Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(141) κύει δὲ δύο μῆνας. τίκτει δὲ τὸν ὅλον βίον αὐτῆς ἡ λέαινα πεντάκις, καὶ τὸ μὲν πρῶτον πέντε σκυμνία, εἶτα τέσσαρα, ἐχομένως τρία, εἶτα δύο, ἐπὶ πᾶσιν ἕν, καὶ οὐκέτι συλλαμβάνει.

(142) ἔστι δὲ τὰ τικτόμενα μιχρὰ καὶ τυφλὰ καθάπερ κυνός, ὥστε μόλις μετὰ δίμηνον βαδίζειν.

(143) ὁ δὲ λεγόμενος μῦθος ὅτι ἐκβάλλει τὰς μήτρας τεκοῦσα τῶν εἰκῇ πεπιστευμένων.

(144) ἔστι δὲ ὁ λέων τὸ ἦθος λιμμώττων μὲν χαλεπός, βεβρωκὼς δὲ πραὺς καὶ φιλοπαίγμων, καὶ οὔτε ὑπερόπτης οὔτε τῶν συνήθων ἀδικητικός. συσχεθεὶς δὲ τῇ θηρείᾳ ὑπὸ πολλῶν, οὐδέποτε φεύγει, οὐδὲ τὰ ὀπίσθια διδοῖ· ὑποβαίνει δὲ κατὰ σκέλος βρυχώμενος, καὶ τῷ μὲν βάλλοντι προσέρχεται, τῷ δὲ μὴ οὐ πρόσεισι. διώκων δὲ ἔχει δρόμημα | σύντονον [*](f. 352v) καθάπερ καὶ οἱ κύνες. συνεγγίζων δὲ τῷ διωκομένῳ καὶ ἐπιρρίπτει ἑαυτόν, [*](ἔχει δὲ ἡ λέαινα χαίτην, ἀλλ᾿ ὁ ἄρρην λέων. βάλλει δὲ ὁ λέων τῶν ὀδόντων τοὺς κυνόδοντας καλουμένους τέτταρας μόνους, δύο μὲν ἄνωθεν δύο δὲ κάτωθεν· Βάλλει δ᾿ ἑξάμηνος ὢν τὴν ἡλικίαν 2 ὀγεύει] Arist. hist. anim. Z 31 p.579a32 ὀχεύει δὲ καὶ τίκτει οὐ πᾶσαν ὤραν, καθ᾿ ἔκαστον μέντοι τὸν ἐνιαυτόν. sed cf. Ael. nat. anim. IV 34 (p.94,32 Herch.) μίξεως δὲ αὐτὸν οὐδεμία ἔτους ἀναστέλλει ὤρα 3 ἄργεται βαίνειν] Arist. hist. anim. Z 31 p.579b7 τίκτει δὲ καὶ ὁ λέων πάνυ μικρὰ οὕτως ὤστε δίμηνα ὄντα μόλις βαδίζειν. cf. Ael. nat. anim. IV 34 (p.95,5 Herch.) 4 ὀγεύει] Arist. hist. anim. E 2 p.539b21 οὐ μὴν ὁμοίως γε πάντα πλησιάζουσιν, ἀλλὰ τὰ μὲν ὀπισθουρητικὰ συνιόντα πυγηδόν, οἶον λέοντες καὶ δασύποδες καὶ λύγκες· τῶν δὲ δασυπόδων καὶ πολλάκις ἡ θήλεια προτέρα ἀναβαίνει ἐπὶ τὸν ἅρρενα 5 κύει] Ael. nat. anim. IV 34 (p.94,32 Herch.) κύει δὲ ἄρα μηνῶν δύο τίκτει] Arist. gener. anim. Γ 1 p. 750a32 τὸ μὲν γὰρ πρότερον τίκτει πέντε ἢ ἔξ, εἶτα τῷ ὑστέρῳ ἔτει τέτταρας, πάλιν δὲ τρεῖς σκύμνους, εἶτα τὸν ἐχόμενον ἀριθμὸν ἔως ἑνός, εἶτ᾿ οὐθὲν ὧς ἐξαναλισκομένου τοῦ περιττώματος καὶ ἅμα τῆς ἡλικίας ληγοόσης φθίνοντος τοῦ σπέρματος. cf. 10 p.760b23. Ael. nat. anim. IV 34 (p.95,1 Herch.) 