Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(121) Ἐλέφαντι ἡμέρῳ πωλευτής τις ἧν καὶ εἶχε γυναῖκα ἀφηλικεστέραν μέν, πλουσίαν δέ. οὐκοῦν ἑτέρας ἐρῶν καὶ τὰ τῆς συνοικούσης σπεύδων ἐκείνης γίνεσθαι, ταύτην μὲν ἀποπνίγει καὶ τῆς τοῦ ἐλέφαντος [*](28 ἐλέφαντι] Ael. nat. anim. VIII 17 p. 211, 19—30 Herch.)) [*](1 καὶ τῶν addidi ex Ael. μέντοι Ael.: μὲν D τῆσδε τῆς μάχης τοιοῦτός ἐστιν Ael. 2 λόγχας sic D Ael.: delevit Hercher στοχαζόμενοι Ael.: στοχαζόμενα D 3 προσαρράξαντες D 4 τῷ D Ael.: delevit Hercher 7 ἑστᾶσιν D: ἐπίασιν (ἐπιᾶσιν) Ael. 8 νεὼς Ael.: νεὼ D 11 ἀλοωμένων D τῶν ὀστέων D Ael.: ὀστῶν Hercher 14 ἀπόλυσι D 17 ἐπήρεισε D Ael.: ἐπήρεισε emend. Hercher 18 τοιοῦτο Ael. ἐξαίρει D: ἐξαιρεῖ Ael. 22 καὶ (ante πρὸς) sic D Ael.: delevit Reiske 23 ἐξάπτοντες D Ael.: ἐξάπτουσι Hercher ὑψοῦ delevit Hercher αἴροντες D Ael.: αἴρουσι Hercher 24 σφενδονῶντες Ael.: σφενδονοῦντες D: σφενδονῶσι Hercher καὶ ante δαλοὺς deest Ael. 26 σκοπούμενα D: δυσωπούμενα Ael. ἔστιν D Ael.: καὶ ἔστιν Reiske ἐμπεσεῖν Gesnerus 27 ἐφυλάττοντο D: ἐφυλάττετο Ael. 28 τις delevit Hercher 30 γενέσθαι Hercher)

66
φάτνης κατορύττει πλησίον ὁ ἀθεσμόβουλος ἄνθρωπος, ἄγεται μὴν τὴν ἄλλην. ἐνταῦθα οὖν ὁ ἐλέφας τῇ προβοσκίδι λαβόμενος τὴν νεωστὶ ἀφιγμένην ἄγει τῆς νεκρᾶς πλησίον, καὶ τοῖς κέρασιν ἀνορύξας καὶ γυμνώσας τὸ σῶμα, ἃ εἰπεῖν οὐκ ἐδύνατο, ταῦτα ἐπιδεικνύει δι᾿ αὐτῶν τῶν ἔργων, τὴν γυναῖκα τὸν τρόπον τοῦ γήμαντος αὐτὴν ἐκδιδάσκων ὁ μισοπόνηρος ἐλέφας.

(122) Εὐθηρίας γενομένης καὶ τῶν ἐλεφάντων ἑαλωκότων οἷα δρῶσιν εἰς τὸ πραῧναι αὐτοὺς καὶ ἡμερῶσαι εἰπεῖν ἄξιον. πρῶτον μὲν εἰς ὕλην τινὰ ὀλίγον ἀφεστῶσαν τῆς τάφρου ἐν ᾗ ἐθήρασαν ἄγουσιν αὐτοὺς δεδεμενους, πολλοῖς διαλαβόντες σχοίνοις καὶ μήτε προθεῖν ἐπιτρέποντες μήτ᾿ αὖ πάλιν ἀφίστασθαι καὶ ἀποσπᾶν εἰς τοὐπίσω. εἶτα ἕκαστον ἐξάψαντες μεγίστου δένδρου διάστημα μεμετρημένον, ὡς μήτε εἰς τὸ ἔμπροσθεν ἐπιπηδᾶν ἔχειν μήτε ἐπὶ πολὺ πάλιν ἀναχωρεῖν τοῦ σκιρτᾶν καὶ ὑβρίζειν ἐξουσίᾳ ἢ ἀτροφίᾳ τε καὶ λιμῷ τὴν ἄγαν ἰσχὺν καὶ ῥώμην καθαιροῦσι, καὶ μέντοι καὶ τὸν θυμὸν αὐτῶν καὶ τῆς ψυχῆς τὸ ἄτρεπτον ἡσυχῇ καταμαραίνουσιν, ὡς ἐκείνους μὲν λήθην ἴσχειν τῆς τέως ἀμάχου ἀγριότητος, παραλύεσθαι δὲ τοῦ πρόσθεν θυμοῦ. προσιέναι τε τοὺς τούτων πωλευτὰς καὶ ἐκ χειρὸς ὀρέγειν τροφήν, τοὺς δὲ ὑπὸ τῆς χρείας ἀναγκαζομένους λαμβάνειν καὶ μὴ κακουργεῖν, βλέπειν τε ἤδη πρᾷόν τε καὶ κεκμηκός. οἱ δὲ ἄγαν αὐτῶν ἰσχυροὶ καὶ | τέλειοι ἀπορρήξαντες τὰ δεσμὰ καὶ ταῖς ἀκμαῖς τῶν [*](f. 349r) κεράτων καὶ ταῖς προβοσκίσιν ἀνασπῶντες τὰ δένδρα, τὰ δὲ καὶ κατέαξαν ὑπὸ ῥύμης καὶ ἐμπεσόντες εἰς αὐτά, μόλις καὶ ὀψὲ τοῦ χρόνου τὰ μὲν λιμῷ, τὰ δὲ γλυκείᾳ τροφῇ, τὰ δὲ κέντροις ἡμερώθησαν. τροφὴ δὲ ἡμερουμένοις τοῖσδε τοῖς ζῴοις ἄρτοι τε οἱ μέγιστοι καὶ κριθαὶ καὶ ἰσχάδες καὶ ἀσταφίδες καὶ κρόμμυα καὶ σκόροδα καὶ μέλι χύδην σχίνου τε καὶ φοίνικος καὶ κιττοῦ φάκελοι καὶ πᾶν ὅσον ἐδωδίμου ὕλης καὶ ἐκείνοις συντρόφου καὶ ἐκ τούτου τοι καὶ φίλης.

