Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(161) Ἐν μέντοι τοῖς καρπίμοις χωρίοις λέων ἐπιδημῶν αὐχμὸν δηλοῖ.

(162) Λεοντοφόνου δὲ φαγὼν ὁ λέων ἀποτέθνηκεν.

(163) Μαυρουσίῳ δὲ ἀνδρὶ ὁ λέων καὶ ὁδοῦ κοινωνεῖ καὶ πίνει τῆς αὐτῆς πηγῆς ὕδωρ. ἀκούω δὲ ὅτι καὶ εἰς τὰς οἰκίας τῶν Μαυρουσίων οἱ λέοντες φοιτῶσιν, ὅταν αὐτοῖς ἀπαντήσῃ ἀθηρία καὶ λιμὸς αὐτοὺς ἰσχυρῶς περιλάβῃ. καὶ ἐὰν μὲν παρῇ ἁνήρ, ἀνείργει τὸν λέοντα καὶ ἀναστέλλει διώκων ἀνὰ κράτος· ἐὰν δὲ ὁ μὲν ἀπῇ, μόνη δὲ ἡ γυνὴ καταλειφθῇ, λόγοις αὐτὸν ἐντρεπτικοῖς ἴσχει τοῦ πρόσω καὶ ῥυθμίζει, σωφρονίζουσα αὐτὸν καὶ λαλεῖ μὴ φλεγμαίνειν ὑπὸ τοῦ λιμοῦ. ἐπαΐει δὲ ἄρα ὁ λέων φωνῆς Μαυρουσίας, καὶ ὁ νοῦς τῆς ἐπιπλήξεως τῇ γυναικὶ τῆς πρὸς τὸ θηρίον τοιόσδε ἐστίν, ὡς ἐκεῖνοι λέγουσιν· “σὺ δὲ οὐκ αἰδῇ λέων ὢν ὁ τῶν ζῴων βασιλεὺς ἐπὶ τὴν ἐμὴν καλύβην ἰών, καὶ γυναικὸς δεόμενος ἵνα τραφῇς, καὶ δίκην ἀνθρώπου λελωβημένου τὸ σῶμα εἰς χεῖρας γυναικείας [*](1 καμήλου] Ael. nat. anim. XVII 36 (p. 428,13 Herch.) 2. 3 ἔστι δὲ καὶ δίκαιος] Ael. l. c. V 39 (p. 127, 28—128, 5 Herch.) 5 φοβεῖται] Ael. l. c. III 31 (p. 73, 24 Herch.). VI 22 p. 148, 32 Herch.). VIII 28 (p. 217, 8 Herch.) 7 λέοντες] Ael. l. c. XVII 26 (p. 424, 7—17 Herch.) 11 ἐπεγείρει] Ael. l. c. VI 1 (p. 138, 5—8 Herch.) 13 βαδίζων] Ael. l. c. IX 30 (p. 228, 28—229, 3 Herch.) 15 ἐν δὲ τῇ Ἐλυμαίᾳ] Ael. l. c. XII 23 p. 304, 10—12 Herch.) 17 ἡ δὲ Πελοπάννησος] Ael. l. c. III 27 (p. 71, 30 Herch.) 18 ἐν μέντοι] Ael. l. c. VII 8 (p. 175, 27 Herch) 19 λεοντοφόνου] Ael. l. c. IV 18 (p. 87, 3 Herch.) 20 Μαυρουσίῳ] Ael. l. c. III 1 (p. 59, 4—60, 8 Herch.)) [*](1 ante καμήλου culpa rubricatoris ἡ in D 3 τοῦ παρατρέχοντος scripsi: τῷ παρατρέχοντι D 4 βαλόντα scripsi: βάλλοντα D 11 ἀλκαίᾳ scripsi ex Ael.: ἀλαία D ἐλλινύειν D 20 Μαυρουσίῳ Ael.: Ταυρουσίῳ D κινωνεῖ D 22 ἰσχυρῶς D: ἰσχυρὸς Ael. 23 ἁνὴρ scripsi: ἀνὴρ D Ael.: ὁ ἀνὴρ ex Jacobsii coni. Hercher τὸν addidi ex Ael. 26 αὐτόν. καὶ λαλεῖ sic D: ἑαυτοῦ κρατεῖν καὶ recte Ael. ὁ λέων D: λέων Ael. 28 λέγουσι Ael.)

