Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(81) συνέβη δέ τισι ἐπισπασαμέναις πλείω τῶν ἕνδεκα μηνῶν χρόνον τεκεῖν τὸν καλούμενον μύλον· ὧν καὶ μίαν, φησίν, ἐπίσταμαι ἥτις συγγενομένη τῷ ἀνδρὶ καὶ δόξασα ἔγκυος γεγονέναι τρία ἔτη διετέλεσεν ἐν ἐπάρματι τὴν γαστέρα ἔχουσα. οὐκέτι μὲν οὖν ἐντὸς ἐκινεῖτό τι αὐτῇ, καθάπερ ταῖς κατὰ φύσιν ἐχούσαις. εἶτα χειμῶνος γενομένου καὶ πολλῆς δυσαερίας, ἔτεκε σάρκα τὸν λεγόμενον μύλον καὶ ἐσώθη. ἤδη μὲν οὖν τινες μὴ τεκοῦσαι αὐτὸν ἀνῃρέθησαν ὑπ’ αὐτοῦ, τισὶ δὲ καὶ συγκατεγήρασε τῶν γυναικῶν. ἔστι δὲ αὕτη ἡ σὰρξ σκληρὰ [*](1 ἄνθρωπος ἀμφόδους] Arist. part. anim. Γ 14 p. 674a 24 ὅσα μὲν αὐτῶν ἐστιν ἀμφώδοντα . . . οἶον ἄνθρωπος 1. 2 περὶ δὲ τὸν καιρὸν] Arist. hist. anim. H 3 p. 583b 9 περὶ δὲ τοῦτον τὸν χρόνον καὶ σχίζεται τὸ κύημα· τὸν δ᾿ ἔμπροσθεν ἄναρθρον συνέστηκε κρεῶδες 3. 4 καὶ τὸ μὲν ἄρρεν] Arist. hist. anim. H 3 p. 583b 2 καὶ ἐν τοῖς βουβῶσιν ἐπὶ μὲν τῶν ἀρρένων ὡς ἐπὶ τὸ πολὺ ἐν τῷ δεξιῷ μᾶλλον περὶ τὰς τετταράκοντα γίνεται ἡ κίνησις, τῶν δὲ θηλειῶν ἐν τῷ ἀριστερῷ περὶ ἐνενήκονθ’ ἡμέρας 5 ἤδη] Arist. hist. anim. H 3 p. 583b14 τὸ μὲν οὖν ἄρρεν ὅταν ἐξέλθῃ τετταρακοσταῖον, ἐὰν μὲν εἰς ἄλλο τι ἀφῇ τις, διαχεῖταί τε καὶ ἀφανίζεται, ἐὰν δ᾿ εἰς ψυχρὸν ὕδωρ, συνίσταται οἷον ἐν ὑμένι· τούτου δὲ διακνισθέντος (διακυηθέντος Ca) φαίνεται τὸ ἔμβρυον τὸ μέγεθος ἡλίκον μύρμηξ τῶν μεγάλων, τά τε μέλη δῆλα, τά τε ἄλλα πάντα καὶ τὸ αἰδοῖον, καὶ οἱ ὀφθαλμοὶ καθάπερ ἐπὶ τῶν ἄλλων ζῴων μέγιστοι 9 περὶ δὲ χρόνου] Arist. hist. anim.| H 4 p. 584 a 33 cf. supra § 46 14 ὧν] Arist. hist. anim. K 7 p. 638a11 συγγενομένης (τινὸς γυναικὸς) τῷ ἀνδρὶ καὶ δοξάσης συλλαβεῖν ὅ τ᾿ ὄγκος ηὐξάνετο τῆς ὑστέρας καὶ τἀλλα ἐγίγνετο τὸ πρῶτον κατὰ λόγον. ἐπεὶ δ᾿ ὁ χρόνος ἤν τοῦ τόκου, οὔτε ἔτικτεν οὔτε ὁ ὄγκος ἐλάττων ἐγίγνετο, ἀλλ’ ἔτη τρία ἢ τέτταρα οὕτω διετέλεσεν, ἕως δυσεντερίας γενομένης καὶ κινδυνευσάσης αὐτῆς ἔτεκε σάρκα εὐμεγέθη, ἣν καλοῦσι μύλην. ἐνίαις δὲ καὶ συγκαταγηράσκει τὸ πάθος καὶ συναποθνήσκει. cf. gener. anim. ∠ 7 p. 775b25—36 20 ἔστι] Arist. hist. anim. K 6 p. 638b10 καὶ ἡ σκληρότης δ᾿ ἡ γιγνομένη τοῦ πράγματος κωλύσεως ἔργον ἐστίν. οὕτω γὰρ γίνεται σκληρὸν ὥστε πελέκει οὐ δύνανται διακόπτειν. cf. gener. anim. ∠ 7 p, 775b34 τὰ δὲ θύραζε ἐξιόντα τῶν τοιούτων γίνεται σκληρὰ οὕτως ὥστε μόλις διακόπτεσθαι καὶ σιδήρῳ) [*](3 σχίζεσθαι Rose: ἰσγύεσθαι P 5 ἐξήκοντα P: ἐνενήκοντα suasit ex Aristotele Sauppe 6 διακνηθέντος scripsi: διακινηθέντος P: διακνισθέντος Rose ex Aristotelis loco supra citato, sed cf. ibi v. l. διακυηθέντος 7 μύρμηξ Rose: μύρμηκι P 8 ἔχον (non ἔσχον) 9 10 ὡς εἶπον] supra § 46 12 μῆνες 9 14 μύλον P: μύλην Aristoteles 15 δόξασα ἔγκυος Rose: δόξας ἔγγυος P 18 δυσαερίας scripsi: δυσαυρίας P: δυσεντερίας Αristoteles)

25
καὶ ὑποπέλιδνος, ὥστε μόλις ὑπὸ σιδήρου τέμνεσθαι, τὸ δὲ μέγεθος ἔχει ἀνὰ λόγον τοῦ χρόνου τῷ τελείῳ βρέφει ἴσον.

