσχεδὴς constanter exhibet D cf. p.1,18 11 ταύτῃ scripsi: ταύταις D 13 περὶ delendum puto 17 Ἱστοριῶν scripsi: μορίων D 20 ἰνίον scripsi: ἠνίον D 21 ὑποκείμενον scripsi: ἐπικείμενον D)

37
τρεῖς συναπτούσαις ἀλλήλαις, τριγωνοειδεῖς, ἡ δὲ θήλεια κύκλῳ μόνον τοῦ κρανίου τὴν ῥαφήν, ᾧ καὶ γινώσκεται τὸ θῆλυ. ἤδη μὲν οὖν ὤφθη ἀνδρὸς κεφαλὴ μὴ ἔχουσα ῥαφήν.

(9) σπονδύλους δὲ ἔχει τοὺς πάντας εἰκοσιεννέα, ὧν ὁ μὲν τράχηλος ἐκ τεσσάρων συνέστηκε, ἡ δὲ ῥάχις ἐξ εἴκοσιν, ἡ δὲ ὀσφὺς ἐκ πέντε.

(10) πλευρὰς δὲ ἔχει δεκαέξ, ἑκατέρου μέρους ὀκτὼ σὺν ταῖς λεγομέναις νόθαις πλευραῖς.

(11) ὀδόντας δὲ ἔχει τοὺς πάντας τριακονταδύο, ὧν δεκαὲξ ἄνα καὶ ἴσοι κάτω· οἱ δὲ αὐτοὺς ἀραιοὺς ἔχοντες ὀλιγοχρόνιοι, φησί.

(12) Διοιχθεὶς δὲ ἐγκέφαλον ἔχει ὑγρότερον καὶ μείζονα τῶν καθ᾿ ἑαυτὸν ζῴων. περὶ δὲ τοῦτον ὑμήν ἐστι δερματικὸς ὃς καλεῖται μῆνιγξ. ἔχει δὲ τὴν λεγομένην παρεγκεφαλίδα μόνος ὁ ἄνθρωπος, ἥτις ἐσχάτη τοῦ ἐγκεφάλου κεῖται, μέρος αὐτοῦ οὖσα. ἔστι δὲ ὁ ἐγκέφαλος ἄναιμος καὶ θιγγανόμενος τοῦ ἀνθρώπου ζῶντος ψυχρός.

(13) γλῶττα σὰρξ μανή, ἧς τὸ ἄκρον αἰσθητικώτερον τοῦ μέσου· εἶτα ἡ ἐπιλεγομένη ἐπιγλωττίς· προσπέφυκε δὲ ταύτῃ ὁ λεγόμενος οἰσοφάγος. εἰλήφει δ᾿ οὗτος τὴν ὁμωνυμίαν ἀπὸ τοῦ περὶ αὐτὸν μήκους καὶ τῆς στενότητος.