(123) Ἀποσπώμενοι τῆς συνήθους γῆς οἱ ἐλέφαντες, καὶ ἐὰν ἡμερωθῶσι τὰ μὲν πρῶτα τοῖς δεσμοῖς καὶ τῷ λιμῷ, τὰ δὲ ἐπὶ τούτοις ταῖς τροφαῖς καὶ τῷ ποικίλῳ αὐτῶν, ὅμως τὸ φίλτρον τῆς θρεψαμένης χώρας [*](7 εὐθηρίας] Ael. nat. anim. 10 (p. 245, 29—246, 25 Herch.) 28 ἀποσπώμενοι] Ael. l. c. X 17 p. 250, 21—251,6 Herch.)) [*](1 ἀθεσμόβουλος D: θερμόβουλος Ael. μὴν scripsi: μὲν D: δὲ Ael. 2 νεωσὶ D 3 νεκρᾶς D Hercher: νεκροῦ Ael. ἀνορύξας Ael.: ἀνοίξας D 4 ἠδύνατο Ael. ἐπεδείκνυε Ael. 7 Οὐθηρίας culpa rubricatoris D καὶ τῶν ἐλεφάντων ἑαλωκότων D Ael.: ἐλεφάντων ceteris deletis Hercher πραῦναι D: πραῧναί τε Ael. 9. 10 δεδεμμένους D 10 πολλοῖς διαλαβόντες D: πολὺ διαλαβόντες ταῖς Ael.: πολὺ delevit Hercher μήτε αὔ Ael. 11 ἀφίστασθαι Ael.: ὑφίστασθαι D 12 μεμετρημένῳ διαστήματι Ael. 13 ἢ sic D: τῇ Ael., recte delevit Hercher 16 μὲν λήθην D Ael.: λήθην μὲν Hercher secundum Vat. 17 τούτων D: τῶν τοιούτων Ael. 19 βλέπειν τε Ael.: βλέπει τὲ D 21 κατέαξαν D: κατεάξαντες Ael.: κατάξαντες Hercher 22 μόγις Ael. 25 ἀστραφίδες (?) D κρόμυα D 26 φάκελλοι D ἐκείνοις Ael.: ἐκείνης D 27 τούτου τοι Ael.: τούτοιτοι D)

67
οὐκ ἂν αὐτοῖς ποτε ἐξίτηλον γένοιτο. οἱ πλεῖστοι γοῦν ὑπὸ τῆς λύπης διαφθείρονται, ἤδη δέ τινες καὶ κλαίοντες ἀστακτὶ καὶ ἀμέτροις τοῖς δάκρυσιν ἐπηρώθησαν τὴν ὄψιν. εἰσάγονται δὲ εἰς τὰς ναῦς διὰ γεφύρας, παῤ ἑκάτερα αὐτῆς κλάδων τεθηλότων καὶ κομώντων μεμιγμένων καὶ ὕλης ἄλλης διατεινομένης εἰς ἀπάτην τῶν θηρίων, εἰ γὰρ ταῦτα ὁρῷεν οἱ ἐλέφαντες, ἔτι καὶ τότε διὰ τῆς γῆς ἰέναι σφᾶς αὐτοὺς δοκοῦσιν, οὐδὲ ἐπιτρέπει ταῦτα ὁρᾶσθαι τὴν θάλασσαν. βραχέα δέ ἐστι καὶ ἀγχιβαθῆ τὰ πρὸ τῆς χώρας, ἐξ ἧς ἀνάγκη πλεῖν αὐτούς, καὶ αἱ ναῦς ἀφεστᾶσιν αἱ φορτίδες· καὶ διὰ ταῦτα τῆς γεφύρας δεῖ καὶ τῆς μηχανῆς τε καὶ ἐπιβουλῆς τῆς διὰ τῶν κλάδων καὶ τῆς ὕλης τῆς προειρημένης.

(124) Διάφορα μὲν καὶ ποικίλα τῆς τῶν ἐλεφάντων ἰδιότητος ἄνω μοι λέλεκται· νῦν δὲ εἰρήσεται καὶ ὅτι καὶ μνήμην ἀγαθόν ἐστι τὸ ζῷον τοῦτο, καὶ ἐντολὰς φυλάξαι οἶδε καὶ μὴ ψεύδεσθαι τὴν τῶν παρακαταθεμένων ὁτιοῦν αὐτῷ προσδοκίαν τε καὶ ἐλπίδα. ὅτε γοῦν Ἀντίγονος ἐπολιόρκει | Μεγαρέας, ἑνὶ τῶν ἐλεφάντων τῶν πολεμικῶν συνετρέφετο καὶ. [*](f. 349v) θῆλυς, ὄνομα Νίκαια. ταύτῃ τοίνυν ἡ τοῦ τρέφοντος αὐτὸν γυνὴ παιδίον ἔτυχε τεκοῦσα πρὸ ἡμερῶν τριάκοντα καὶ παρακατέθετο φωνῇ τᾖ Ἰνδῶν, ἧς ἀκούουσιν ἐλέφαντες. ὁ δὲ καὶ ἐφίλει τὸ παιδίον καὶ ἐφύλαττε, καὶ κειμένου πλησίον ἥδετο, καὶ κνυζομένου παρέβλεπε, καὶ καθεύδοντος τῇ προβοσκίδι τὰς μυίας ἀνεσόβει καλάμου κλαδὶ τοῦ παραβαλλομένου εἰς τροφήν· εἴ γε μὴν παρῆν τὸ βρέφος, τότε καὶ τροφὴν ἀνεστέλλετο. οὐκοῦν ἔδει μὲν τὴν τρέφουσαν αὐτὸ ἐμπλῆσαι μὲν τοῦ γάλακτος, παραθεῖναι δὲ τῷ κηδεμόνι, ἢ πάντως ἀγανακτῶν ἡ Νίκαια ἧν δῆλος καὶ τεθυμωμένος καί τι καὶ δρασείων τῶν δεινῶν. πολλάκις δὲ καὶ ἀνακλαύσαντος αὐτοῦ, εἶτα τὴν σκάφην ᾗ ἐνέκειτο διέσεισε, παραμυθούμενος τῷ σεισμῷ τὸ βρέφος, οἷα δή που καὶ φιλοῦσι καὶ αἱ τροφοὶ καὶ τῆθαι δρᾶν ποιῶν ὡς ἄνθρωπος ὁ ἐλέφας.