(82) ἐσχημάτισται δὲ ἐν τῇ μήτρᾳ τὰ μὲν τετράποδα τῶν ζῴων ἐκτεταμένα, τὰ δ’ ἄποδα πλάγια. τὰ δὲ πτηνὰ συγκεκαμμένα ἐστίν, ὁ δὲ ἄνθρωπος τὴν μὲν ῥῖνα μέσον τῶν γονάτων ἔχων, τοὺς δὲ ὀφθαλμοὺς ἐπὶ τοῖς γόνασι, τὰ δὲ ὧτα ἐκτός.

(83) ἐκτίκτεται δὲ τὰ βρέφη ἀπολυομένων, διὰ τὸ βάρος τῶν προσπεφυκότων ⟨ὑμένων, τῶν) φλεβῶν ἐκ τῆς μήτρας εἰς τὸ ἀγγεῖον καὶ ἔτι διὰ τὸ μὴ δύνασθαι τὴν ἔχουσαν τρέφειν αὐτὸ διὰ τὸ παρηυξῆσθαι, ὅθεν σπανίζον τροφῆς ἀπαίρει καὶ τὴν κεφαλὴν κάτω ἴσχει. τοῦτο δὲ γίνεται αὐτοῖς εἰκότως· καθάπερ γὰρ ἐκ τοῦ ζυγοῦ τοῦ ὀμφαλοῦ ἠρτημένα [*](f. 14r) ὀφείλει ῥέπειν κατὰ τὴν | κίνησιν ἐπὶ τὰ βαρύτερα καὶ ὀγκωδέστερα τὰ περὶ τὴν κεφαλὴν καὶ τὰ στήθη μέρη· ὅθεν καὶ ὁ πόρος ἐστὶ τοῖς κατὰ φύσιν τικτομένοις ἐπὶ ταῦτα.

(84) Ἄρσενα δέ φησιν ἢ θήλεα γίνεσθαι παρὰ τὸ πεπέφθαι ὑπὸ θερμοῦ ἢ ἄπεπτον εἶναι τὸ τοῦ ἀνδρὸς σπέρμα. ἀκολουθεῖ γὰρ τῷ μὲν πεπεμμένῳ περιττώματι θερμὸν εἶναι, τῷ δὲ ἀπέπτῳ ψυχρὸν ὑπάρχειν. διὸ δὴ τὰ μὲν ἄρρενα ὑπὸ τοῦ θερμοῦ καὶ πεπεμμένου σπέρματος, τὰ δὲ θήλεα ὑπὸ τοῦ ἀπέπτου καὶ ψυχροῦ. ὅτι δὲ ταῦθ᾿ οὕτως ἔχε, σημεῖα τὰ [*](2 ἐσχημάτισται] Arist. hist. anim. H 8 p. 536a34 σχῆμα δ᾿ ἔχει ἐν τῇ ὑστέρᾳ τὰ μὲν τετράποδα πάντα ἐκτεταμένα, καὶ τὰ ἄποδα πλάγια, οἷον ἰχθύς, τὰ δὲ δίποδα συγκεκαμμένα, οἷον ὄρνις καὶ ἄνθρωπος συγκεκαμμένος· ῥῖνα μὲν μεταξὺ τῶν γονάτων, ὀφθαλμοὺς δ᾿ ἐπὶ τοῖς γόνασιν, ὦτα δ᾿ ἐκτός 6 ἐκτίκτεται] Arist. gener. anim. ∠ 8 p. 777a22 ὅταν γὰρ διὰ τὸ μέγεθος μηκέτι ἱκανὴ τῷ κυουμένῳ ἡ διὰ τοῦ ὀμφαλοῦ τροφή, ἀλλὰ τὸ γάλα γίνεται χρήσιμον πρὸς τὴν γινομένην τροφὴν καὶ οὐκ εἰσιούσης διὰ τοῦ ὀμφαλοῦ τροφῆς, συμπίπτουσιν αἱ φλέβες περὶ ἂς ὁ καλούμενος ὀμφαλός ἐστι χιτών, καὶ διὰ ταῦτα καὶ τότε συμβαίνει θύραζε ἡ ἔξοδος. cf. hist. anim. H 8 p. 586b23 αὐξανομένων (τῶν ὑμένων) δ’ ἀεὶ μᾶλλον συμπίπτουσιν αὖται αἱ φλέβες 9 καὶ τὴν κεφαλὴν] Arist. gener. anim. ∠ 9 p. 777a28 ἐπὶ κεφαλὴν δ᾿ ἡ γένεσίς ἐστι τοῖς ζῴοις πᾶσιν ἡ κατὰ φύσιν διὰ τὸ τὰ ἄνω τοῦ ὀμφαλοῦ μείζω ἔχειν ἢ τὰ κάτω. καθάπερ οὖν ἐν ζυγοῖς ἠρτημένα ἐξ αὐτοῦ ῥέπει ἐπὶ τὸ βάρος 14 ἄρσενα] Arist. gener. anim.∠ 1 p. 766a16 τούτων δ’ ὑποκειμένων ἵσως ἂν ἤδη μᾶλλον εἴη φανερόν, δι’ ἤν αἰτίαν γίνεται τὸ μὲν θῆλυ τὸ δ᾿ ἄρρεν. ὅταν γὰρ μὴ κρατῇ ἡ ἀρχὴ μηδὲ δύνηται πέψαι δι’ ἔνδειαν θερμότητος μηδ᾿ ἀγάγῃ εἰς τὸ ἴδιον εἶδος τὸ αὐτοῦ, ἀλλὰ τούτῃ ἡττηθῇ, ἀνάγκη εἰς τοὺναντίον μεταβάλλειν. ἐναντίον δὲ τῷ ἄρρενι τὸ θῆλυ, καὶ ταύτῃ τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ 15 ἀκολουθεῖ] Arist. gener. anim. ∠ 1 p. 766b12 διαφέρει δὲ τὸ τοῦ ἄρρενος σπέρμα, ὅτι ἔχει ἀρχὴν ἐν ἑαυτῷ τοιαύτην οἵαν κινεῖν καὶ ἐν τῷ ζῴῳ καὶ διαπέττειν τὴν ἐσχάτην τροφήν, τὸ δὲ τοῦ θήλεος ὕλην μόνον. κρατῆσαν μὲν οὖν εἰς αὑτὸ ἄγει, κρατηθὲν δ᾿ εἰς τοὺναντίον μεταβάλλει ἢ εἰς φθοράν. ἐναντίον δὲ τῷ ἄρρενι τὸ θῆλυ. θῆλυ δὲ τῇ ἀπεψίᾳ καὶ τῇ ψυχρότητι τῆς αἰματικῆς τροφῆς 18 ὅτι] Arist. gener. anim. ∠ p. 766b28 τεκμήρια δὲ τὰ συμβαίνοντα τοῖς εἰρημένοις. τά τε γὰρ νέα θηλυτόκα μᾶλλον τῶν ἀκμαζόντων, καὶ γηράσκοντα μᾶλλον· τοῖς μὲν γὰρ οὕπω τέλειον τὸ θερμόν, τοῖς δ᾿ ἀπολείπει) [*](1 καὶ ὑποπέλιδνος Rose: καὶ ὑπο, πέλιδνος P. scribendum καὶ ὑπὸ πέλυκος, glossema verborum ὑπὸ σιδήρου cf. Arist. ad p. 24, 20 cit. 2 ἀνὰ λόγον Sauppe: ἀνάλογον P 6 ἀπολυομένων scripsi: ἀπολομένων P 7 ὑμένων τῶν addidi ἐκ τῆς Rose: ἐκτὸς P ἔτι scripsi: ἔστι P 9 κάτω scripsi: ἄνω P 10 τοῦ (post ἐκ) delendum puto ἠρτημένα Rose: ἠρτϋμένα P 11 βαρύτερα Sauppe: βραδύτερα P 16 τῷ δὲ Rose: τὸ δὲ P 18 θήλεα Rose: θήλεια P ὅτι Rose: ὅτε P)