7.8 μικρὰ καὶ τυφλὰ] Arist. hist. anim. Z 31 p.579b7 (ef. supra). Ael. nat. anim. IV 34 (p.95,4) 9 λεγόμενος μῦθος] Arist. hist. anim. Z 31 p, 579b2 ὁ δὲ λεχθεὶς μῦθος περὶ τοῦ ἐκβάλλειν τὰς ὑστέρας τίκτοντα ληρώδης ἐστί. cf. Ael. nat. anim. IV 34 (p.95,6 Herch.) 13 τὸ ἦθος] Arist. hist. anim. 144 p.629b8 καὶ γάρ ὁ λέων ἐν τῇ βρώσει μὲν χαλεπώτατός ἐστι, μὴ πεινῶν δὲ καὶ βεβρωκὼς πρᾳότατος. ἔστι δὲ τὸ ἦθος οὐχ ὑπόπτης οὐδενὸς οὐδ᾿ ὑφορώμενος οὐδέν, πρός τε τὰ σύντροφα καὶ συνήθη σφόδρα φιλοπαίγμων καὶ στερκτικός. ἐν δὲ ταῖς θήραις ὀρώμενος μὲν οὐδέποτε φεύγει οὐδὲ πτήσσει, ἀλλ᾿ ἐὰν καὶ διὰ πλῆθος ἀναγκασθῇ τῶν θηρευόντων ὑπαγαγεῖν βάδην ὑποχωρεῖ καὶ κατὰ σκέλος, κατὰ βραχὺ ἐπιστρεφόμενος . . . τὸ δὲ δρόμημα συνεγῶς ὥσπερ κυνός ἐστι κατατεταμένον· διώκων μέντοι ἐπιρρίπτει ἑαυτόν, ὅταν ᾖ λησίον· ἀληθῆ δὲ καὶ τὰ λεγόμενα τό τε φοβεῖσθαι μάλιστα τὸ πῦρ, ὥσπερ καὶ Ὅμηρος ἐποίησεν καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ”, καὶ τὸ τὸν βαλόντα τηρήσαντα ἵεσθαι ἐπὶ τοῦτον· ἐὰν δέ τις βάλλῃ μὲν μή, ἐνοχλῇ δὲ αὐτόν, ἐὰν ἐπαἴξας συλλάβῃ, ἀδικεῖ μὲν οὐδὲν οὐδὲ βλάπτει τοῖς ὄνυξι, σείσας δὲ καὶ φοβήσας ἀφἶησι πάλιν. πρὸς δὲ τὰς πόλεις ἔρχονται μάλιστα καὶ τοὺς ἀνθρώπους ἀδικοῦσιν, ὅταν γένωνται πρεσβῦται, διά τε τὸ γῆρας ἀδύνατοι θηρεύειν ὄντες καὶ διὰ τὸ πεπονηκέναι τοὺς ὀδόντας. cf. Ael. nat. anim. IV 34 (p. 95,7—16 Herch.)) [*](2 ὁ ἄρρην addidi 4 διμηνιαῖος scripsi (cf. v. 8): δεκαμηνιαῖος D συγκαθησάσης D 13 βρυχόμενος D 15 ἐπιρρίπτει ἑαυτόν scripsi: ἐπιρρίπτειν αὐτὸν D)

