Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(181) ἀφίησι δὲ κύων τῶν ἄλλων ζῴων βραδύτερον τὴν ψυχήν.

(182) Ὁ κύων πολλὰ μὲν τίκτει σκυλάκια, τὸ δὲ πρῶτον προελθὸν τῆς ὠδῖνος ὁμοιότατόν ἐστι τοῦ πατρός. ἔοικε γὰρ ἡ φύσις προτιμᾶν τὰ κρείττονα.

(183) τὰ δὲ σκυλάκια τίκτεται μὲν τυφλὰ καὶ οὐχ ὁρᾷ τῆς μητρῴας ὠδῖνος προελθόντα, καὶ τρισκαίδεκα ἡμερῶν τῶν πρώτων κατείληπται τῷ πάθει τῷδε, εἶτα ὀξυωπέστατα γίνεται τῶν ἄλλων ζῴων ἁπάντων.

(184) ἔστι δὲ πολύγονον ὥσπερ ὗς διὰ τὸ ἔχειν τὴν μήτραν τόπους δεκτικοὺς πολλούς· ὁ τοίνυν θορὸς πάντας αὐτοὺς ἐκπληροῖ. [*](1 λέγεται] unde haec? 2 κάμνουσι] Arist. hist. anim. Θ 22 p. 604a4 οἱ δὲ κύνες κάμνουσι νοσήμασι τρισίν· ὀνομάζεται δὲ ταῦτα λύττα, κυνάγχῃ, ποδάγρα. τούτων ἡ λύττα ἐμποιεῖ ανίαν, καὶ ὅταν δάκῃ λυττῶσιν ἅπαντα τὰ δηχθέντα πλὴν ἀνθρώπου. Ael. nat. amim. IV 40 (p. 98, 17 Herch.) τρεῖς δὲ ἄρα νόσοι κυνὶ ἀποκεκλήρωνται καὶ οὐ πλείους, κυνάγχη λύττα ποδάγρα. cf. Timoth. p. 16, 29 Haupt. 5 λέγει] Arist. hist. anim. Θ 22 p. 604a7 καὶ ἀναιρεῖ δὲ τὸ νόσημα τοῦτο τάς τε κύνας καὶ ἄν τι δηχθῇ ὑπὸ λυττώσης πλὴν ἀνθρώπου 6. 7 ἀποθνήσκουσι] Arist. l. c. p. 604a8 ἀναιρεῖ δὲ καὶ ἡ κυνάγχη τὰς κύνας· ὀλίγαι δὲ καὶ ἐκ τῆς ποδάγρας περιφεύγουσιν. cf. Ael. nat. anim. IV 40 (p. 98, 20 Herch.) 10 λέγεται] Arist. hist. anim. l 6 p. 612a31 αἱ δὲ κύνες ὅταν ἑλμινθιῶσιν, ἐσθίουσι τοῦ σίτου τὸ λήον. cf. Ael. nat. anim. V 46 (p. 130, 26 Herch.). VIIl 9 (p. 205, 32 Herch.) Timoth. 16,26 11 ζῇ] Arist. hist. anim. Z 20 p. 574b29 ζῇ δ᾿ ἡ μὲν Λακωνικὴ κύων ὁ μὲν ἄρρην περὶ ἔτη δέκα, ἡ δὲ θήλεια περὶ ἔτη δώδεκα τῶν δ᾿ ἄλλων κυνῶν αἱ μὲν πλεῖσται περὶ ἔτη τεσσαρακαίδεκα ἢ πεντεκαίδεκα, ἔνιαι δὲ καὶ εἴκοσιν 12 αἱ δὲ ἄλλαι] Ael. nat. anim. IV 40 (p. 98, 22 Herch.) κυνὶ δὲ βίος ὁ μήκιστος τεσσαρεσκαίδεκα ἔτη. Ἄργος δὲ ὁ Ὀδυσσέως καὶ ἡ περὶ αὐτὸν ἱστορία ἔοικε παιδιὰ Ὁμήρου εἶναι 14 ἀφίησι] unde haec? 16 ὁ κύων] cf. Ael. nat. anim. IX 5 (p. 219, 11—16 Herch.) 18 τὰ δὲ σκυλάκια] cf. Ael l. c. X 45 (p. 263, 26—31 Herch.) 21 ἔστι] cf. Ael. l. c. XII 16 (p. 300, 17 — 23 Herch.)) [*](1 ὡς sic D κύνας scripsi: κύνεια D 3 κυνάχῃ D 8 συναχικοὶ D: κυναγχικοί coni. Diels cf. v. 3 10 ἐγχρονήσασα D ἑλμινθιάσασα D 10. 11 σῖτον φαγοῦσα iteravit D 11 ἄλμινθας D 18 τυφλὰ ex Ael. addidi 22 δεκτικοὺς τοῦ σπέρματος Ael.)