26
συμβαίνοντα. οἵ τε γὰρ νέοι λίαν καὶ οἱ πρεσβύτεροι θηλυγόνοι ὡς ἐπὶ πολύ· οἱ μὲν γὰρ διὰ τὸ ἐκλείπειν αὐτοῖς τὸ θερμόν, ὃ ἦν τῆς πέψεως αἴτιον, οἱ δὲ διὰ τὸ μηδέπω τέλειον αὐτὸ ἔχειν. ἀμέλει δὲ καὶ τὰ ὑγρὰ τῶν σωμάτων καὶ γυναικωδέστερα θηλυγόνα μᾶλλον· ἧττον γὰρ τὸ σπέρμα αὐτῶν ἐστι θερμόν, καὶ αὐτὰ τὰ θηλυκὰ σώματα ψυχρὰ πέφυκεν εἶναι· ἀναλογεῖν γὰρ ὀφείλει ἀφ’ ὧν καὶ ἐγένετο.

(85) μαρτυρεῖ δὲ τῇ ψυχρότητι τῶν θηλειῶν καὶ ἡ τῶν καταμηνίων γινομένη αὐταῖς ἔκκρισις· μὴ δυναμένη γὰρ αὐταῖς ἡ φύσις τὸ παρακείμενον περίττωμα πέψαι τὴν ἔκκρισιν ποιεῖται οἷον ἀποδιωθουμένη τὸ ἀλλότριον. καὶ τὰ λίαν δὲ ψυχρὰ τῶν ὑδάτων καὶ οἱ λίαν κατάψυχροι τόποι ἄγονοι.

(86) ἔστιν οὖν τις ἀνεκλάλητος καὶ ὡρισμένη θερμοῦ ποσότης ἡ γεννῶσα τὸ ἄρρεν καὶ ψυχροῦ τὸ θῆλυ· οὔτε γὰρ τὸ λίαν πυρῶδες δύναται πέψαι ἀλλὰ τὸ ποσόν, οὔθ᾿ ἡ λίαν ψυχρότης ποιῆσαι τὸ θῆλυ. δεῖ οὖν συμμετρίας τινὸς τῆς θερμότητος καὶ τῆς ψυχρότητος τῆς περὶ τὸ σπέρμα πρὸς τὸ ποιεῖσθαι ἄρρεν ἢ θῆλυ καὶ τὸ ὅλον συντελεσθῆναι ζῷον.