74
ἵνα ταχύτερον ἐπιτύχῃ. πρὸς δὲ τὰς πόλεις ἔρχονται οἱ λέοντες ὅταν γένωνται γέροντες, ἵνα τοὺς ἀνθρώπους διώκωσιν, ἀδυνατοῦντες θηρεύειν. λέγεται δὲ κατ᾿ αὐτοῦ ὡς ὅτι μάλιστα τὸ πῦρ φοβούμενος φεύγει.

(145) ἔστι δὲ τῶν λεόντων γένη δύο, ὧν ὁ μὲν στρογγυλώτερος καὶ οὐλοτριχώτερος δειλός ἐστιν, ὁ δὲ μακρὸς καὶ εὔθριξ ἀνδρεῖος.

(146) τῶν δὲ δηχθέντων ὑπὸ λέοντος οἱ ἐπίδεσμοι πλυνόμενοι οὐδέποτε ἀνιᾶσι τὸν ἰχῶρα.

(147) ἔστι δὲ καὶ τῶν ἀνόσων ζῴων ὁ λέων.

(148) χρᾶται δὲ τῇ βρώσει λάβρως ὥστε ὅλα καταπίνειν μέλη· εἶτα διὰ τὴν λαβρότητα ἔστιν ὅτε μὴ φαγὼν διαλείπει ἡμέρας τρεῖς. ἔστι δὲ καὶ τῶν ὀλιγοποτούντων· διὸ καὶ τὸ περίττωμα προΐεται διὰ τρίτης ἡμέρας ἐσφαιρωμένον· προίεται δὲ καὶ φῦσαν δριμεῖαν καὶ οὖρον ὀσμὴν ἔχον σαπράν.

(149) γίνονται δὲ οἱ πλεῖστοι τῶν λεόντων μεταξὺ τοῦ Νέσου καὶ Ἀχελῴου ποταμοῦ.

(150) βιοῖ δὲ ὅσα καὶ ὁ κύων ζῶν ἔτη δεκαοκτώ.

(151) Ὁ λέων ἐκπεπταμένοις μόνος τίκτεται τοῖς ὀφθαλμοῖς. καὶ καθεύδων κινεῖ τὴν οὐρὰν καὶ ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς. ἔστι δὲ ῥωμαλέος καὶ συνετός. τὰ οὖν ἡμίβρωτα κρέα οὐ φυλάττει, ἀλλὰ τοῦ ἄσθματος περιχανὼν ἐμπιμπλᾷ, τὰ δὲ ἄλλα ζῷα ἥκοντα καὶ αἰσθανόμενα οὀ τολμᾷ προσάψασθαι. διὸ εἰ μὴ εὐθηρία γένοιτο αὐτῷ, ὡς ἐπὶ οἰκεῖον θησαύρισμα παραγίνεται. ὅταν δὲ ὑπερπλησθῇ, κενοῖ ἑαυτὸν ἀσιτίᾳ· ἀλλὰ καὶ πίθηκον φαγὼν κενοῦται τὴν γαστέρα ταῖς ἐκείνου λαπάξας σαρξί.

(152) Γηράσας δὲ λέων οἶδεν ἀδυνάτως ἔχειν πρὸς θήρας, οἱ δὲ σκύμνοι αὐτοῦ ἀγρεύοντες διδόασιν αὐτῷ φαγεῖν. ὁ δὲ σαίνει καὶ τῇ γλώσσῃ καὶ τοῖς ποσίν, ὥσπερ ἐπαινῶν τὴν θήραν αὐτῶν.