(14) ἔμπροσθεν δὲ τοῦ λεγομένου οἰσοφάγου ἡ λεγομένη τραχεῖα ἀρτηρία κεῖται καὶ αὐτὴ τὴν ἀρχὴν ἔχουσα ἀπὸ τῆς ἐπιγλωττίδος, ἄνω δὲ μᾶλλον νεύουσα κατὰ [*](hist. anim. A 7 p. 491b2 ἔχει δὲ ῥαφὰς (τὸ κρανίον) τῶν μὲν γυναικῶν μίαν κύκλῳ, τῶν δ᾿ ἀνδρῶν τρεῖς εἰς ἓν συναπτούσας ὡς ἐπὶ τὸ πολύ· ἤδη δ᾿ ὠμμένη ἐστὶ κεφαλὴ ἀνδρὸς οὐδεμίαν ἔχουσα ῥαφήν. Γ 7 p. 516a18 τὸ μὲν θῆλυ κύκλῳ ἔχει τὴν ῥαφήν, τὸ δ᾿ ἄρρεν τρεῖς ῥαφὰς ἄνωθεν συναπτούσας, τριγωνοειδεῖς· ἤδη δ᾿ ὤφθη καὶ ἀνδρὸς κεφαλὴ οὐκ ἔχουσα ῥαφάς 3 σπονδύλους] non sunt Aristotelica 5 πλευρὰς] Arist. l. c. A 15 p. 493b14 κοινὸν δὲ τοῦ ἂνω καὶ κάτω (θώρακος) πλευραί, ἑκατέρωθεν ὀκτώ 7 ἀραιοὺς] Arist. l. c. B 3 p. 501b22 ὅσοι δὲ πλείους ἔχουσι, μακροβιώτεροι ὡς ἐπὶ τὸ πολύ εἰσιν, οἱ δ᾿ ἐλάττους καὶ ἀραιόδοντες ὡς ἐπὶ τὸ πολὺ βραχυβιώτεροι. cf. A 109 9 ἐγκέφαλον] Arist. hist. anim. A 16 p. 494b28 μέγεθος δ᾿ ὁμοίως ἔχει ἂνθρωπος πλεῖστον ἐγκέφαλον καὶ ὑγρότατον. cf. de sensu 5 p. 444 a 30. part. anim. B 14 p. 658b8 10 περὶ δὲ τοῦτον] Arist. hist. anim. A 16 p. 495a7 ἡ δὲ περὶ αὐτὸν μῆνιγξ φλεβώδης· ἔστι δ᾿ ὑμὴν δερματικὸς ἡ μῆνιγξ ὁ περιέχων τὸν ἐγκέφαλον 11 παρεγκεφαλίδα] Arist. l. c. p. 494b31 καὶ ἐπὶ τούτου ἡ καλουμένη παρεγκεφαλὶς ἔσχατον 12 ἐγκέφαλος ἄναιμος] Arist. l. c. p. 495a4 ἄναιμος δ᾿ ὁ ἐγκέφαλος ἅπασι καὶ οὐδεμίαν ἔχων ἐν αὑτῷ φλέβα, καὶ θιγγανόμενος κατὰ φύσιν ψυχρός 13 γλῶττα] Arist. l. c. A 11 p. 492b33 ἔστι δ᾿ ἡ γλῶττα σὰρξ μανὴ καὶ σομφή 14 ἦς τὸ ἄκρον] Arist. l. c. p. 492b27 ἡ δ᾿ αἴσθησις ἐν τῷ ἄκρῳ ἐπιγλωττίς] Arist. l. c. p. 492b34 ταύτης (τῆς γλώττης) τι μέρος ἐπιλωττίς 15 οἰσοφάγος] Arist. l. c. A 16 p. 495a18 ἐντὸς δὲ τοῦ αὐχένος ὅ τε οἰσοφάγος καλούμενός ἐστιν, ἔχων τὴν ἐπωνυμίαν ἀπὸ τοῦ μήκους καὶ τῆς στενότητος, καὶ ἡ ἀρτηρία 17 ἀρτηρία] Arist. l. c. p. 495a24 κεῖται δ᾿ ἐπὶ μὲν τὰ ἄνω πρὸς τὸ στόμα κατὰ τὴν ἐκ τῶν μυκτήρων σύντρησιν εἰς τὸ στόμα, ᾖ καὶ ὅταν πίνοντες ἀνασπάσωσί τι τοῦ ποτοῦ, χωρεῖ ἐκ τοῦ στόματος διὰ τῶν μυκτήρων ἔξω) [*](1 τριγωνοειδεῖς scripsi ex Arist.: γωνοειδεῖς D κύκλῳ scripsi: κύκλον D 2 τὴν ῥαφὴν scripsi: τῇ ῥαφῇ D 3 σπονδίλους D 7 αὐτοὺς scripsi: τοὺς D 10 τοῦτον scripsi: τούτων D μῆνιξ D 11 παρ᾿ ἐγκεφαλίδα D 13 μανή scripsi: μόνη D 15 ὑσοφάγος D 16 αὐτὸν scripsi: αὐτὸ D 17 ὑσοφάγου D itemque p. 38, 3 18 ἔχουσα scripsi: ἔχει D)