76
ἀποβλέπεις, ἵνα οἴκτῳ καὶ ἐλέῳ τύχῃς ὧν δέῃ; ὃν· δέον εἰς ὀρείας ὁρμῆσαι διατριβὰς ἐπί τε ἐλάφους καὶ βουβαλίδας καὶ τὰ λοιπὰ ὅσα λεόντων δεῖπνον ἔνδοξον. κυνιδίου δὲ ἀθλίου φύσει προσεοικὼς ἀγαπᾷς παρατραφῆναι”. καὶ ἡ μὲν ἐπᾴδει τοιαῦτα· ὁ δὲ ὥσπερ οὖν πληγεὶς τὴν ψυχὴν καὶ ὑποπλησθεὶς αἰδοῦς ἡσυχῇ καί κάτω βλέπων ἀπαλλάττεται ἡττηθεὶς τῷ δικαίῳ. οἱ δὲ ἵπποι καὶ οἱ κύνες διὰ τὴν συντροφίαν ἀπειλούντων ἀνθρώπων συνιᾶσι καὶ καταπτήσσουσι, καὶ Μαυρουσίους οὐκ ἂν θαυμάσαιμι λεόντων ὄντας συντρόφους καὶ ὁμοτρόφους αὐτοῖς | ὑπ᾿ [*](f. 358v) αὐτῶν ἐκείνων ἀκούεσθαι. τοῖς γάρ τοι βρέφεσι τοῖς ἑαυτῶν μαρτυροῦσιν ὅτι τοὺς σκύμνους τῶν λεόντων τῆς ἴσης τε καὶ ὁμοίας διαίτης ἀξιοῦσι καὶ κοίτης μιᾶς καὶ στέγης μιᾶς· καὶ ἐκ τούτων καὶ φωνῆς τῆς προειρημένης ἀκούειν τοὺς θῆρας, οὐδὲν οὔτε ἄπιστον οὔτε παράδοξον.