(125) Μοιχευομένην τὴν τοῦ πωλεύσαντος αὐτὸν καὶ τρέφοντος [*](11 διάφορα] Ael. nat. anim. XI 14 (p. 277, 14—278, 4 Herch.) 28 μοιγευομένην] Ael. l. c. XI 15 p. 278, 8—23 Herch.)) [*](2 δακρύοις Ael. 3 ἐπηρώθησαν ex ἐπηρώθεισαν correxit D1 4 καὶ κομώντων Ael.: κοιμώντων D μεμιγμένων D: μιγνυμένων Ael.: πηγνυμένων Jacobsius ὅλης ἄλλης D Ael.: ἄλλης ὅλης Hercher secundum Vat. 6 τότε Ael.: τόγε D σφᾶς αὐτοὺς Ael.: σφᾶς ἑαυτοὺς D: delevit Hercher 7 θάλατταν Ael. post καὶ addidit οὐκ Gesnerus 8 ναῦς sie D Ael. cf. Lobeckii Phrynichus p. 170 11 ἄνω Ael.: ἀνω D 12 καὶ ὅτι καὶ D: ὅτι καὶ Ael. 13 ψεύσασθαι Ael. 13. 14 παρακατεθεμένων D 16 αὐτὸν Ael.: αὐτὸ D παιδίον D Ael.: παιδίον 〈δ〉 Jacobs 17 καὶ delevit Jacobs 19 καὶ post ἥδετο addidi ex Ael. κνυζωμένου Hercher 20 ἀπεσόβει Schneider 21 εἴ γε μὴν D: εἴ γε μὴ Ael.: εἰ δὲ μὴ Gesner: fortasse εἴ γε μὴν 〈μὴ〉 22 τὴν Ael.: μὲν τὴν D 23 ἡ Νίκαια Ael.: τῇ νικαίᾳ D 25 ᾖ ἐνέκειτο διέσεισε Ael.: ἥν διέκειτο ἐνέσεισε D 26 που Ael.: που καὶ D τροφοὶ Ael.: τροφαὶ D καὶ τῆθαι sic D (cf. Lobeckii Phryn. p. 134): καὶ αἱ τίτθαι Ael. 26. 27 ὡς ἄνθρωπος D: ἄνθρωποι Ael. 28 τὴν D: γὰρ τὴν Ael. πωλέσαντος D)

68
ναῖκα ἐπ᾿ αὐτοφώρῳ καταλαβών, δι᾿ ἀμφοτέρων θάτερον πείρας τοῖν κεράτοιν ἀπέκτεινε καὶ τὸν μοιχὸν καὶ τὴν μοιχευομένην καὶ εἴασε κεῖσθαι κατὰ τῶν στρωμάτων τῶν ὑβρισμένων καὶ τῆς εὐνῆς τῆς πεπατημένης, ὡς ἐλθόντα τὸν πωλευτὴν καταγνῶναι καὶ τὸ ἀδίκημα καὶ τὸν τιμωρήσαντα αὐτῷ γνωρίσαι. καὶ τοῦτο μὲν Ἰνδικὸν τὸ ἔργον, ἐκεῖθεν δὲ ἐξεφοίτησε δεῦρο· ἀκούω δὲ καὶ ἐπὶ Τόπου Ῥωμαίων βασιλεύοντος, ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ, ἐν τῇ Ῥώμῃ ταὐτὸ γεγονέναι. προστιθέασι δὲ ὅτι ἄρα ὁ ἐνταῦθα ἐλέφας ἀπέκτεινε μὲν ἀμφοτέρους καὶ ἐν ἱματίῳ κατεκάλυψε, καὶ ἐλθόντι τῷ τροφεῖ ἀποβαλὼν τὸ ἱμάτιον κειμένους ἀλλήλων πλησίον ἀπέδειξε καὶ τὸ κέρας δέ, ᾧπερ οὖν διέπειρεν αὐτούς, καὶ τοῦτο ᾑμαγμένον ἑωρᾶτο.

(126) Τῶν τεθηραμένων ἐλεφάντων ἰῶνται τὰ τραύματα οἱ Ἰνδοὶ τὸν τρόπον τοῦτον. καταιονοῦσι μὲν αὐτὰ ὕδατι χλιαρῷ, | ὥσπερ οὖν τὸ τοῦ.  [*](f. 350r) Εὐρυπύλου παρὰ τῷ καλῷ Ὁμήρῳ ὁ Πάτροκλος· εἶτα μέντοι διαχρίουσι τῷ βουτύρῳ αὐτά. ἐὰν δὲ βαθέα, τὴν φλεγμονὴν πραΰνουσιν ὕεια κρέα, θερμὰ μέν, ἔναιμα δὲ ἔτι προσφέροντες καὶ ἐντιθέντες. τοὺς δὲ ὀφθαλμοὺς θεραπεύουσιν αὐτῶν βόειον γάλα ἀλεαίνοντες, εἶτα αὐτοῖς ἐγχέοντες, οἱ δὲ ἀνοίγουσι τὰ βλέφαρα, 〈καὶ〉 ὠφελούμενοι ἥδονταί τε καὶ αἰσθάνονται, ὥσπερ ἄνθρωποι. καὶ εἰς τοσοῦτον ἐπικλύζουσιν εἰς ὅσον ἂν ἀποπαύσωνται λημῶντες. μαρτύριον δὲ τοῦ παύσασθαι τὴν ὀφθαλμίαν τοῦτό ἐστι. τὰ δὲ νοσήματα ὅσα αὐτοῖς προσπίπτει ἄλλως, ὁ μέλας οἶνος αὐτοῖς ἐστιν ἄκος. εἰ δὲ μὴ γένοιτο ἐξάντης τοῦ κακοῦ τῷ φαρμάκῳ τούτῳ, ἄσωστά οἵ ἐστιν.