(87) εἰσὶ δὲ τῇ φύσει ἄνδρες θηλυγόνοι, ---οἷον καὶ περὶ τοῦ Ἡρακλέους μυθολογεῖται· οὗτος γὰρ ἐν ἑβδομήκοντα καὶ δύο τέκνοις μίαν θυγατέρα ἐποίησε.

(88) δίδυμά τε καὶ τρίδυμα [*](3 ἀμέλει] Arist. gener. anim. ∠ 2 p, 766b31 καὶ τὰ μὲν ὑγρότερα τῶν σωμάτων καὶ γυναικικώτερα θηλυγόνα μᾶλλον, καὶ τὰ σπέρματα τὰ ὑγρὰ τῶν συνεστηκότων· πάντα γὰρ ταῦτα γίνεται δι’ ἔνδειαν θερμότητος φυσικῆς 5 καὶ αὐτὰ] Arist. gener. anim. ∠ 6 p. 775a14 ἀσθενέστερα γάρ ἐστι καὶ ψυχρότερα τὰ θήλεα τὴν φύσιν 6 μαρτυρεῖ] Arist. gener. anim. ∠ 2 p. 766b35 τὸ δὲ πλεῖον περίττωμα δυσπεπτότερον· διὸ τοῖς μὲν ἄρρεσιν ὑγρότερον τὸ σπέρμα, ταῖς δὲ γυναιξὶν ἡ τῶν καταμηνίων ἔκκρισις. cf. Arist. gener. anim. ∠ 1 p. 765b21 sqq. 9 καὶ τὰ λίαν] Arist. gener. anim. ∠ 2 p. 767a28 διαφέρει δὲ καὶ χώρα χώρας εἰς ταῦτα καὶ ὕδωρ ὕδατος διὰ τὰς αὐτὰς αἰτίας. ποιὰ γάρ τις ἡ τροφὴ γίνεται μάλιστα καὶ τοῦ σώματος ἡ διάθεσις, διά τε τὴν κρᾶσιν τοῦ περιεστῶτος ἀέρος καὶ τῶν εἰσιόντων, μάλιστα δὲ διὰ τὴν τοῦ ὕδατος τροφήν· τοῦτο γὰρ πλεῖστον εἰσφέρονται, καὶ ἐν πᾶσίν ἐστι τροφὴ τοῦτο, καὶ ἐν τοῖς ξηροῖς. διὸ καὶ τὰ ἀτέραμνα ὕδατα καὶ ψυχρὰ τὰ μὲν ἀτεκνίαν ποιεῖ, τὰ δὲ θηλυτοκίαν 10 ἔστιν] Arist. gener. anim. ∠ 2 p. 767a17 τὸ δὲ θερμὸν λίαν μὲν κρατοῦν ξηραίνει τὰ ὑγρά, πολὺ δὲ ἐλλεῖπον οὐ συνίστησιν, ἀλλὰ δεῖ πρὸς τὸ δημιουργούμενον ἔχειν τὸν τοῦ μέσου λόγον. εἰ δὲ μή, καθάπερ ἐν τοῖς ἑψομένοις προσκάει μὲν τὸ πλεῖον πῦρ, οὐχ ἕψει δὲ τὸ ἔλαττον, ἀμφοτέρως δὲ συμβαίνει μὴ τελειοῦσθαι τὸ γινόμενον, οὕτω καὶ ἐν τῇ τοῦ ἄρρενος μίξει καὶ τοῦ θήλεος δεῖ τῆς συμμετρίας 15 εἰσὶ δὲ] Arist. hist. anim. H 6 p. 585b21 εἰσὶ δὲ καὶ ἄνδρες θηλυγόνοι καὶ γυναῖκες ἀρρενογόνοι (ἄνδρες καὶ γυναῖκες θηλυγόνοι καὶ ἀρρενογόνοι Schneider: καὶ ἄνδρες θηλυγόνοι καὶ γυναῖκες, οἱ δ᾿  ἀρρενογόνοι Aubert-Wimmer), οἷον καὶ κατὰ τοῦ Ηρακλέους μυθολογεῖται, ὃς ἐν δύο καὶ ἑβδομήκοντα τέκνοις θυγατέρα μίαν ἐγέννησεν 17 δίδυμα] cf. Plut. de plac. V 10 (Doxogr. p. 421, 25) Ἐμπεδοκλῆς δίδυμα καὶ τρίδυμα γίνεσθαι κατὰ πλεονασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος . . . Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις . . . ὅταν γὰρ ἡ μήτρα εἴη κακαθαρμένη, τότε ἐπισύλληψιν δέχεθαι. οἱ Στωϊκοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους· ὅταν γὰρ εἰς πρῶτον καὶ δεύτερον ἐμπέσῃ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις ⟨καὶ τὰ δίδυμα⟩ ]καὶ τρίδυμα) [*](7 αὐταῖς Rose: αὐτοῖς P 9 ὑδάτων scripsi: σωμάτων P: πωμάτων coni. Diels 11 ψυχροῦ Rose: ψυχρὸν P 13 συμμετρίας τινὸς Sauppe: συμμετρίαν τινὰ P: συμμετρίαν τινὰ εἶναι Rose 15 post ἄνδρες addam καὶ γυναῖκες post θηλύγονοι add. οἱ δ᾿ ἀρρενογόνοι Rose cf. Arist. supra cit. 17 δίδυμά Rose: διάδυμά P)