(164) Λέγει Εὔδημος ἐν Παγγαίῳ τῷ Θρᾳκίῳ κοίτῃ λέοντος ἐρήμῳ φυλακῆς ἐπιστᾶσαν ἄρκτον σκύμνους τοῦ λέοντος διαφθεῖραι διὰ τὸ μικρούς τε εἶναι ἔτι καὶ ἀμῦναί σφισιν ἀδυνάτους. ἐπεὶ δὲ ἀφίκετο ἔκ τινος ἄγρας ὅ τε πατὴρ καὶ ἡ μήτηρ, καὶ εἶδον τοὺς παῖδας πεφονευμένους ἐν τῇ κοίτῃ, οἶα εἰκὸς ἤλγουν καὶ ἐπὶ τὴν ἄρκτον ἵεντο· ἡ δὲ δείσασα ἐπί τι δένδρον ποδῶν εἶχεν ἀνέθει, καὶ καθῆστο τὴν ἐπιβουλὴν τὴν ἐξ ἐκείνων ἐκκλῖναι πειρωμένη. ὡς δὲ ἐδόκουν τοῦ τιμωρήσασθαι τὴν λυμεῶνα ἥκειν δεῦρο, ἡ μὲν λέαινα οὐ λείπει τὴν φυλακήν, ἀλλ᾿ ὑπὸ τῷ πρέμνῳ καθῆστο ἐλλοχῶσα καὶ ὕφαιμον ἄνω βλέπουσα, ὁ δὲ λέων, οἶα ἀδημονῶν καὶ ἀλύων ὑπὸ τοῦ ἄχους ὡς ἄνθρωπος, εἶτα ἐν τοῖς ὄρεσιν ἠλᾶτο, καὶ ἀνδρὶ ὑλουργῷ περιτυγχάνει· ὁ δὲ ἔδεισε καὶ ἀφίησι τὸν πέλεκυν, τὸ δὲ θηρίον ὁ λέων ἔσαινέ τε καὶ ἑαυτὸν ἀνατείνας ἠσπάζετο, ὡς οἰός τε ἦν, καὶ τῇ γλώττῃ τὸ πρόσωπον ἐφαίδρυνεν αὐτῷ. καὶ ἐκεῖνος ὑπεθάρρησεν, ὅ τε λέων περιβαλών οἱ τὴν οὐρὰν ἦγεν αὐτόν, καὶ ἀφιέντα τὸν πέλεκυν οὐκ εἴα, ἀλλὰ ἐσήμαινε τῷ ποδὶ ἀνελέσθαι. ὡς δὲ οὐ συνίει, ὁ δὲ τῷ στόματι ἐλάβετο, καὶ ὤρεφέν οἱ, καὶ εἴπετο ἐκεῖνος, ἄγει τε αὐτὸν ἐπὶ τὸ αὔλιον. καὶ ἡ [*](13 λέγει] Ael. nat. anim. III 21 (p.67,29—68,29 Herch.)) [*](1 οἴκτῳ καὶ ἐλέῳ τύχης ex Aeliano supplevi: blattis corrosa in D ὀρείας D: ὀρείους Ael. 3 δεῖπνον ἔνδοξον. κυνιδίου Ael.: δεῖ . . . . . . . . . . . . . . ιδίου cetera blattis corrosa  D προσεοικὼς expunxit Hercher ἀγαπῷς παρατραφῆναι Ael.: ἀγ . . . . . . . . . . . . . . cetera blattis corrosa 4 ὁ δὲ—ήττηθεὶς (6) Ael.: ὁ δὲ . . . . . . . . . . . . . . . . . .ψυχὴν . . . . . . πλησθεὶς αἰδοῦς ἡσυχῆ καὶ κάτω . . . πων ἀπαλλάττεται . . . . θεὶς (6) cetera blattis corrosa D 6 τῷ δικαίῳ D: τῶν δικαίων Ael. εἰ δὲ ἵπποι καὶ κύνες Ael. κύνες, υν hausta blattis D 7 συνιᾶσι Ael.: συνίασι D μαυρουσίου . . . κ cetera blattis corrosa D 11 στέγης μιᾶς D: στέγης Ael. 13 Εὔδημος ἐν Παγγαίῳ Ael.: εὔδιμος ἐπαγγίᾳ D 14 ante σκύμνους inseruit τοὺς Hercher 15 ἀφίκετο D Ael.: ἀφίκοντο Hercher 16 πεφονευμένους ἐν τῇ κοίτῃ D: ἐν τοῖς φόνοις Ael.: ἐν ταῖς φοναῖς Hercher 17 ἵεντο Ael.: ἴεντο D ἐπί τι D: εἴς τι Ael. 18 ἐκκλῖναι Ael.: ἐκκλίνας D 19 τὴν D: τὸν Ael. 20 ἡ μὲν D: ἐντάῦθα ἡ μὲν Ael. λείπει D Ael.: ἀπολείπει proponit Hercher 22 ὡς ἄνθρωπος, εἶτα D Aeli: delevit Hercher ἠλᾶτο Gesnerus: ἤλλατο D: ῆλατο libri Ael. 26 καὶ addidi ex Ael. ἀφιέντα D Ael.: ἀφέντα Hercher 28 καὶ εἴπετο ἐκεῖνος spuria esse existimat Hercher)

77
λέαινα εἰδε καὶ αὐτὴ προσελθοῦσα ἐπέσαινε, καὶ ἑώρα οἰκτρόν, καὶ ἀνέβλεπεν εἰς τὴν ἄρκτον. συνιδὼν οὖν ὁ ἄνθρωπος καὶ συμβαλὼν ἠδικῆσθαί τι τούτους τους ἐξ ἐκείνης, ὡς εἶχε ῥώμης τε καὶ χειρῶν, ἐξέκοπτε τὸ δένδρον. καὶ τὸ μὲν ἀνετράπη, ἡ δὲ κατηνέχθη· καὶ διεσπάσαντο οἱ θῆρες αὐτήν· τόν τε ἄνθρωπον ὁ λέων ἀπαθῆ τε καὶ ἀσινῆ πάλιν ἐπανήγαγεν εἰς τὸν χῶρον, οὗ πρότερον ἐνέτυχεν αὐτῷ, καὶ ἀπέδωκε τῇ ἐξ ἀρχῆς ὑλοτομίᾳ.