(127) Ἐλέφαντι μὲν ἀγελαίῳ δὲ εἰθισμένω γε μὴν ὕδωρ πόμα ἐστί· τῷ δὲ εἰς πόλεμον ἀθλοῦντι οἶνος μέν, οὐ μὴν ὁ τῶν ἀμπέλων, ἐπεὶ τὸν μὲν ἐξ ὀρύζης χειρουργοῦσι, τὸν δὲ ἐκ καλάμου. προΐασι δὲ καὶ ἄνθη σφίσιν ἀθροίσοντες· εἰσὶ γὰρ ἐρασταὶ εὐωδίας, καὶ ἄγονταί γε ἐπὶ τοὺς λειμῶνας καὶ ὀσμῇ πωλευθησόμενοι τῇ ἡδίστῃ. καὶ ὁ μὲν ἐκλέγει κρίνας τῇ ὀσφρήσει τὸ ἄνθος, τάλαρον δὲ ἔχων ὁ πωλευτὴς τρυγῶντος καὶ ἐμβάλλοντος ὑπέχει. εἶτα ὅταν ἐμπλήσῃ τοῦτον, ὥσπερ οὖν ὀπώρας [*](11 τῶν τεθηραμένων] Ael. nat. anim. XIII 7 (p. 321,25—322,8 Herch.) 22 ἐλέφαντι] Ael. l. c. XIII 8 (p. 322, 9—31 Herch.)) [*](1 πείρας Ael.: πήρας D: διεὶς Hercher 3 στρωμάτων Ael.: σωμάτων D 5 γνωρίσαι Ael.: γνωρίσας (?) D: Hercher aut καταγνῶναι aut γνωρίσαι expungendum censet Ἰνδικὸν Ael.: ἰνδικῶν D 6 τόπου sic D Ael.: Ττου rest. Gronovius Ῥωμαίων βασιλεύοντος delevit Hercher 7 ἐν D: καὶ ἐν libri Ael., sed καὶ delevit Hercher ταὺτὸν Ael. ἐνθάδε Ael. 8 ἀπέκτεινε μὲν D Ael.: ἀπέκτεινεν Hercher ἐν delevit Hercher 9 κειμένους ἀλλήλων Ael.: κειμένου ἀλλήλω D ἐπέδειξε proponit Hercher 12 καταιωνοῦσι D 14 τῷ D Ael.: delevit Hercher 15 τοὺς δὲ ὀφθαλμοὺς D: τὰς δὲ ὀφθαλμίας Ael. 17 καὶ addidi ex Aeliano 18 ἀποπαύσωνται Ael: ὑποπαύσον D 20 προσπίπτει Ael.: προσπίπτοι D οἴνός ἐστιν αὐτοῖς Ael. 21 τούτῳ D: τῷδε Ael. 22 μὲν ἀγελαίῳ δέ, εἰθισμένω sic D: ἀγελαίῳ μὲν εἰθισμένῳ [τετιθασευμένῳ rest. Reiske] Ael. πῶμά Hercher 23 εἰς] τὰ ἐς Hercher 24 ἐξ ὀρύζης Ael.: ἐξορύζεις D 25 σφίσιν ἀθροίσοντες Ael.: φίσιν ἀθροίσαντες D 26 ὀσμῇ Ael.: καὶ ὀσμῆ D 28 ἐμβάλοντος D ὀπώρας D: ὀπώραν Ael.)

69
μενος λοῦται, καὶ ἥδεται τῷ λουτρῷ κατὰ τοὺς τῶν ἀνθρώπων ἁβροτέρους. εἶτα ἐπανελθὼν τὰ ἄνθη ποθεῖ, καὶ βοᾷ βραδύνοντος, καὶ οὐχ αἱρεῖται τροφὴν πρὶν ἢ κομίσῃ τίς οἱ ὅσα ἐτρύγησεν. εἶτα μέντοι τῇ προβοσκίδι ἀναιρούμενος ἐκ τοῦ ταλάρου τῆς φάτνης καταπάττει τὰ χείλη, ἥδυσμα τοῦτό γε τῇ τροφῇ διὰ τῆς εὐοσμίας ἐπινοῶν, ὡς εἰπεῖν. κατασπείρει δὲ καὶ τοῦ χώρου ἔνθα αὐλίζεται τῶν ἀνθέων πολλά, ἡδυσμένον αἱρεῖσθαι γλιχόμενος ὕπνον. Ἰνδοὶ δὲ ἐλέφαντες ἧσαν ἄρα πηχῶν ἐννέα τὸ ὕψος, πέντε δὲ τὸ εὖρος. μέγιστοι δὲ ἄρα τῶν ἐκεῖθεν ἐλεφάντων οἱ καλούμενοι Πραίσιοι, δεύτεροι δὲ ἂν αὐτῶν τάττοιντο οἱ Ταξίλαι.

(128) | Τὸν Ἰνδῶν βασιλέα προϊόντα ἐπὶ δίκας προσκυνεῖ ὁ ἐλέφας [*](f. 350v) πρῶτος, δεδιδαγμένος τοῦτο, καὶ μάλα γε δρῶν μνημόνως τε καὶ εὐπειθῶς αὐτό. παρέστηκε δὲ καὶ ἐκεῖνος, ὅσπερ οὖν ἐνδίδωσίν οἱ τοῦ παιδεύματος τὴν ὑπόμνησιν τῇ ἐκ τῆς ἅρπης κρούσει καὶ φωνῇ τινι ἐπιχωρίῳ, ἦσπερ οὖν ἐλέφαντες ἐπαΐειν εἰλήχασι φύσει τινὶ ἀπορρήτῳ καὶ μάλα γε ἰδίᾳ τούτου τοῦ ζῴου. καὶ μέντοι γε καὶ κίνησίν τινα ὑποκινεῖται πολεμικήν, οἷον ἐνδεικνύμενος ὅτι καὶ τοῦτο τὸ μάθημα ἀποσώζει. τέσσαρες δὲ καὶ εἴκοσι τῷ βασιλεῖ φρουροὶ παραμένουσιν ἐλέφαντες ἐκ διαδοχῆς, ὥσπερ οὖν οἱ φύλακες οἱ λαμπροί, καὶ αὐτοῖς παίδευμα τὴν φρουρὰν οὐ κατανυστάζειν· διδάσκονται γὰρ σοφίᾳ τινὶ Ἰνδικῇ καὶ τοῦτο. καὶ λέγει μὲν ὁ Ἑκαταῖος ὁ Μιλήσιος Ἀμφιάρεων τὸν Οἰκλέους κατακοιμίσαι τὴν φυλακὴν καὶ ὀλίγου παθεῖν ὅσα λέγει. οὗτοι δὲ ἄρα ἄγρυπνοι καὶ ὕπνῳ μὴ ἡττώμενοι, πιστότατοι τῶν ἐκεῖ φυλάκων μετά γε τοὺς ἀνθρώπους εἰσίν.