27
γίνεται ἃ μὲν κατ’ ἐπισύλληψιν, ἔστι δ’ ὅτε, φησί, καὶ κατὰ. ὅταν μὲν ἃμα ἐκτεχθῇ ἄρρεν καὶ θῆλυ, ἀνάγκη ταῦτα κατ’ ἐπισύλληψιν [*](f.14v) γεγονέναι, ἃτε τοῦ ἂρρενος μὲν ἐκ πεπεμμένου γεγονότος, τοῦ δὲ θήλεος ἐξ ἀπέπτου, ὥστε ὑπὸ δύο ταῦτα καταβολὰς γεγενῆσθαι. τὰ δὲ ὑπὸ μίαν καταβολὴν τοιαῦτα γινόμενα τὸ μὲν ἐκ κατεψυγμένου γίνεται σπέρματος ὑπομεμενηκότος περὶ τὸν περίνεον, τὸ δὲ ἀπὸ κατενηνεγμένου καὶ οὕτως ὁμοῦ ἀμφοτέρων ἐμπεπτωκότων. ὅταν δὲ ὑπὸ μίαν καταβολὴν δύο ἄρρενα ἢ δύο θήλεα γένηται, ταῦτα σχισθέντος ἐν τῇ μήτρᾳ τοῦ σπέρματος γίνεται, τοῦ μὲν πεπεμμένου εἰς δύο ἄρρενα, τοῦ δὲ ἀπέπτου εἰς δύο θήλεα. ὅτι δὲ κατ’ ἐπισύλληψιν ἀρέσκει αὐτῷ γίνεσθαι ⟨δῆλον⟩· αὐτὸς γὰρ οὕτω φησί· συνέβη γάρ τινα δούλην περὶ Τρίκκην ἐκ τοῦ δεσπότου καὶ τοῦ ἐπιτρόπου τῇ αὐτῇ ἡμέρᾳ πλησιάσασαν τεκνῶσαι δύο, ὧν τὸ μὲν ἦν τῷ ἐπιτρόπῳ ὅμοιον, τὸ δὲ τῷ δεσπότῃ’’. καὶ μὴν ὅτι κατὰ σχίσιν τοῦ σπέρματός τινα γίνεται, οὕτως φησί· τὰ δὲ διδυμοτοκοῦντα ἀπὸ μιᾶς καταβολῆς δοκεῖ ἀρρενοτοκεῖν ἢ θηλυτοκεῖν, ὅτι τὸ σπέρμα τοῦ ἂρρενος ἰσχυρόν ἐστιν, ὥστε μεριζομένου εἰς δύο ἢ εἰς πλείονα τρόφιμα γίνεσθαι’’·

(89) Τὰς δὲ ὁμοιότητας οἴεται συμβαίνειν παρὰ τὰς ἀπεψίας καὶ εὐπεψίας τῶν σπερμάτων· οἴεται γὰρ καὶ τὰ καταμήνια σπέρματα ἄπεπτα εἶναι. ὅταν μὲν οὗν ἄπεπτος γένηται ἡ ἐν τοῖς. καταμηνίοις ὑπόληψις, καθ’ ἑαυτὴν ποιήσει ἡ θήλεια τὴν μορφήν, ἐάν τε ἄρρεν ἐάν τε θῆλυ. εὐπέπτων δὲ μᾶλλον γενομένων τῶν καταμηνίων, κατὰ τὸν πατέρα γεννηθήσεται [*](10. 11 οὕτω φησί] ,,cf.Arist.⟨hist.anim.H 4⟩ p.585a12 ἐὰν δ᾿  ἐγγὺς ἡ σὐλληψις ἐγένετο, τὸ ἐπικυηθὲν ἐξήνεγκαν καὶ τίκτουσιν ὥσπερ δίδυμα, γόνῳ, καθάπερ καὶ τὃν Ἰφικλέα καὶ τὸν Ἡρακλέα μυθολογοῦσιν. γέγονε γὰρ καὶ τοῦτο φανερόν· μοιχευομένη γάρ τις τὸ μὲν τῶν τέκνων τῷ ἀνδρὶ ἐοικὸς ἔτεκε τὸ δὲ τῷ μοιχῷ. sed unde pleniora ilIa?  unde quae sequnntur p.35,4 (═ p.27,13)? ex Aristophanis puto epitoma (cum tota hac de didymotocia narratione). ceterum de episyllepsi cf. Arist.Psend. p.383, de Tricca Thessalica et Asclepii Triccaei medicina Strabo VIII, ρ.374 Cas. cf. p.360a Rose 17 τὰς δὲ ὁμοιότητας] Arist.gener.anim.Δ3 p. 767a36 αἱ δ᾿  αὐταὶ αἰτίαι καὶ τοῦ τὰ μὲν ἐοικότα γίνεσθαι τοῖς τεκνώσασι, τὰ δὲ μὴ ἐοικότα, καὶ τὰ μὲν πατρί, τὰ δὲ μητρί 18 οἴεται] Arist.gener.anim.Δ 5 p. 774a2 ἔστι γὰρ τὰ καταμήνια σπέρμα ἄπεπτον 19 ὅταν μὲν οὖν] Arist.gener.anim.Δ3 p. 767b15 εὐπέπτου μὲν γὰρ οὔσης τῆς περιττώσεως ἐν τοῖς καταμηνίοις τῆς σπερματικῆς, καθ’ αὑτὴν ποιήσει τὴν μορφὴν ἡ τοῦ ἂρρενος κίνησις... ὥστε κρατούσης μὲν ἄρρεν τε ποιήσει καὶ οὐ θῆλυ, καὶ ἐοικὸς τῷ γεννῶντι, ἀλλ’ οὐ τῇ μητρί· μὴ κρατῆσαν δέ, καθ’ ὁποίαν ἂν μὴ κρατήσῃ δύναμιν, τὴν ἔλλειψιν ποιεῖ κατ’ αὐτήν. sed in epitome differentia insunt et pleniora quaedam, quae non Aristotelica esse videntur) [*](1 σχίσιν Rose (ex Arist.gener.anim.Δ4 p. 772b18 ἢ σχισθέντος τοῦ κυήματος πλείω γίνεσθαι): σχέσιν P 2 ἐκτεχθῇ scripsi: ἐκτεθῇ P 5 τὸ μὲν ἐκ scripsi: τὰ μὲν ἐκ P: τοῦ μὲν Rose 6 ὑπομεμενηκότος περὶ τὸν περίνεον Rose (cf. Arist.gener.anim.1 4?): ὑπομιμνήσκοντος περὶ τὸν νέον P τὸ δὲ ἀπὸ κατενηνεγμένου scripsi: τοῦ δὲ ἐπικατενηννεγμένου P 10 δῆλον addidi γὰρ P: delevit Rose 11 Τρίκκην Sauppe: Τρίκην P 12 πλησιάσασαν Sauppe: πλησιασάσῃ P: πλησιασάντων Rose 13 σχίσιν Rose: σχέσιν P 16 μεριζομένου scripsi: μεριζόμενον P τρόφιμα P: γόνιμον proposuit Sauppe 19 ἄπεπτος scripsi: εὔπεπτος P 20 ἡ θήλεια scripsi: θήλειαν P εὐπέπτων scripsi: ἀπέπτων P)