(165) Λύκω συννόμω καὶ ἵππω, λέοντέ γε μὴν οὐκέτι· λέαινα γὰρ καὶ λέων οὔτε τὴν αὐτὴν ἴασιν οὔτε ἐπὶ θήρας. |

[*](f. 354r)

(166) Τοιαῦτα ὥραν τίθεσθαι. δεῖ δὲ τὰ μὲν προσθίδια τοῦδε τοῦ ζῴου πυρὶ ἀποκρίνεσθαι, ὕδατι μόνον τὰ κατόπιν.

(167) Ὁ κόων ἐστὶ μὲν καὶ αὐτὸς καρχαρόδους καὶ πολυσχιδής, βαδίζει δὲ κατὰ διάμετρον· κρανίον δ᾿ ἔχει μονόστουν καὶ ἄρραφον, γλῶτταν δὲ ἔχει λεπτὴν καὶ μακράν.

(168) διοιχθεὶς δὲ ἔχει τὴν κοιλίαν στενὴν καὶ μικράν, ἐντεροειδῆ, παρεμφερῆ τῇ τοῦ ἀνθρώπου· πνεύμονα ὀκτάλοβον· ἴσοι τὰ μεγέθη πέντε ἐκ δεξιῶν λοβοὶ καὶ τρεῖς ἐξ ἀριστερῶν· ἧπαρ ἑξάλοβον, λευκόν· καρδίαν στρογγύλην· τὰ δ᾿ ἄλλα σπλάγχνα οὐ παρὰ μέγεθος διαφέρπμτα. φέροντα.

(169) ἄρχεται δὲ ὁ μὲν ἄρρην ὀχεύειν γενόμενος ἐνιαυσιαῖος, ἡ δὲ θήλεια βαίνεται ὀκταμηνιαία. ἐπιβαίνει δὲ ὁ μὲν ἄρρην πᾶσαν ὥραν, [*](7 λύκω] Ael. nat. anim. IV 3 (p. 82, 6—8 Herch.) 9 haec particula unde divulsa huc inlata sit nescio 11 καρχαρόδους] Arist. hist. anim. B 1 p. 501a16 τὰ μέν ἐστι καρχαρόδοντα αὐτῶν, οἶον λέων καὶ πάρδαλις καὶ κύων πολυσχιδής] Arist. part. anim. 12 p. 674a1 τὰ δὲ πολυσχιδῆ . . . οἶον ὗς καὶ ἄνθρωπος καὶ κύων 11. 12 βαδίζει] Arist. hist. anim. A 5 p. 490b3 πάντα δὲ κινεῖται ὁμοίως, τὰ τετράποδα καὶ πολύποδα· κατὰ διάμετρον γὰρ κινεῖται 12 κρανίον] Arist. l. c. 7 p. 516a16 τὰ μὲν γὰρ ἔχει μονόστεον τὸ κρανίον, ὥσπερ κύων ἅρραφον] cf. Ael. nat. anim. IV 40 (p. 98,12 Herch.) γλῶτταν] unde ductum hoc? 13 κοιλίαν] Arist. hist. anim. B 17 p. 507 b19 τὰ μὲν ἔχει μείζω τὴν κοιλίαν, ὥσπερ ὔς καὶ ἄρκτος (καὶ ἢ γε τῆς ὑὸς ὀλίγας ἔχει λείας πλάκας), τὰ δὲ πολὺ ἐλάττω καὶ οὐ πολλῷ μείζω τοῦ ἐντέρου, καθάπερ κύων καὶ λέων καὶ ἄνθρωπος. cf. part. anim. Γ 14 p. 675 a 29 ἡ δὲ τῆς κυνὸς μικρὰ τὸ μέγεθος καὶ οὐ πολὺ τοῦ ἐντέρου ὑπερβέλλουσα καὶ λεία τὰ ἐντός 14 πνεύμονα—διαφέροντα (17)] quis auctor? 17 ἄρχεται] Arist. hist. anim. E 14 p. 545b3 κύων δ᾿ ὡς ἐπὶ τὸ πολὺ μὲν ὀχεύεται ἐνιαυσία καὶ ὀχεύει ἐνιαύσιος, ἐνίοτε δὲ συμβαίνει ταῦτα καὶ ὀκταμήνοις· μᾶλλον δὲ τοῦτο γίνεται ἐπὶ τῶν ἀρρένων ἢ τῶν θηλειῶν 18 ἐπιβαίνει] Arist. l. c. Z 18 p. 572a5 τὰ δὲ πολλάκις ποιούμενα τὰς ὀχείας καὶ μὴ κατὰ μίαν ὥραν, οἶον τὰ συνανθρωπευόμενα, ὕες τε καὶ κύνες . . . 20 p. 574 a 30 δοκεῖ δὲ σκυζᾶν τὸν ἴσον χρένον κύων. τὰ δὲ καταμήνια ταῖς κυσὶν ἑπτὰ ἡμέραις γίνεται· συμβαίνει δ᾿ ἅμα καὶ ἕπαρσις αἰδοίου. ἐν δὲ τῷ χρόνῳ τούτῳ οὐ προσίενται ὀχείαν, ἀλλ᾿ ἐν ταῖς μετὰ ταύτας ἑπτὰ ἡμέραις· τὰς γὰρ πάσας δοκεῖ σκυζᾶν ἡμέρας τέτταρας καὶ δέκα) [*](1 ante εἶδε inseruit ὡς Hercher ἐπέσαινε D: ὑπεσήμαινε Ael.: ὑπέσαινε Reiske 1. 2 ἐνέβλεπεν εἰς Ael.: ἀνέβλεπον εἰς D: ἀνέβλεπε πρὸς Hercher 2 ἠδικῆσθαί τι τούτους Ael.: ἠδικεῖσθαι τί τοῦτον D 3 ἐξέκοπτε D: ἐξέκοψε Ael. 4 διεσπάσαντο D libr. Ael.: διέσπασαν τότε Aug. Schneider: διεσπάσαντό γε Hercher 4. 5 τόν τε D Ael.: τὸν δὲ Hercher 7 λέοντέ Ael.: λέοντί D 8 οὔτε τὴν D Ael.: οὐ Hercher θήρας Ael.: θῆρας D: θήραν Hercher οὔτε πιόμενοι addidit Aelianus 14 μικράν, ἐντεροειδῆ scripsi: μακρὰν ἑτεροειδῆ D 14. 15 ὀκτάλοβον· ἴσοι scripsi: οὐ κατάλοβον, ἴσκ D 16 καρδίαν στρογγύλην scripsi: καρδία στρογγύλη D)