(129) Ἐλέφας ὁ θῆλυς· τιμιώτερα εἶναι τὰ τούτου κέρατα οἱ σοφοὶ ταῦτα ὑμνοῦσι, καὶ ἐκεῖνά γε ἡμᾶς διδάσκουσιν. ἐν τῇ Μαυρουσίᾳ γῇ οἱ ἐλέφαντες, δεκάτῳ ἔτει πάντως αὐτοῖς τὰ κέρατα ἐκπεσεῖν σπεύδει, ὥσπερ οὖν καὶ τῶν ἐλάφων, ἀλλὰ τούτων ἀνὰ πᾶν ἔτος. οἱ τοίνυν ἐλέφαντες οἵδε γῆν πεδιάδα καὶ ἔνδροσον προαιροῦνται τῆς ἄλλης, καὶ ἐπερείδουσιν [*](10 τὸν Ἰνδῶν] Ael. nat. anim. XIII 22 (p. 335, 11—29 Herch.) 23 ἐλέφας] Ael. l. c. XIV 5 (p. 341, 6—342, 9 Herch.)) [*](1 ἁβροτέρους D 3 τροφὴν Ael.: τροφὸν D οἷ D 4 καταπάττει Ael.: καταπλάττει D 5 ἐπινοιῶν D 7 πήχεων Hercher 8 εὖρος D ἐκεῖθι Ael. 9 πραίσιοι D Ael.: Πράσιοι Hercher δὲ ἄν αὐτῶν τάττοιντο scripsi: δὲ ἀντ᾿ αὐτῶν τάττοιτο D: δ᾿ ἄν τάττοιντο τῶνδε Ael.: δ᾿ ἂν τῶνδε τάττοιντο Hercher 11 μνημόνως τε καὶ εὐπειθῶς δρῶν malit Hercher 12 ὅσπερ Ael.: ὥσπερ D 14 ἐπαΐειν Ael.: ἐπαΐει D 15 τούτου τοῦ ζώου ex τοῦτο τὸ ζῶον correxit D1: τοῦ ζῴου τοῦδε Ael. γε delevit Hercher 16 τέτταρες Hercher 17 φρουροὶ Ael.: φοβεροὶ D 18 φύλακες ex φίλακες correxit D1 λαμπροὶ D: λοιποὶ Ael. οὐ κατανυστάζειν scripsi: οὐ κατὰ νὐσταξιν D: οὐ κατανυστάζουσι (κατανυστάξασι. κατανυστάξαι) Ael.: ἔχειν οὐ κατανυστάζουσι Hercher 19 γὰο D: γάρ τοι Ael. ὁ ἐκαταῖος D: Ἑκαταῖος Ael. 20 μηλίσιος D ἰοκλέους D κατακοιμῆσαι D ὀλίγου D Ael.: delevit Hercher 21 ὕπνῳ D Ael.: ὕπνου Reiske 22 ἐκεῖθι Ael. 25 σπεύδει (vel δεῖ) codd. Ael.: σπεύδειν D: φιλεῖ Hercher 25,26 ὥσπερ οὖν Ael.: οὑν ὧσπερ D 27 οἰδε D πεδιάδα AelL: ποδάδα D ἀπερείδουσιν Hercher)

70
εἰς αὐτὴν ὀκλὰξ ἐπικύψαντες, ἐκδῦναι αὐτῶν δεινῶς σφριγῶντες. τοσοῦτον δὲ ἄρα ἐπωθοῦσιν, ὡς καὶ τέως αὐτὰ ἀποκρύψαι· εἶτα μέντοι ὑποψήσαντες τοῖς ποσὶ λεῖον τὸν χῶρον ἀπέφηναν τὸν φρουροῦντα τὸ θησαύρισμα αὐτοῖς. γονιμωτάτη δὲ ἄρα ἡ γῆ οὖσα εἶτα ἤκιστα τὴν πόαν φύει καὶ ἀφανίζει τὴν ὄψιν τοῦ γεγενημένου τοῖς ὁδῷ χρωμένοις. οἱ δὲ καὶ ταῦτα ἀνιχνεύοντες τὰ φώρια καί τινα σοφίαν τῆς ἐκείνων ἐπιβουλῆς | ἔχοντες, ἐν ἀσκοῖς. [*](f. 351r) αἰγείοις ὕδωρ κομίζουσιν· εἶτα αὐτοὶ διασπείρουσι πεπληρωμένους ἄλλος ἀλλαχόσε, καὶ αὐτοὶ καταμένουσι. καὶ καθεύδει τις, καὶ ἄλλος ὑποπίνει, καί πού τις καὶ μεταξὺ ἐπιρροφῶν τῆς κύλικος ὑπαναμέλπει καὶ μέμνηται διὰ τοῦ μέλους ἧς ἐρᾷ. εἰ δὲ καὶ νέον ὡρικὸν ὑποπειρᾷ παρόντα τις καὶ αὐτὸν τῆς ἰχνεύσεως κοινωνόν, οὐκ ἂν θαυμάσαιμι· εἰσὶ γὰρ Μαυρούσιου καὶ καλοὶ καὶ μεγάλοι, καὶ ἀνδρικὸν ὁρῶσι, καὶ ἔργων ἔχονται θηρατικῶν, καὶ μέντοι καὶ πολλὰ ἀναφλέγουσι μειράκια ἔτι καὶ τηλικοίδε ὄντες. οὐκοῦν οἷς τὰ κέρατα εἴη κατορωρυγμένα πλησίον ἐκεῖνα, τὰ δὲ ἴυγγί τινι ἀπορρήτῳ καὶ θαυμαστῇ δὲ τὸ ὕδωρ ἐκεῖνο ἐκ τῶν ἀσκῶν ἕλκει, καὶ ἀποδείκνυσι κενοὺς αὐτούς. ἐνταῦθα τοίνυν σμινύαις τε καὶ μακέλλαις διασκάπτουσι τὸν χῶρον, καὶ ἔχουσι τὸ θήραμα ῥινηλατήσαντες ἄνευ κυνῶν. ἐὰν δὲ ἔμπλεῳ μένωσιν οἱ ἀσκοὶ οὗπερ οὖν καὶ κατέθεσαν αὐτοὺς οἱ τῶν κεράτων τῶνδε θηραταί, οἱ δὲ ἀπίασιν ἐπ’ ἄλλην θηρείαν, καὶ μέντοι καὶ ἀσκοὺς καὶ ὕδωρ ἐπάγονται πάλιν, θήρατρα τῆς ἄγρας τῆς προειρημένης.