28
ἡ μορφή, ἐάν τε ἄρρεν ἐάν τε θῆλυ. ἐὰν δὲ ἀμφοτέρων πεπεμμένων, ἄρρεν, ὅμοιον δὲ τῇ μητρί. ἐὰν δὲ ἀμφοτέρων ἀπέπτων, γενήσεται θῆλυ καὶ ὅμοιον τῷ πατρί.

(90) Τὰ δὲ τερατώδη καὶ πλεονάσαντα ἢ ἐλλείποντα τοῖς μορίοις οἷον δακτύλοις ἢ ποσὶν ἢ ἄλλοις παρὰ τὴν τῆς ὕλης γίνεται ἢ ἔλλειψιν ἢ πλεονασμόν. ἐὰν μὲν γὰρ πλείων ὑπάρχῃ ἡ ὕλη ἢ ὅσον δεῖ καθ’ ἕκαστον μόριον, τοῦτο πλεονάσαν διπλοῦν ἢ τριπλοῦν γίνεται. ἐὰν δὲ ἧττον ἢ ἐλλεῖπον, κατὰ τοῦτο τὸ μόριον γίνεται ἐφ’ οὗ καὶ ἐνέλιπεν ἡ ὕλη μορίου, οἰον χειρὸς ἣ δακτύλου ἢ τῶν ἄλλων, ὥστε τῇ ὕλῃ τῆς θηλείας τὴν αἰτίαν . [*](f.15r) τῶν τεράτων ἀπολιπεῖν.

(91) γίνεται δὲ. ὡς ἐπὶ πολὺ ταῦτα |τοῖς πολυτόκοις τῶν ζῴων, διὸ μάλιστα ἐν ταῖς ἀλεκτορίσιν, ἧττον δὲ μονοτόκον γὰρ ὡς τὸ πολὺ ἡ γυνή· ⟨ἐπεὶ⟩ εἴ που πολυτόκοι αἱ γυναῖκες ὡς ἐν Ἀἰγύπτῳ, ἐκείναις τερατώδη ἐπιχωριάζει γίνεσθαι.

(92) τέρατα δέ ἐστιν οὐ μόνον τὰ πλεονάζοντα ἢ ἐλλείποντα τοῖς ἐκτὸς μορίοις, ἀλλὰ καὶ τοῖς ἐντός. καὶ γὰρ δύο σπλῆνάς τινα ὦπται ἔχοντα καὶ ἕνα νεφρὸν καὶ δύο ἥπατα, ἀκάρδιον δὲ οὐδὲν ὠπται οὐδὲ δικάρδιον. τῶν δὲ ἐναίμων ἤδη ὦπταί τινα τῶν ἐντὸς καὶ διηλλαγμένα σπλάγχνα ἔχοντα, οἶον σπλῆνα μὲν ἐν τοῖς δεξιοῖς, τὸ δὲ ἧπαρ ἐν τοῖς εὐωνύμοις.