78
ἡ δὲ θήλεια οὐ ?? πᾶσαν ὥραν, ἀλλὰ τὴν τῆς σκυζήσεως. ὅταν δ᾿ ἄρχηται σκυζᾶν, ἡ μὲν φύσις αὐτῇ διοιδεῖ, τὰ δὲ καταμήνια ῥεῖ ἐπὶ ἑπτὰ ἡμέρας. εἶτα μετὰ ταύτας ἄλλας ἑπτὰ σκυζᾷ. λέγεται δὲ ὡς πολυδρομήσαντες οἱ κύνες πολὺ μᾶλλον ὀχευτικώτεροι γίνονται.

(170) κύει δὲ μῆνας δύο· τίκτει δὲ τὰ πλεῖστα δώδεκα, καὶ τὰ μὲν πρῶτα κατὰ τὸν πατέρα ὅμοια, τὰ δὲ ὕστερα κατ᾿ αὐτήν. κατέδεται δὲ τὸ χόριον εὐθέως πρὶν ἢ τῆς γῆς θιγεῖν.

(171) ὀχεύει δὲ καὶ ὀχεύεται 5 κόων ἐπὶ τὸν τοῦ ζῆν αὐτοῦ χρόνον.

(172) ἄρχεται δὲ τὸ σκέλος αἴρων οὐρεῖν γενόμενος ἑξαμηνιαῖος· ἡ δὲ θήλεια διόλου καθημένη οὐρεῖ.

(173) ἀποβάλλει δὲ κόων τοὺς καλουμένους κυνόδοντας γενόμενος τετραμηνιαῖος· γηράσκων δὲ ὑπομελανοῖ τοὺς ὀδόντας καὶ ἀμβλεῖς ποιεῖ· ὅθεν καὶ διαγινώσκεται ὁ νέος παρὰ τὸν γέροντα ἐν τῷ λευκοὺς καὶ ὀξεῖς ἢ λείους καὶ ἀμβλεῖς ἔχειν τοὺς ὀδόντας.