38
τὴν τῶν μυκτήρων ἔκκρισιν· διὸ καὶ ὅταν ἀθρόως | πίνωμεν, ἀνασπῶμεν [*](f. 336r) μέρος τι τοῦ ὑγροῦ διὰ τῶν μυκτήρων. ἔστι δὲ φύσει ἡ ἀρτηρία χονδρώδης καὶ ὀλίγαιμος. μέση οὖν κεῖται τῶν στομάτων τοῦ οἰσοφάγου καὶ τῆς τραχείας ἀρτηρίας ἡ ἐπιγλωττίς, ἥτις ἐν τῷ καταπίνειν τὴν ξηρὰν τροφὴν ἐπιπωματίζει τὴν ἀρτηρίαν κωλύουσα ὧν οὐ δέον αὐτήν ἐστι λαμβάνειν. συμβαίνει δὲ ἐμπνευματουμένης τῆς ἀρτηρίας ὑπὸ τοῦ ἐκτὸς πνεύματος εὐθέως διίστασθαι καὶ εἰς τὸν πνεύμονα διαδίδοσθαι· διαδίδοται γὰρ τὸ πνεῦμα εἰς τὰς τούτου ὀπάς. ἔχει γὰρ ὁ πνεύμων διαφύσεις χονδρὰς εἰς ὀξὺ συναγομένας, ἐκ δὲ τῶν διαφύσεων τὰ τρήματα ἐκ μεγάλων εἰς ἐλάχιστα διαδιδόμενα· ἔχει δὲ καὶ ἐκφύσεις ἡ προειρημένη ἀρτηρία προσηνωμένας τῇ καρδίᾳ, ἰνώδεις καὶ χονδρώδεις καὶ πιμελώδεις· καθ᾿ ἃ δὲ μέρη συνήνωται, κοιλία ἐστίν. ὅθεν ἐμπνευματουμένης τῆς κοιλίας συνδιίσταται ἡ καρδία, δῆλον ὡς δεχομένη τὸ πνεῦμα παῤ αὐτῆς. τοῦτο δὲ τεθεώρηται ἐπὶ τῶν μειζόνων ἀνατομῶν.

(15) ἡ μὲν οὖν ἀρτηρία τοῦτον ἔχει τὸν τρόπον καὶ οὕτως δέχεται τὸ πνεῦμα καὶ ἀφίησιν· ἄλλο δὲ οὔτε ὑγρὸν οὐδὲν οὔτε ξηρὸν ἐπιδέχεται· ἡ δὲ δεξαμένη πόνον παρέχει ἕως οὖ ἀναβήξῃ καὶ ἀναβάλῃ τὸ κατελθόν.

(16) Ὁ δὲ στόμαχος καὶ αὐτὸς ἄνωθεν ἔχων ἀπὸ τῆς ἐπιγλωττίδος, ὡς προεῖπον, ἔχεται τῆς τραχείας ἀρτηρίας, συνεχὴς ὢν τῇ ῥάχει ὑμέσι λεπτοῖς, ἀποτελευτᾷ δὲ διὰ τοῦ ζώματος εἰς τὴν κοιλίαν τὴν λεγομένην ἄνω, νευρώδης ὢν τῇ φύσει καὶ τάσιν ἔχων.

(17) ἡ δὲ ἄνω κοιλία ὁμοία ἐστὶ τῇ κυνείᾳ κοιλίαι οὐ γὰρ πολλῷ τοῦ ἐντέρου ἡμῶν εὐρυτέρα ἐστίν, ἀλλ᾿ οἷον ἔντερον εὖρος ἔχον ἐστί. διὰ δὲ τὸ τοιαύτην ἔχειν ἡμᾶς τὴν ἄνω κοιλίαν μόνος ὁ ἄνθρωπος καὶ ὁ κύων ἐμεῖ. στενῆς γὰρ οὔσης [*](2 ἔστι] Arist. hist. anim. A 16 p. 495a23 ἔστι δ᾿ ἡ μὲν ἀρτηρία χονδρώδης τὴν φύσιν καὶ ὀλίγαιμος 3 μέση] Arist. l. c. p. 495a27 μεταξὺ δ᾿ ἔχει τῶν τρήσεων τὴν ἐπιγλωττίδα καλουμένην, ἐπιπτύσσεσθαι δυναμένην ἐπὶ τὸ τῆς ἀρτηρίας τρῆμα τὸ εἰς τὸ στόμα τεῖνον 6 συμβαίνει] Arist. l. c. p. 495b8 φυσωμένης δὲ τῆς ἀρτηρίας διαδίδωσιν εἰς τὰ κοῖλα μέρη τοῦ πλεύμονος τὸ πνεῦμα. ταῦτα δὲ διαφύσεις ἔχει χονδρώδεις εἰς ὀξὺ συνηκούσας· ἐκ δὲ τῶν διαφύσεων τρήματα διὰ παντός ἐστι τοῦ πλεύμονος, ἀεὶ ἐκ μειζόνων εἰς ἐλάττω διαδιδόμενα. συνήρτηται δὲ καὶ ἡ καρδία τῇ ἀρτηρίᾳ πιμελώδεσι καὶ χονδρώδεσι καὶ ἰνώδεσι δεσμοῖς· ᾖ δὲ συνήρτηται κοῖλόν ἐστιν 12 ἐμπνευματουμένης] Arist. l. c. p. 495b14 φυσωμένης δὲ τῆς ἀρτηρίας ἐν ἐνίοις μὲν οὐ κατάδηλον ποιεῖ, ἐν δὲ τοῖς μείζοσι τῶν ζῴων δῆλον ὅτι εἰσέρχεται τὸ πνεῦμα εἰς αὐτήν. ἡ μὲν οὖν ἀρτηρία τοῦτον ἔχει τὸν τρόπον, καὶ δέχεται μόνον τὸ πνεῦμα καὶ ἀφίησιν, ἄλλο δ᾿ οὐθὲν οὔτε ξηρὸν οὔθ᾿ ύγρόν, ἢ πόνον παρέχει, ἕως ἂν ἐκβήξῃ τὸ κατελθόν 18 ὁ δὲ στόμαχος] Arist. l. c. p. 495b19 ὀ δὲ στόμαχος ἤρτηται μὲν ἄνωθεν ἀπὸ τοῦ στόματος, ἐχόμενος τῆς ἀρτηρίας, συνεχὴς ὢν πρός τε τὴν ῥάχιν καὶ τὴν ἀρτηρίαν ὑμενώδεσι δεσμοῖς, τελευτᾷ δὲ διὰ τοῦ διαζώματος (ζώματος Ca) εἰς τὴν κοιλίαν, σαρκοειδὴς ὢν τὴν φύσιν, καὶ τάσιν ἔχων καὶ ἐπὶ μῆκος καὶ ἐπὶ πλάτος. ἡ δὲ κοιλία ἡ τοῦ ἀνθρώπου ὁμοία τῇ κυνείᾳ ἐστίν· οὐ πολλῷ γὰρ τοῦ ἐντέρου μείζων, ἀλλ᾿ ἐοικυῖα οἱονεὶ ἐντέρῳ εὖρος ἔχοντι· εἶτα ἔντερον ἀπλοῦν εἰλιγμένον, εἶτα ἔντερον ἐπιεικῶς πλατύ 24 μόνος ὁ ἄνθρωπος . . . ἐμεῖ] vide notas ad p. 31, 2) [*](2 τί D ἡ addidi 11 καὶ χονδρώδεις addidi ex Arist. 17 ἀναβήξη ex ἀναβήξει correxit D1 18 post ἔχων fortasse τὴν ἀρχὴν addendum 19 ὡς προεῖπον] an A 111?)