(93) Βοᾶν δὲ οἴεταν εὐθέως τὰ τικτόμενα κατὰ συστολὴν τῶν ἀγγείων καὶ κατὰ σπασμὸν διὰ τὴν τοῦ περιεσχηκότος αὐτὰ ἀέρος ψυχρότητα· ἔκ [*](4 τὰ δὲ τερατώδη] Arist.gener.anim.Δ 4 p. 772b13 τῶν δὲ πλεοναζόντων μορίων παρὰ φύσιν τὸ αὐτὸ αἴτιον καὶ τῆς διδυμοτοκίας. ἤδη γὰρ ἐν τοῖς κυήμασι συμβαίνει τὸ αἴτιον, ἐὰν πλείω ὕλην συστήσῃ ἡ κατὰ τὴν τοῦ μορίου φύσιν. τότε γὰρ συμβαίνει μὲν μόριον μεῖζον τῶν ἄλλων ἔχειν, οἶον δάκτυλον ἢ χεῖρα ἢ πόδα ἤ τι τῶν ἄλλων ἀκρωτηρίων ἢ μελῶν, ἢ σχισθέντος τοῦ κυήματος πλείω γίνεσθαι, καθάπερ ἐν τοῖς ποταμοῖς αἱ δῖναι. καὶ γὰρ ἐν τούτοις τὸ φερόμενον ὑγρὸν καὶ κίνησιν ἔχον ἂν ἀντικρούσῃ, δύο ἐξ ἑνὸς γίνονται συστάσεις, ἔχουσαι τὴν αὐτὴν κίνησιν· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν κυημάτων συμβαίνει. cf. p. 770a6. 770b28. 772b35 10 γίνεται] Arist.gener.anim.Δ 4 p. 770a7 διὸ καὶ γίνονται τὰ τοιαῦτα τῶν τεράτων ἐν μὲν τοῖς μονοτόκοις σπάνια πάμπαν, ἐν δὲ τοῖς πολυτόκοις μᾶλλον, καὶ μάλιστ’ ἐν ὄρνισι, τῶν δ᾿  ὀρνίθων ἐν ταῖς ἀλεκτορίσιν 11 ἧττον] Arist.gener.anim.Δ 4 p.,770a32 διὸ ἐν ἀνθρώπῳ ἧττον· ὡς γὰρ ἐπὶ τὸ πολὺ μονοτόκον ἐστὶ καὶ τελειογόνον, ἐπεὶ καὶ τούτων ἐν οἷς τόποις πολύγονοι αἱ γυναῖκές εἰσι, τοῦτο συμβαίνει, μᾶλλον, οἷον περὶ Αἴγυπτον cf.hist.anim.H 4 p.584b6 sqq. cf.Birt de Halieuticis Ovidio falso adscriptis p.157 13 τέρατα] Arist.gener.anim.Δ 4 p. 770b37 γίνονται δὲ μεταβολαὶ καὶ πηρώσεις καὶ περὶ τὰ ἐντὸς μόρια, τῷ ἢ μὴ ἔχειν ἔνια ἢ κεκολοβωμένα ἔχειν καὶ πλείω καὶ μεθεστῶτα τοὺς τόπους. καρδίαν μὲν οὖν οὐθὲν πώποτε ἐγένετο ζῷον οὐκ ἔχον, σπλῆνα δ’ οὐκ ἔχον, καὶ δύο ἔχον, καὶ νεφρὸν ἕνα· ἤπαρ δ᾿  οὐκ ἔχον μὲν οὐθέν, οὐχ ὅλον δὲ ἔχον. cf. gener. anim.Δ 4 p. 773a8. part.anim.Γ 7 p.669b34 16 τῶν δὲ ἐναίμων] Arist. gener. anim.Δ 4 p. 771a7 ἤδη δ᾿  ἐγένετο καὶ μεθεστηκότα κατὰ τόπον, τὸ μὲν ἧπαρ ἐν τοῖς ἀριστεροῖς, ὁ δὲ σπλὴν ἐν τοῖς δεξιοῖς 19 βοᾶν] Arist.hist.anim.H 10 p.587a27 ἐξελθόντα δ᾿  εὐθὺς φθέγγεται 19 κατὰ συστολὴν] unde haec?) [*](2 γενήσεται P: γεννήσεται Rose 11 ἀνθρώπῳ Rose: ἀνθρώπων P 12 ἐπεὶ addidit Rose πολυτόκοι αἱ Rose: πρωτότοκοι P 14 τοῖς ἐκτὸς P: τὰ τοῖς ἐκτὸς exhibet Rose ἀλλὰ Sauppe: ἀλλ’ ἤ P 15 σπλῆνας Rose: πλῆνας P 17 διηλαγμένα P 20 αὺτὰ scripsi: αὐτὸ P)

29
τε γὰρ θερμοῦ εἰς ψυχρὸν τὸ πᾶν ἀφῖκται, ἐκ τοῦ συνήθους εἰς ἀσυνήθη καὶ εἰς σκληρὸν ἐκ μαλακοῦ.

(94) Τὸ δὲ γάλα τὸ γινόμενον ἐν ταῖς κυούσαις ἂχρηστον εἶναι οἴεται, ἐὰν μὴ ἑπταμηνιαῖον γένηται τὸ κύημα· καὶ τότε εὔτροφον τὸ γάλα. ἄριστον δὲ γάλα οἴεται εἶναι τὸ παχύτατον καὶ κιρρότατον, τὸ δὲ λεπτότατον καὶ λευκὸν ἀτροφώτατον· τὸ μὲν γὰρ λιπαρόν, τὸ δὲ ξηρόν. δῆλον δὲ ἐπὶ τῶν τυρῶν· οἱ γὰρ κιρροὶ καὶ λιπαροὶ καὶ τρόφιμοι, οἱ δὲ λευκοὶ ἄθρεπτοί εἰσιν, ὅθεν καὶ ἧττον τρόφιμοι.

(95) Λέγει δὲ παύεσθαι τὰ καταμήνια ταῖς γυναιξὶ περὶ τεσσαράκοντα γινομέναις ἔτη· ἐὰν δὲ ὑπερβάλῃ ταῦτα, παραμένει μέχρι τῶν πεντήκοντα. καὶ ἤδη τινὲς ἐκύησαν περὶ τὰ πεντήκοντα γεγονυῖαι ἔτη. οἱ δὲ ἄνδρες οἱ μὲν πλεῖστοι γεννῶσι μέχρις ἐτῶν ἑξήκοντα, ἤδη δέ τινες ἐγέννησαν γεγονότες ἑβδομηκονταετεῖς.