80

(185) ἅπας δὲ κόων ἀγρευτικὸς λαβὼν θηρίον ἥδεται, καὶ κέχρηται τῇ ἄγρᾳ ὡς ἄθλῳ, ἐὰν αὐτῷ συγχωρήσῃ ὁ δεσπότης· εἰ δὲ μή, φυλάττει ζῶν ἔστ᾿ ἂν ὁ θηρατὴς ἀφίκηται. νεκρῷ δὲ ἐντυχὼν οὐκ ἂν ἅψαιτο, τοῖς ἀλλοτρίοις ἑαυτὸν πόνοις οὐκ ἐπιγράφων· οὐ γὰρ δεῖται κρεῶν, ἀλλὰ νίκης.

(186) ὀχληθεὶς δὲ ὑπὸ νόσου κύων, οἶδε πόαν, ἧς γευσάμενος ἐμεῖ πᾶν τὸ λυποῦν μετὰ φλέγματος καὶ χολῆς, ὑποχωρεῖ τε αὐτῷ ἡ γαστήρ· καὶ μελαίνης μέντοι χολῆς ἐκκρίνει πλῆθος, ἤπερ οὖν ἐμμείνασα λύτταν ἐργάζεται.

(187) καὶ ἄλλην δὲ ὁμοίως ἐσθίουσαι, τὸ μὲν ἐπιπολάζον τῆς τροφῆς ἀνεμοῦσι, τὰ δὲ περιττὰ κάτωθεν ἐκκρίνουσιν. ἔχουσι δὲ καὶ τραυμάτων ἀντίπαλον πόαν, τοῦ σίτου δὲ τὸ καλούμενον λήιον ἐσθίουσι, ἐκκρίνουσαι ἕλμινθας. ὁ δὲ τῆς μελίας καρπὸς τοὺς μὲν ὗς ἰαίνει, αὐτῷ δὲ ἄλγημα ἰσχίου προξενεῖ. τοῦτο δὲ τὸν κύνα οὐ λέληθε, διὸ καὶ ἀφίσταται αὐτῆς πάνυ ἐγκρατῶς.

(188) ἀναιδέστατον μέντοι καὶ μὴ ὑποστελλόμενον κύων καὶ μῦς.

(189) λιμοῦ δὲ μέλλοντος ἐπιδημεῖν αἰσθητικῶς ἔχουσι κύνες, ὥσπερ δὴ καὶ βόες καὶ αἶγες καὶ ὕες καὶ ὄφεις [*](f. 355r) καὶ ἕτερα ζῷα. καὶ σεισμὸν δὲ καὶ λοιμὸν (προγινώσκει) καὶ ὑγείαν ἀέρος καὶ εὐφορίαν καρπῶν.

(190) Ἡ δὲ Κρῆσσα κύων κούφη καὶ ἁλτικὴ καὶ ὀρειβασίαις σύντροφος· καὶ μέντοι καὶ αὐτοὶ Κρῆτες ᾄδονται τοιοῦτοι. τῶν δὲ Μολοσσῶν οἱ κύνες θυμικώτατοι, ἐπεὶ καὶ θυμοειδέστατοι οἱ ἄνδρες. οἱ δὲ Καρμάνιοι ἀγριώτατοι, ἐπεὶ καὶ τὸ ἔθνος αὐτὸ τὴν φύσιν τοιοῦτόν ἐστιν.