[*](4 ἔστι] Arist. hist. anim. I 44 p. 629b33 γένη δ’ ἐστὶ λεόντων δύο· τούτων δ᾿ ἐστὶ τὸ μὲν στρογγυλώτερον καὶ οὐλοτριχώτερον δειλότερον, τὸ δὲ μακρότερον καὶ εὐθύτριγον ἀνδρειότερον. cf. Ael. nat. anim. IV 34 (p.95,16 Herch.) 5.6 τῶν δὲ δηχθέντων] Arist. hist. anim. 144 p.630a5 ὄσα δ᾿ ἄν δάκῃ ἢ τοῖς ὄνυξιν ἑλκώσῃ, ἐκ τῶν ἑλκῶν ἰχῶρες ῥέουσιν ὠχροὶ σφόδρα καὶ ἐκ τῶν ἐπιδέσμων καὶ σπόγγων ὑπ᾿ οὐδενὸς δυνάμενοι ἐκκλύζεσθαι 7 ἀνόσων] ignoti auctoris χρᾶται] Arist. hist. anim. Θ 5 p. 594b17 ὁ δὲ λέων σαρκοφάγον μέν ἐστιν, ὥσπερ καὶ τἀλλα ὅσα ἄγρια καὶ καρχαρόδοντα, τῇ δὲ βρώσει χρῆται λάβρως, καὶ καταπίνει πολλὰ ὄλα οὐ διαιρῶν, εἰθ᾿ ἡμέρας δύο ἢ τρεῖς ἀσιτεῖ· δύναται γὰρ διὰ τὸ ὑπερπληροῦσθαι. ὀλιγόπτον δ᾿ ἐστίν, τὸ δὲ περίττωμα προΐεται σπανίως· διὰ τρίτης γὰρ ἢ ὅπως ἂν τύχῃ προχωρεῖ, καὶ τοῦτο ξηρὸν καὶ ἐξικμασμένον, ὅμοιον κυνί. προῖεται δὲ καὶ τὴν φῦσαν σφόδρα δριμεῖαν καὶ τὸ οὖρον ἔχον ὀσμήν 11.12 γίνονται] Arist. hist. anim. Z 31 p.579b5 σπάνιον γὰρ τὸ γένος τὸ τῶν λεόντων ἐστὶ καὶ οὐκ ἐν πολλῷ γίνεται τόπῳ, ἀλλὰ τῆς Εὀρώπης ἀπάσης ἐν τῷ μεταξὺ τοῦ Ἀγελῴου καὶ τοῦ Νέσσου ποταμοῦ cf. Herod. V 126 13 βιοῖ] Arist. l. c. 144 p.629b30 ἔτη δὲ ζῶσι πολλά 14 ὁ λέων] Ael. nat anim. V 39 (p.126,23—24 Herch.) 14. 15 καὶ καθεύδων] Ael. l. c. V 39 (p.126,26 Herch.) ἐψύλαξαν δὲ ἄλλοι καὶ καθεόδων ὅτι κινεῖ τὴν οὐράν 15 ἔστι] Ael. l. c. V 39 (p.127,6 Herch.) ἔστι δὲ πρὸς τῇ ῥώμῃ καὶ συνετὸς ὁ λέων 16 τὰ οὖν ἡμίβρωτα] Ael. l. e. V 39 (p.127,13—28 Herch.) 21 γηράσας] Ael. l. c. LX 1 (p. 217, 18—218,6 Herch.) 5 εὔθριξ] immo εὐθόθριξ 6 πλυνόμενοι scripsi: πλατυνόμενοι D 7 χρᾶται sic D 8 λαύρως D λαυρότητα D 10 ἐσφαιρωμένον scripsi: ἐσφυρωμένον D 12 νέ- σου D 14 ἐκπεπταμένοις Ael.: ἐκπεπταμένος D 16 ῥωμαλαῖος D 179 κενοῖ Ael.: κυμοῖ D 21 θῆρας D cf. p. 778)
75

(153) Καμήλου δὲ κρέα ἥδεται λέων ἐσθίων μᾶλλον τῶν ἄλλων· κἄν ποτε κάμηλον θεάσηται, ἐπ᾿ αὐτὴν πηδᾷ ἐπιθυμίᾳ βρώσεως.

(154) ἔστι δὲ καὶ δίκαιος ὁ λέων. διὸ τῷ ἐπιόντι ἀνθίσταται, τοῦ παρατρέχοντος ἀφίσταται, τὸν δὲ βαλόντα μέν, μὴ τυχόντα δὲ φοβεῖ μέν, οὐ λυπεῖ δέ.

(155) Φοβεῖται δὲ λέων πῦρ τε καὶ τὸν ἀλεκτρυόνα|, καθάπερ καὶ [*](f. 353r) βασιλίσκος.

(156) Λέοντες δὲ ἐν Ἰνδοῖς οὐ γίνονται μέγιστοι. εἰσὶ δὲ θηριωδέστατοι, ἡμεροῦνται δὲ ταχέως. ἡμερωθεὶς δὲ λέων τῷ τροφεῖ χαρίζεται, καὶ ἐπὶ θήραν ἐλάφων καὶ ὄνων καὶ βοῶν ἀγρίων ὡς κύνας φέρουσιν αὐτούς. εἰσὶ γὰρ καὶ ῥινηλατεῖν ἀγαθοί.

(157) Ἐπεγείρει δὲ ἑαυτὸν ὁ λέων τῇ ἀλκαίᾳ μαστίζων καὶ ἐλινύειν οὐκ ἐπιτρέπων.

(158) Βαδίζων δὲ οὐ κατ᾿ εὐθὺ πρόεισιν, ἀλλ᾿ ἐπάνεισι, καὶ πάλιν πρόσω ἔρχεται τοὔμπαλιν, ἀφανίζων τὰ ἴχνη διὰ τοὺς θηρατάς.

(159) Ἐν δὲ τῇ Ἐλυμαίᾳ χώρᾳ λέοντές εἰσι τιθασοί, καὶ τοὺς παριόντας σαίνουσι καὶ ἀσπάζονται.

(160) Ἡ δὲ Πελοπόννησος λεόντων ἄγονός ἐστιν.