(130) Ἡ μέντοι νῆσος ἡ μεγάλη ἢν καλοῦσιν Ταπροβάνην ἔχει φοινικῶνας μὲν θαυμαστῶς πεφυτευμένους εἰς στοῖχον, ὥσπερ οὖν ἐν τοῖς ἁβροῖς τῶν παραδείσων οἱ τούτων μελεδωνοὶ φυτεύουσι τὰ δένδρα τὰ σκιαδηφόρα. ἔχει δὲ καὶ νομὰς ἐλεφάντων πολλῶν καὶ μεγίστων. καὶ οἵδέ γε νησιῶται ἐλέφαντες τῶν ἠπειρωτῶν ἀλκιμώτεροί τε τὴν ῥώμην καὶ μείζους ἰδεῖν εἰσι, καὶ θυμοσοφώτεροι δὲ πάντα πάντη κρίνοιντο ἄν. κομίζουσί τε αὐτοὺς εἰς τὴν ἀντιπέρας ἤπειρον ναῦς μεγάλας τεκτηνάμενοι (ἔχει γὰρ δήπου καὶ δάση ἡ νῆσος), πιπράσκουσί τε διαπλεύσαντες τῷ βασιλεῖ τῷ ἐν Καλίγγαις. [*](21 ἡ μέντοι] Ael. nat. anim. XVI 18 (p.396,26—397,11 Herch.)) [*](1 αὐτὴν Ael.: αὐτὸν D post αὐτὴν add. τὰ κέρατα Hercher ἐπικύψαντες Ael.: ἐπικαλύψαντες  D αὐτῶν D Ael.: αὐτὰ Hercher secundum Vat. 2 τέως D Ael.: τελέως Reiske 4 ἥκιστα D: ὤκιστα recte Ael. τὴν omisit Hercher cum Vat. 5 καὶ delevit Hercher 6 φόρια D ἐκείνων D Ael.: ἐξ ἐκείνων Hercheer 7 αὐτοὶ D Ael.: αὐτοὺς Hercher πεπληρωμένους Ael.: πεπληρωμένας D 9 καί πού τις Ael.: ἢ πουτίς D 10 ὀρικὸν D 11 αὐτὸν Ael.: αὐτὸς D κοινωνῶν D θαυμάσαιμι Ael.: θαυμασϊ D 13 πολλὰ D: πολλοὶ Ael.: πολλοὺς Jacobs 14 οἶς D: εἰ Ael. κατορωρυγμένα Hercher κατορωρυμένα D: κατωρυγμένα Ael. 15 δὲ sic D Ael.: om. V delevit Hercher ἕλκει Ael.: ἕλκειν D 16 ἐνταῦθα τοίνυν D Ael.: ἐνταῦθά τοι Hercher μακέλαις D 18 μένωσιν D: μείνωσιν Ael. κατέθεσαν —οἱ δὲ (19) addidi ex Aeliano 19 θηρείαν D: θήραν Ael. 20 θήρατρα D: τὰ θήρατρα Ael. 21 μέντοι D: τοίνυν Ael. μεγάλη D: ἐν τῇ μεγάλῃ θαλάσσῃ Ael. καλοῦσι Ael. 22 ἁβροῖς Ael.: σὐροῖς D 23 σκιαδιφόρα D 24 οἱ δέ γε D: οἴ γε Ael. 26 κρίνοιντο Ael.: κινοῖντο D 27 ἀντιπέρας D Hercher: ἀντιπέραν Ael. τεκτῃνάμενοι D 28 Καλίγγαις Ael.: κωλίγαις D)

71
διὰ μέγεθος δὲ ἄρα τῆς νήσου οὐδὲ ἴσασιν οἱ τὰ μέσα αὐτῆς οἰκοῦντες τὴν θάλασσαν, ἀλλὰ ἠπειρώτην μὲν βίον τρίβουσι, τὴν περιερχομένην δὲ αὐτοὺς καὶ κυκλουμένην πυνθάνονται θάλασσαν· οἱ δὲ τῇ θαλάττῃ πρόσοικοι τῆς μὲν ἄγρας τῆς τῶν ἐλεφάντων ἀμαθῶς ἔχουσιν, ἀκοῇ δὲ αὐτὴν ἴσασι μόνῃ.

(131) Τί βούλεται ἡ προνομαία τῶν | ἐλεφάντων; ὅτι μέγα τὸ [*](f. 351v) ζῷον, καὶ τῶν χερσαίων τὸ μέγιστον, εἰς τὴν τῶν ἐντυγχανόντων ἔκπληξιν παραχθέν, πολύσαρκον ἐχρῆν εἶναι καὶ συμπεφορημένον τὸ σῶμα. τούτῳ εἰ μέγας καὶ ἀναλογῶν τοῖς ποσὶν ὁ τράχηλος προσετέθη, δυσμεταχείριστος ἂν ἦν, τῷ ὑπερβάλλοντι βάρει καταρρέπων ἀεὶ πρὸς τὰ κάτω. νῦν δὲ ἡ μὲν κεφαλὴ δι᾿ ὀλίγων τῶν τοῦ αὐχένος σπονδύλων πρὸς τὴν ῥάχιν συνάπτεται· ἔχει δὲ τὴν προνομαίαν, τὴν τοῦ τραχήλου χρείαν ἀποπληροῦσαν, δι’ ἧς καὶ τὴν τροφὴν προσάγεται καὶ τὸ ποτὸν ἀνιμᾶται. ἀλλὰ καὶ ἀδιάρθρωτοι αὐτῶν οἱ πόδες, οἱονεὶ κίονες ἐρρωμένοι τὸ βάρος ὑποστηρίζουσιν. εἰ γὰρ χαῦνα αὐτῶν καὶ δίυγρα ὑπετέθη τὰ κῶλα, συνεχεῖς ἂν ἐγίνοντο τῶν ἄρθρων αἱ ἐκτροπαί, συνοκλάζοντος καὶ διανισταμένου κουφίζειν τὸ βάρος μὴ ἐξαρκοῦντα. νῦν δὲ βραχὺς ἀστράγαλος ὑπόκειται τῷ ποδὶ τοῦ ἐλέφαντος, οὔτε μέντοι εἰς ἀγκύλην οὔτε εἰς γόνυ διήρθρωται. οὐ γὰρ ἂν ὑπήνεγκε τὸ τῶν ἄρθρων ὀλισθηρὸν τὴν πολυσαρκίαν τοῦ ζῴου, πολλὴν αὐτῷ περικεχυμένην καὶ περιτρέμουσαν. ὅθεν χρεία γέγονε τοῦ μυκτῆρος ἐκείνου μέχρι ποδῶν καθειμένου. οὐχ ὁρᾷς ἐν τοῖς πολέμοις ὅτι οἱονεὶ πύργοι τινὲς ἔμψυχοι τῆς φάλαγγος προηγοῦνται; ἢ βουνοί τινες σάρκινοι καὶ ἀνυπόστατον ἔχοντες τὴν ὁρμὴν τῶν ἐναντίων τὸν συνασπισμὸν διακόπτουσιν; οἷς εἰ μὴ ἦν ἀναλογοῦντα τὰ κάτω, πρὸς οὐδένα ἂν χρόνον τὸ ζῷον διήρκεσε. νῦν δὲ ἤδη τινὲς ἱστοροῦσι καὶ τριακόσια ἔτη καὶ πλείω τούτων βιοῦν τὸν ἐλέφαντα. διὰ τοῦτο συμπεπηγὼς καὶ οὐ διηρθρωμένος τὰ κῶλα. τὴν δὲ τροφήν, ὥσπερ ἔφαμεν, ἡ προνομαία χαμόθεν ἐπὶ τὸ ὕψος διακομίζει, ὀφιώδης τις οὗσα καὶ ὑγροτέρα τὴν φύσιν.