(191) οἱ δὲ Αἰγύπτιοι κύνες δειλότατοι. τὰ γοῦν ἐν τῷ Νείλῳ θηρία δεδιότες οὐ κύψαντες πίνουσιν, ἀλλά λάπτοντες τρέχουσι, λαθραίως τὸ πόμα [*](1 ἅπας δὲ κύων] Ael. nat. anim. VIII 2 (p.201,26—202,3 ierch) κύων ἀγρευτικὸς ἅπας αὐτὸς μὲν λαβῶν θηρίον ἥδεται καὶ κέχρηται τῇ ἄγρᾳ ὧς ἄθλῳ, ἐὰν αὐτῷ συγχωρήσῃ ὁ δεσπότης· εἰ δὲ μὴ φυλάττει ζῶντα ἔστ᾿ ἂν ὁ θηρατὴς ἀφίκηται καὶ κρίνῃ γε ὑπὲρ τοῦ λημθέντος ὅ τι καὶ θέλει. νεκρῷ δὲ ἐντυγὼν ἢ λαγῷ τινι ἢ σϋὶ οὐκ ἂν ἅψαιτο, τοῖς ἀλλοτρίοις ἑαυτὸν πόνοις οὐκ ἐπιγράφων οὐδὲ ἀξιῶν σφετερίσασθαι τὰ προσήκοντά οἱ ἥκιστα. ἔοικε δὲ ἐκ τούτων ἔχειν τι καὶ φιλοτιμίας ἐν ἑαυτῷ φυσικῆς· μὴ γὰρ δεῖσθαι κρεῶν, ἀλλὰ νίκης ἐρᾶν 5 ὀχληθεὶς] cf. Ael. l. c. VIII 9 p. 205,24 —32 Herch.) 8 καὶ ἄλλην] cf. Ael. l. c. V 46 (p. 130,29—131,3 Herch.) 9 ἔχουσι] cf. Ael. l. c. (p. 130,26—29 Herch.) 11 ὁ δὲ τῆς μελίας] cf. Ael. l. c. VIII 9 (p.206,5 Herch.) 13 ἀναιδέστατον] cf. Ael. l. c. VII 19 (p. 183, 28 Herch.) 14 λιμοῦ] cf. Ael. l. c.  VI 16 (p. 143, 13—15 Herch.) 13 καὶ σεισμὸν] cf. Ael. l. c. (p. 146, 15 —17 Herch.) 18 ἠ δὲ Κρῆσσα—τοιοῦτόν ἐστιν (21)] cf.  Ael. l. c. III 2 (p. 60,25 —31 Herch.) 22 οἱ δὲ Αἰγύπτιοι] cf.  Ael. l. c.  VI 53 (p. 163,30—164,5 Herch.) vide infra § 200) [*](3 ἄψαιτο Ael.: ἅψεται D 6 τὲ D: δὲ Ael. 7 3περ 9 10 λίϊον Ael.: λίνον D 11 ἐσθίουσαι ἐκκρίνουσιν recte Ael. ἔλμινθας D υἷς D 12 ἰαίνει D: πιαίνει Ael. 13 φίσταται D 14 μῦς D: scribendum μυῖα secundum Ael. δὲ om. Ael. 15 ὥσπερ δὴ om.  Ael. αἶγες καὶ ὕες D: ὗς καὶ αἶγες Ael. 16 ἕτερα ζῶα D: ζῷα ἄλλα Ael. σεισμὸν scripsi: σεισμὸς D λοιμὸν scripsi: λιμὸς D προγινώσκει addidi secundum Ael. ὑγίειαν ἀέρων Ael. 18 ἀλτικὴ D 20 ἐπεὶ θυμωδέστατοι καὶ Ael. 22 δειλότατοι D: φυγεῖν δεινότατοι Ael. θηρία om. Ael. 23 πόμα D Ael.: πῶμα Hercher)

81
λαμβάνοντες.

(192) φασὶ δὲ τοὺς Μεμφίτας κύνας ἐς μέσον τὰς ἁρπαγὰς κατατιθεμένους ἐσθίειν κοινῇ.

(193) Λακωνικαὶ δὲ κύνες ποικίλαι εἰσίν· αἱ μὲν γὰρ τῆς κούφης φορᾶς εἰσι, τοῖς λαγωοῖς ἐπιφερόμεναι καὶ τὸ ἐνθύμημα τῶν διωκομένων προφθάνουσαι οἰκείῶ νοήματι ---

(194) αἱ δὲ Κρητικαὶ κύνες ἰχνευτικαὶ πάνυ· ἕτεραι δὲ Κρητικαὶ κύνες καὶ οἰκουροί εἰσιν.

(195) αἱ δὲ Παιονικαὶ πρὸς ἐλάφους ἀγρίους ὁμόσε χωροῦσι μάλιστα καθοπλισθεῖσαι.

(196) αἱ δὲ Ὑρκανοὶ κύνες λεοντόποδές εἰσιν, εὔστερνοι καὶ εὐτράχηλοι, βρυχοειδὲς ὑλακτοῦσαι καὶ πρὸς λέοντας μαχόμεναι· ἀπὸ δὲ Ἰνδῶν εἰς Ὑρκανίαν τὸ γένος ἦλθεν.

(197) αἱ δὲ Μελιταῖαι κύνες πρὸς τάχος καλαί, ἐπιμελείας δὲ δεόμεναι.

(198) πᾶς δὲ κύων, εἰ μὲν ὑγιαίνων δάκῃ, τραῦμα εἰργάσατο, ἐὰν δὲ λυττᾷ, διέφθειρεν, ὕδωρ τε δεδιέναι κατηνάγκασε πρῶτον, καὶ ὁ μετριάσαι δοκῶν πάλιν ἐξάπτεται εἰς τὴν ὀδύνην καὶ ὑλακτήσας ἀπέθανεν. ἀκέστρια δὲ ἀκουμένη χιτώνιον, ῥαγὲν ὑπὸ λυττῶντος κυνός, δακοῦσά πως τῷ στόματι τὸ χιτώνιον, ἵν’ ἀποτείνῃ αὐτό, ἐλύττησε καὶ ἀπέθανεν.