39
καὶ ὀρθῆς καὶ κόλπον μὴ ἐχούσης, ἡ ἐπάνοδος ἡ τῶν σιτίων κατ᾿ εὐθυπορίαν ἐπὶ τὸν στόμαχον εὐκόπως παραγίνεται· τοῖς δὲ ἔχουσιν εὐρείας καὶ σκολιὰς τὰς κοιλίας οὐ ῥᾳδίως συμβαίνει.

(18) ὑπόκειται δὲ τὸ ἔντερον τῇ κοιλίᾳ διπλοῦν εἱλιγμένον, ἐπιεικῶς πλατύ· περὶ δὲ τοῦ μεγέθους αὐτοῦ οὐδὲν εἴρηκεν ὁ Ἀριτοτέλης.

(19) Ἡ δὲ λεγομένη κάτω κοιλία ἐκπέφυκε μὲν | ἐκ τοῦ ἐντέρου, [*](f. 336v) ὁμοία δέ ἐστι τῷ σχήματι τῇ ὑείᾳ· πλατεῖα γάρ ἐστι καὶ κοίλη. τὸ δ᾿ ἀπ᾿ αὐτῆς πρὸς τὴν ἕδραν παχὺ καὶ βραχὺ ὑπάρχει, ὃ δὴ καὶ ἀρχὸν καλοῦσι.

(20) τὸ δὲ λεγόμενον ἐπίπλοον ἀπὸ μὲν τῆς ἄνω κοιλίας ἤρτηται, ἔστι δὲ τὴν φύσιν ὑμὴν πιμελώδης. ὑπεράνω δὲ τῶν ἐντέρων τὸ μέσον ὑμενῶδές ἐστι καὶ πῖον, ἐξήρτηται δὲ ἐκ τῆς μεγάλης φλεβὸς καὶ τῆς καλουμένης ἀορτῆς, καὶ διὰ τούτου φλέβες πολλαὶ καὶ λεπταὶ κατατείνουσι πρὸς τὴν τῶν ἐντέρων φύσιν. τὰ μὲν οὖν περὶ τὸν στόμαχον καὶ ἀρτηρίαν καὶ ἔτι περὶ τὴν κοιλίαν καὶ ἔντερα τοιοῦτον ἔχει τὸν τρόπον.