(174) εἰσὶ δὲ τῶν κυνῶν αἱ μὲν Λάκαιναι θήλειαι εὐφυέστεραι τῶν ἀρρένων κατὰ τὴν θήραν· ὀσφραντικώτεραι γάρ. τῶν δὲ Μολοττικῶν κυνῶν ἐκ τοῦ ἐναντίου.

(175) λέγεται δὲ ἐπὶ τοσοῦτον ὀσφραντικὸν τὸ ζῷον εἶναι, ὥστε καὶ κρέως ὁμογενοῦς ὀπτοῦ ἢ ἑφθοῦ παραβληθέντος μὴ [*](ὧς ἐπὶ τὸ πολύ . . . 574b14 γίνεται δὲ σημεῖον καὶ ὅταν ἡλικίαν ἔχωσι τοῦ ὀγεύεσθαι· ὥσπερ γὰρ τοῖς ἀνθρώποις, ἐπὶ ταῖς θηλαῖς τῶν μαστῶν ἐπιγίνεται ἀνοίδησίς τις καὶ χόνδρον ἴσχουσιν· οὐ μὴν ἀλλ᾿ ἔργον μὴ συνήθει ὄντι ταῦτα καταμαθεῖν· οὐ γὰρ ἔχει μέγεθος οὐθὲν τὸ σημεῖον. τῇ μὲν οὖν θηλείᾳ τοῦτο συμβαίνει, τῷ δ᾿ ἄρρενι οὐθὲν τούτων. cf. Arist. hist. anim. Z 18 p. 572b23 ἔπαρσις μὲν οὖν τοῖς θήλεσιν ἐγγίνεται τῶν αἰδοίων, ὅταν πρὸς τὴν ὀχείαν ὀργῶσι, καὶ ὑγρασία περὶ τὸν τόπον 3 πουλδρομήσαντες] Ael. nat. anim. IV 40 (p.98,12 Herch.) δραμὼν δὲ ἐπὶ πλέον λάγνης γίνεται, φασί. cf. Arist. hist. anim. Z 20 p. 574b28 ἴδιον δ᾿ ἐπὶ τῶν Λακωνικῶν συμβαίνει πάθος· πονήσαντες γὰρ μᾶλλον δύνανται ὀχεύειν ἤ ἀργοῦντες 4 κύει] Arist. l. c. E 14 p. 545b6 κύει δ᾿ ἐξήκοντα καὶ μίαν ἢ καὶ δύο ἢ τρεῖς ἡμέρας τὸ μακρότατον· ἔλαττον δ᾿ οὐ φέρει τῶν ἑξήκονθ᾿ ἡμερῶν, ἀλλ᾿ ἄν τι καὶ γένηται, οὐκ ἐκτρέφεται εἰς τέλος 5 τίκτει] Arist. 1. c. Z 20 p. 574b24 τίκτει δὲ κύων σκυλάκια τὰ πλεῖστα δώδεκα, ὠς δ᾿ ἐπὶ τὸ πολὺ πέντε ἢ ἔξ· ἤδη δὲ καὶ ἓν ἔτεκέ τις· αἱ δὲ Λακωνικαὶ ὡς ἐπὶ τὸ πολὺ ὀκτώ καὶ τὰ μὲν πρῶτα] cf. Ael. nat. anim. IX 5 (p.219,11—14 Herch.) 6 κατέδεται] similia Aristoteles de equo dicit in Hist. anim. Z 22 p. 577a7 et de cervo 1 5 p. 611a18 7 ὀχεόει] Arist. hist. anim. Z 20 p.571b27 ὀγεύονται δ᾿ αἱ θήλειαι καὶ ὀχεύουσιν οἱ ἄρρενες ἔως ἂν ζῶσιν 8 ἄρχεται] Arist. 1. c. p. 574b 19 τὸ δὲ σκέλος αἴροντες οὐροῦσιν οἱ ἄρρενες ὡς μὲν ἐπὶ τὸ πολὺ ὅταν ἑξάμηνοι ὦσιν· ποιοῦσι δέ τινες τοῦτο καὶ ὕστερον, ἤδη ὀκτάμηνοι ὄντες, καὶ πρότερον ἢ ἑξάμηνοι· ὧς γὰρ ἀπλῶς εἰπεῖν, ὅταν ἰσχόειν ἄρξωνται, αὐτὸ ποιοῦσιν. αἱ δὲ θήλειαι πᾶσαι καθεζόμεναι οὐροῦσιν 9 ἀποβάλλει] Arist. 1. c. p. 575a5 ὀδόντας δὲ κύων οὐ βάλλει πλὴν τοὺς καλουμένους κυνόδοντας· τούτους δ᾿ ὅταν ὦσι τετράμηνοι, ὁμοίως αἴ τε θήλειαι καὶ οἱ ἄρρενες  . . .  τὰς δ᾿ ἡλικίας ἐκ τῶν ὀδόντων σκοποῦσιν· οἱ ὲν γὰρ νέοι λευκοὺς καὶ ὀξεῖς ἔχουσιν, οἱ δὲ πρεσβύτεροι μέλανας καὶ ἀμβλεῖς. cf. Arist. l. c. B 2 p.501b5. Ael. nat. anim. IV 40 (p.98,13 Herch.) 13 εἰσὶ] Arist. l. c. I 1 p. 608a27 αί Λάκαιναι κύνες αἱ θήλειαι εὐφυέστεραι τῶν ἀρρένων εἰσίν 15 λέ- γεται] Ael. nat. anim. IV 40 (p. 98,14 Herch.) εὔρινος δέ ἐστιν οὕτως ὡς μήποτ᾿ ἂν ὀπτοῦ κυνείου κρέως μηδ᾿ ἂν καρυκείᾳ τῇ ποικιλτάτῃ καὶ δολερωτάτῃ καταγοητευθέντος γεύσασθαι) [*](1 post οὐ intercidit velut προσίεται vel πάσχει 2 διοιδεῖ scripsi: διϋδεῖ D 6 δὲ addidi: κατέδει δὲ coni. Diels 13 εὐφυέστεραι scripsi: ἀφυέστεραι D 14 μολοτι- κῶν D 16 ἑφθοῦ D)