(199) Νικίας τις τῶν κυνηγετούντων ἀπροόπτως φερόμενος εἰς ἀνθρακευτῶν κάμινον κατηνέχθη· οἱ δὲ κύνες οἱ σὺν αὐτῷ τοῦτο ἰδόντες οὐκ ἀπέστησαν, ἀλλὰ τὰ μὲν πρῶτα κνυζώμενοι περὶ τὴν κάμινον καὶ ὠρυόμενου διέτριβον, τὰ δὲ τελευταῖα μονονουχὶ τοὺς παριόντας ἠρέμα καὶ πεφεισμένως κατὰ τῶν ἱματίων δάκνοντες, εἶτα ἕλκοντες ἐπὶ τὸ πάθος, οἷον ἐπικούρους τῷ δεσπότῃ παρακαλοῦντες τοὺς ἀνθρώπους οἱ κύνες. καὶ γοῦν εἷς ὁρῶν τὸ γινόμενον ὑπώπτευσε τὸ συμβὰν καὶ ἠκολούθησε καὶ εὗρε τὸν Νικίαν ἐν τῇ | καμίνῳ καταφλεγέντα, ἐκ τῶν λειψάνων συμβαλῶν [*](f. 355v) τὸ γενόμενον.

(200) Οἱ μὲν ἄλλοι κύνες καὶ ἑλεῖν καὶ ἀνιχνεῦσαι τὰ θηρία σοφοί. οἱ δὲ Αἰγύπτιοι φυγεῖν δεινότατοι. τὰ γοῦν ἐν τῷ Νείλῳ δεδιότας ἄγει μὲν αὐτοὺς τὸ δίψος πιεῖν, ἡσυχῆ δὲ καὶ εἰς κόρον πιεῖν τὸ δέος οὐ συγχωρεῖ. καὶ διὰ τοῦτο οὐ πίνουσιν ἐπικύψαντες ὡς ἂν μή τι τῶν κάτωθεν ἀνερπύσαν εἶτα ἐξαρπάσῃ αὐτούς. οὐκοῦν τὴν μὲν ὄχθην παραθέουσι, [*](1 φασὶ] cf. Ael. nat. anim. VII 19 (p. 183,22—24 Herch.) 2 Λακωνικαὶ—δεόμεναι (11)] haec e Timotheo sumpta esse videntur. ef. Timoth. p. 16, 16 Haupt. ὅτι ἀπὸ διαφόρων ἐθνῶν διάφοροί εἰσι κύνες κατὰ τὴν ἀρετήν 11 πᾶς δὲ κύων] cf. Ael. nat. anim. IX 15 (p. 223 7—12 Herch.) 13 ἀκέστρα] Ael. l. c.  (p. 223, 9 —12 Herch.) 16 Νικίας] Ael. l. c. 18 (p. 7,19—30 Herch.) 25 οἱ μὲν ἄλλοι] Ael. l. c. VI 53 (p. 163, 29—164,5) Herch.) cf. § 191 p. 80,22) [*](4 post νοήματι lacunam statuendam esse iudicavi 8 ὑλακτοῦσαι scripsi: ὑλακτοῦντες D 11 εἰ μὲν sic D 12 ὕδωρ—ἀπέθανεν (13) delevit Hercher 13. 14 ἀκέστρια δὲ ἀκουμένη Ael.: ἀκέτρια δὲ ἀκουομένη D 15 ἵνα Ael. ἀποτείνει D 16 Νικίας Ael.: Λικίας culpa rubricatoris D τις Hercher: τίς D: δέ τις Ael. συγχυνηγετούντων Hercher παραφερόμενος Hercher 18 κνυζόμενοι D ὡρυώμενοι D 19 παριόντας Ael.: παρόντας D 20 ἕλκοντες D Ael.: εἷλκον Apost. Hercher 23 ἐν τῇ iteravit D καταφλεχθέντα Ael. 24 γενόμενον Ael.: γινόμενον D 25 ἱ prima littera omissa culpa rubricatoris D ἐλεῖν D 26 τὰ Ael. cf. § 191: τοὺς D 28 διὰ ταῦτα Ael. οὐ Ael.: καὶ D)

82
λάπτουσι δὲ τῇ γλώσσῃ, ἁρπάζοντες ὡς ἂν εἴποι τις ἢ καὶ νὴ Δία κλέπτοντες τὸ πόμα.