(132) Ὅτι ἡ τῶν Ἰνδῶν γῆ τοὺς ἐλέφαντας ἔχει τοὺς μεγίστους καὶ ὑπερφυεστάτους, ὡς ἐκ τῶν ὀδόντων δῆλον τῶν ἐκεῖθεν κομιζομένων, καὶ δὴ καὶ τοὺς ταυρελέφαντας λεγομένους. ἔστι δὲ τὰ μὲν ἄλλα πάντα βοῦς μέγιστος, τὴν δὲ βύρσαν καὶ τὸ χρῶμα ἐλέφαντος ἔχει καὶ σχεδὸν εἰπεῖν [*](5 τί βούλεται] Basil. Magn. hom. IX in Hexaemeron ed. Mignii Patrol. Graec. vol. XXIX p.200c—201 B 28 ὅτι ἡ τῶν Ἰνδῶν] Philostorg. Hist. ecel. III 11 ἡ γῆ ἔχει καὶ τοὺς ταυρελέφαντας λεγομένους, ὦν τὸ γένος τὰ μὲν ἄλλα βοῦς ἐστι μέγιστος, τὴν δὲ βύρσαν καὶ τὸ χρῶμα ἐλέφας, καὶ σχεδὸν εἰπεῖν καὶ τὸ μέγεθος cf. Niceph. 9, 19) [*](2 θάλατταν Ael. τὴν D Ael.: delevit Hercher περιεργομένην Ael.: περιεγομένην D 3 θάλατταν Ael. 5 τῶν ἐλεφάντων D: τῷ ἐλέφαντι recte Bas. 7 τούτῳ Bas.: τούτων D 9 πρὸς τὰ D: πρὸς τὸ Bas. 12 καὶ τὸ Bas.: καὶ τὸν D 13 αὐτῶν D: αὐτῷ Bas. ἐρρωμένοι scripsi: ἐρωμένοι D: ἡνωμένοι Bas. 14 αὐτῶν D: αὐτῷ Bas. 16 ἐξαρκοῦντα D et Bas. codd. non pauci: ἐξαρκούντων recte Basil. codd. Paris. complures 17 ἀγχόλην Bas.: ἀγκάλην D 22 καὶ omis. Bas. 25 συμπεπηγὸς Bas. διηρθρωμένον Bas.)

72
καὶ τὸ μέγεθος· | αὐτὸ γὰρ εἰς Ῥωμαίους κομισθὲν τὸ ζῷον θεασάμενος [*](f. 352r) γράφω.

(133) Ὁ λέων ἐστὶ μὲν καρχαρόδους καὶ πολυσχιδής, βαδίζει δὲ κατὰ σκέλος καθάπερ ἡ κάμηλος, λέγω ἀκολουθεῖν τῷ ἐμπροσθίῳ σκέλει τὸ ὀπίσθιον· τὰ γὰρ ἄλλα τετράποδα κατὰ διάμετρον πορεύεται χιάζοντα τοῖς σκέλεσιν.

(134) ἔχει δὲ τὸ τοῦ αὐχένος ὀστοῦν ὁ λέων ἕν, ἀλλ᾿ οὐκ ἐκ πολλῶν σπονδύλων συγκείμενον.

(135) κοπτομένων δὲ τῶν ὀστέων αὐτοῦ πῦρ ἔξεισι καθάπερ ἐκ τῶν λίθων. ἔχει δὲ τὰ ὀστᾶ ὡς ὅτι μάλιστα ἀμύελα καὶ μικρὰς ὀπὰς ἔχοντα.

(136) ἔστι δὲ καὶ ὀπισθουρητικὸν καθάπερ κάμηλος, καὶ γενόμενος ἑξαμηνιαῖος αἴρων τὸ σκέλος οὐρεῖ καθάπερ καὶ οἱ κύνες.

(137) ἡ δὲ θήλεια ὑπὸ μικρὸν καθημένη οὐρεῖ· ἔχει δὲ καὶ μαστοὺς δύο ἐν τῇ γαστρί.

(138) ἀνατμηθεὶς δὲ ὀσμὴν ἔχει βαρεῖαν, ὥστε μὴ ὑποφέρειν, τὰ δὲ ἐντόσθια ὅμοια κυνί, κοιλίαν δὲ μόνην ὁμοίαν ἔχει ὑΐ.