79
θιγεῖν, αἰσθανόμενον.

(176) λέγεται δὲ ὡς τοὺς βεβρωκότας κύνας μᾶλλον ἐκβαύζειν ἢ τοὺς μὴ βεβρωκότας.

(177) κάμνουσι δὲ οἱ κύνες νοσήμασι τρισί, κυνάγχῃ, λύσσῃ, ποδάγρᾳ. τούτων δὲ ἡ μὲν λύσσα ποιεῖ μανίαν, καὶ ὅταν δάκῃ, φησί, λυσσῶσα κύων, πάντα τὰ δηχθέντα ὑπ᾿ αὐτῆς ἀποθνήσκει πάρεξ ἀνθρώπου.

(178) λέγει δὲ ἐν τῷ ἑβδόμῳ τῆς Ἰστορίας ‘ἀναιρεῖ δὲ καὶ ἡ λύσσα αὐτούς’ |, τοὺς λελυσσηκότας τῶν κυνῶν, ‘ἀποθνήσκουσι [*](f. 354v) δὲ καὶ οἱ ποδαλγήσαντες αὐτῶν, ὀλίγοι δὲ σώζονται᾿. οὐχ ὑγιάζονται δὲ οὐδὲ οἱ συναγχικοὶ γενόμενοι.

(179) γίνεται δὲ καὶ ψωρίασις περὶ τοὺς κύνας, καὶ τὴν μὲν ἀρχὴν οἱ κυνοτρόφοι θεραπεύουσιν, ἐγχρονίσασα δὲ καὶ αὐτὴ δυσέφικτον. λέγεται δὲ ὡς ἑλμινθιάσασα, σῖτον φαγοῦσα ἐκτινάσσει τὰς ἕλμινθας.

(180) ζῇ δὲ ὁ μὲν Λακωνικὸς ἔτη δέκα, ἡ δὲ θήλεια δώδεκα· αἱ δὲ ἄλλαι ζῶσι δεκατέσσαρα. τὸ δὲ μυθολογούμενον περὶ τοῦ τοῦ Ὀδυσσέως κυνός, ὡς εἴκοσιν ἔτη ἔζησε, τῶν εἰκῇ πεπιστευμένων ἐστίν.