(96) συμβαίνει δὲ καὶ ἄνδρας καὶ γυναῖκας συμβιοῦντας ἀλλήλοις μὴ τεκνοποιεῖν, μεταζευχθέντας δὲ γεννᾶν. ὀρεκτικώτεροι δὲ ἀλλήλων πρὸς τὰς συνουσίας εἰσὶν οἱ μὲν ἂνδρες χειμῶνος, αἱ δὲ θήλειαι θέρους.

(97) Καὶ περὶ μὲν γενέσεως ἐν ἐπιδρομῆς μέρει οὕτως. περὶ δὲ τῆς ἱστορίας καθολικώτερον ἐπιτρέχοντες οὕτως ἂν λέγοιμεν.

(98) Μόνη τῶν διπόδων γυνὴ ζῳοτοκεῖ τὰ δὲ ἄλλα δίποδα ᾠοτοκεῖ. μόνη ἡ γυνὴ τῶν ζῳοτόκων ὑπηνέμια τίκτει τὸν λεγόμενον Ὄσιριν ἐν [*](f.15v) Αἰγύπτῳ. μαρτυρεῖ δὲ Θεόφραστος λέγοντι Ἀριστοτέλει ἂνευ ὀχείας γίνεσθαι  τὸν λεγόμενον Ὄσιριν ἐν τῷ πέμπτῳ τῶν Περὶ ζῴων.

(99) μόνη γυνὴ ἠπιωτέρα καὶ πραοτέρα μετὰ τὸ τεκεῖν, τὰ δὲ ἄλλα ζῷα δεινὰ καὶ [*](3 τὸ δὲ γάλα] Arist.hist.anim.H 5 p.585a29 τὸ δὲ γάλα τὸ γινόμενον πρότερον τῶν ἑπτὰ μηνῶν ἂχρηστόν ἐστιν· ἀλλ’ ἅμα τά τε παιδία γόνιμα καὶ τὸ γάλα χρήσιμον. cf. gener. anim.Δ 8 p.776a23 5 ἄριστον] Aristoteles de lacte pluribus verbis in hist. anim.Γ 20sqq. p.521b17 disseruit, ex quibus conferenda sunt p.523a9—12 cum hoc loco. sed qnae pleniora hic leguntur unde sumpta sint non liquet 9 λέγει] Arist. hist.auim. H 5 p. 585b2 παύεται δὲ ταῖς γυναιξὶ ταῖς μὲν πλείσταις τὰ καταμήνια περὶ τετ- ταράκοντα ἕτη, αἷς δ᾿  ἄν ὑπερβάλῃ τὸν χρόνον τοῦτον, διαμένει μέχρι τῶν πεντήκοντα ἐτῶν, καὶ ἤδη τινὲς ἔτεκον· πλείω δὲ χρόνον οὐδεμία. οἱ δ᾿  ἄνδρες οἱ μὲν πλεῖτοι γεννῶσι μέχρι ἑξήκοντα ἐτῶν, ὅταν δ᾿  ὑπερβάλῃ ταῦτα, μέχρι ἑβδομήκοντα· καὶ ἤδη τινὲς γεγεννήκασιν ἑβδομήκοντα ἐτῶν ὄντες 13 συμβαίνει] Arist.hist.anim.H p. 585b8 συμβαίνει δὲ πολλοῖς καὶ πολλαῖς γυναιξὶ καὶ ἀνδράσι μετ’ ἀλλήλων μὲν συνεζευγμένοις μὴ δύνασθαι τεκνοποιεῖσθαι, διαζευχθεῖσι δέ 14 ὀρεκτικώτεροι] Arist.hist.anim.Ε 8 p.542a32 ὀργᾷ δὲ πρὸς τὴν ὁμιλίαν τῶν ἀνθρώπων τὸ μὲν ἄρρεν ἐν τῷ χειμῶνι μᾶλλον, τὸ δὲ θῆλυ ἐν τῷ θέρει 18 μόνη] Arist.hist.anim. Ε 1 p.539a14 ζῳοτόκα δ᾿  ἐστὶ τῶν τετραπόδων ἔνια, καὶ ἂνθρωπος τῶν διπόδων μόνον 20 Ἀριστοτέλει] non extat locus 21.22 μόνη γυνὴ] Arist.problem.135 p.894b 12 διὰ τί τῶν ζῴων τὰ μὲν χαλεπά ἐστι μετὰ τὸν τόκον, οἶον κύων καὶ ὖς, τὰ δὲ οὐδὲν ἐπιδήλως, οἶον γυνή, πρόβατον; ἢ ὅτι ὅσα μὲν περιττωματικὰ πραέα; ἀπέρχεται γὰρ ἐν τῷ τόκῳ τὰ λυποῦντα. cf.hist.anim.Z4 p. 562b22) [*](1 συνήθους (sic) P: στήθους Rose 2 σκληρὸν Rose: κληρὸν P 8 ἄθρεπτοί εἰσιν, δθεν Rose: ἀθρεπτεῖς. ὅθεν P τρόφιμοι Rose: τρόφιμον ut videtur P 9 παύεσθαι addidit Rose 10 γινομέναις ἔτη Rose: γινομένας ἔστι P 14 μεταζευχθέντας P: διαζευχθέντας ex Arist. supra cit.Sauppe ὀρεκτικώτεροι Sauppe (cf.p.30,13): ὀρεκτότεροι 14.15 ἀλλήλων Sauppe: ἀλλήλοις P 21 τῶν scripsi: τῷ P)

30
δυσχερῆ καὶ ἀπρόσιτα.

(100) μόνη γυνὴ κύουσα ὀχείαν ἐπιδέχεται, τὰ δ’ ἄλλα ζῷα οὐκέτι.