(139) ἔχει δὲ ὁ μὲν ἄρρην χαίτας, ἡ δὲ [*](3 καρχαρόδους] Arist. hist. anim. B 1 p. 501a16 ἔτι δὲ τὰ μέν ἐστι καρχαρόδοντα αὐτῶν, οἷον λέων etc. πολυσχιδὴς] Arist. part. anim. Δ 10 p. 688a34 τὰ δὲ πολυτόκα ἢ πολυσχιδῆ τὰ μὲν περὶ τὴν γαστέρα πλαγίους καὶ πολλούς, οἷον ὗς καὶ κύων, τὰ δὲ δύο μόνους . . . οἷον λέων βαδίζει] Arist. hist. anim. B l p. 498b7 κατὰ σκέλος δὲ βαδίζουσιν ὅ τε λέων καὶ αἱ κάμηλοι ἀμφότεραι, αἴ τε Βακτριαναὶ καὶ αἱ Ἀράβιαι. τὸ δὲ κατὰ σκέλος ἐστὶν ὅτε οὐ προβαίνει τῷ ἀριστερῷ τὸ δεξιόν, ἀλλ᾿ ἐπακολουθεῖ 5 τὰ γὰρ ἄλλα] Arist. l. c. p. 498b5 αἱ δὲ κινήσεις τῶν ζῴων τῶν μὲν τετραπόδων καὶ πολυπόδων κατὰ διάμετρόν εἰσι, καὶ ἑστᾶσιν οὕτως· ἡ δ᾿ ἀρχὴ ἀπὸ τῶν δεξιῶν πᾶσιν 6 ἔχει δὲ] Arist. l. c. p. 497 b 16 καὶ ὅ γε λέων τὸ τοῦ αὐχένος ἔχει ἕν ὀστοῦν, σφονδύλους δ᾿ οὐκ ἔχει. cf. Ael. nat. anim. IV 34 (p. 94, 28 Herch.) 7 κοπτομένων] Arist. hist. anim. Γ 7 p. 516b9 στερεὰ δὲ πάντων μάλιστα ὁ λέων ἔχει τὰ ὀστᾶ· οὕτω γάρ ἐστι σκληρὰ ὥστε συντριβομένων ὥσπερ ἐκ λίθων ἐκλάμπειν πῦρ. cf. Arist. part. anim. B 9 p. 655a14 οὕτω γὰρ ἔχει ταῦτα (τὰ τοῦ λέοντος ὀστᾶ〉 σκληρὰν τὴν φύσιν ὥστ᾿ ἐξάπτεσθαι τυπτομένων καθάπερ ἐκ λίθων πῦρ. cf. Ael. nat. anim. IV 34 (p. 94, 29 Herch.) 8 ἔχει δὲ] Arist. hist. anim. Γ 7 p. 516b7 ἔνικ δὲ ζῷα οὐδ᾿ ἂν ἔχειν δόξειεν ὅλως μυελὸν ἐν τοῖς ὀστοῖς, οἷον λέων, διὰ τὸ πάμπαν ἔχειν μικρὸν καὶ λεπτὸν καὶ ἐν ὀλίγοις· ἔχει γὰρ ἐν τοῖς μηροῖς καὶ βραχίοσι. cf. 20 p. 521b11. Ael. nat. anim. IV 34 (p. 94, 30 Herch.) 9 ἔστι δὲ] Arist. hist. anim. B 1 p. 500b15 ἔνια δ᾿ ὀπισθουρητικά ἐστιν, οἷον λὺγξ καὶ λέων καὶ κάμηλος καὶ δασύπους. cf. part. anim. Δ 10 p. 689a33 τῶν δ᾿ ἀρρένων ὀλίγα ἐστὶν ὀπισθουρητικά, οἷον λὺγξ λέων κάμηλος δασύπους 10 αἴρων τὸ σκέλος] Arist. hist. anim. Θ 5 p. 594b25 οὐρεῖ γὰρ αἴρων τὸ σκέλος ὥσπερ οἱ κύνες 12 ἔχει] Arist. 1. c. B 1 p. 500a28 ἡ δὲ λέαινα (ἔχει μαστοὺς) δύο ἐν τῇ γαστρί ἀνατμηθεὶς] Arist. l. c. Θ 5 p. 594b26 ἐμποιεῖ δὲ καὶ ὀσμὴν βαρεῖαν ἐν τοῖς ἐσθιομένοις καταπνέων· καὶ γὰρ ἀνοιχθέντος αὐτοῦ τὰ ἔσω ἀτμίδα ἀφίησι βαρεῖαν 13 τὰ δὲ ἐντόσθια] Arist. l. c. B 1 p. 497b17 τὰ δὲ ἐντὸς ἀνοιχθεὶς (ὁ λέων) ὅμοια πάντ᾿ ἔχει κυνί κοιλίαν] Arist. l. c. B 17 p. 507b15 τὰ δ᾿ ἀμφώδοντα μίαν ἔχει κοιλίαν, οἷον ἄνθρωπος, ὖς, κύων, ἄρκτος, λέων, λύκος . . . ἀλλὰ τὰ μὲν ἔχει μείζω τὴν κοιλίαν, ὧσπερ ὗς καὶ ἄρκτος (καὶ ἥ γε τῆς ὑὸς ὀλίγας ἔχει λείας πλάκας), τὰ δὲ πολὺ ἐλάττω καὶ οὐ πολλῷ μείζω τοῦ ἐντέρου, καθάπερ κύων καὶ λέων καὶ ἄνθρωπος. καὶ τῶν ἄλλων δὲ τὰ εἴδη διέστηκε πρὸς τὰς τούτων κοιλίας· τὰ μὲν γὰρ ὑἴ ὁμοίαν ἔχει τὰ δὲ κυνί, καὶ τὰ μείζω καὶ τὰ ἐλάττω τῶν ζῴων ὡσαύτως 14 ἔχει] Arist. l. c. Z 31 p. 579 b11 οὐκ) [*](3 ἔστι D 7 πολῶν D 9. 10 ὀπισθουρητικὸν scripsi ex Arist.: ὄπισθεν ῥητικὸν D 14 μόνην D: fortasse μίαν ὑεῖ D: error subest fortasse excerptoris. scribendum κυνί ex Arist. χαίτας D: fortasse χαίτην)

73
θήλεια ψιλή ἐστι. βάλλει δὲ καὶ τῶν ὀδόντων τοὺς κυνόδοντας λεγομένους, δύο ἄνωθεν καὶ κάτωθεν δύο.

(140) ὀχεύει δὲ 〈ὁ ἄρρην〉 καὶ ὀχεύεται ἡ θήλεια πᾶσαν ὥραν καθάπερ ὁ ἄνθρωπος, καὶ ἄρχεται βαίνειν ὅταν γένηται διμηνιαῖος. ὀχεύει δὲ συγκαθισάσης τῆς θηλείας· ἐπιβαίνει γάρ.