Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(61) χρῆται δὲ καὶ ἄλλοις πλείοσι συλλογισμοῖς. [*](1 ἀντλέγει] Arist.gener.anim.Α 18 p. 724b34 οἱ μὲν οὖν ἀρχαῖοι ἐοίκασιν οἰομένοις εἶναι σύντηγμα· τὸ γὰρ ἀπὸ παντὸς ἀπιέναι φάναι διὰ τὴν θερμότητα τὴν ἀπὸ τῆς κινήσεως συντήγματος ἔχει δύναμιν. τὰ δὲ συντήγματα τῶν παρὰ φύσιν τι, ἐκ δὲ τῶν παρὰ φύσιν οὐθὲν γίνεται τῶν κατὰ φύσιν. ἀνάγκη ἅρα περίττωμα εἶναι· ἀλλὰ μὴν περίττωμά γε πᾶν ἤ ἀχρήστου τροφῆς ἐστιν ἢ χρησίμης. . . . χρησίμου ἂρα περιττώματος μέρος τί ἐστι τὸ σπέρμα. χρησιμώτατον δὲ τὸ ἔσχατον καὶ ἐξ οὖ ἤδη γίνεται ἕκαστον 5 ἐσχάτη] Arist.gener.anim.Α 19 p. 726b1 ὅτι μὲν οὖν ἐστιν ἐσχάτη τροφὴ τὸ οἶμα τοῖς ἐναίμοις, τοῖς δ᾿  ἀναίμοις τὸ ἀνάλογον, εἴρηται πρότερον· ἐπεὶ δὲ καὶ ἡ γονὴ περίττωμά ἐστι τροφῆς καὶ τῆς ἐσχάτης, ἤτοι οἶμα ἂν εἴη ἢ τὸ ἀνάλογον ἢ ἐκ τούτων τι. ἐπεὶ δ᾿  ἐκ τοῦ αἵματος πεττομένου καὶ μεριζφμένου πως γίνεται τῶν μορίων ἕκαστον, τὸ δὲ σπέρμα πεφθὲν μὲν ἀλλοιότερον ἀποκρίνεται τοῦ αἵματος, ἄπεπτον δ᾿  ὄν, καὶ ὅταν τις προσβιάζηται πλεονάκις χρώμενος τῷ ἀφροδισιάζειν, ἐνίοις αἱματῶδες ἤδη προελήλυθεν, φανερὸν ὅτι τῆς αἱματικῆς ἂν εἴη περίττωμα τροφῆς τὸ σπέρμα, τῆς εἰς τὰ μέρη διαδιδομένης τελευταίας. καὶ διὰ τοῦτο μεγάλην ἔχει δύναμιν 8 ἐχομένως ἀπορεῖ] Arist.gener.anim.Α 17 p. 721a32 ὥστε τοῦτο θεωρητέον, πότερον πάντα προῖεται σπέρμα τὰ ἅρρενα ἢ οὐ πάντα, καὶ εἰ μὴ πάντα, διὰ τίν’ αἰτίαν τὰ μὲν τὰ δ᾿  οὔ· καὶ τὰ θήλεα δὲ πότερον συμβάλλεται σπέρμα τι ἢ οὔ, καὶ εἰ μὴ σπέρμα, πότερον οὐδ᾿  ἄλλο οὐθέν, ἢ συμβάλλεται μέν τι, οὐ σπέρμα δέ ...b7 διὸ τοῦ αὐτοῦ λόγου ἐστί, πότερον καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν προῖεται ἄμφω ἢ θάτερον μόνον, καὶ πότερον ἀπὸ παντὸς ἀπέρχεται τοῦ σώματος ἢ οὐκ ἀπὸ παντός 11 οὐχ ὅλον] Arist.gener.anim.Α 17 p. 721b13 ἔστι δὲ σχεδόν, οἷς ἂν τις χρήσαιτο τεκμηρίοις ὡς ἀφ’ ἑκάστου τῶν μορίων ἀπιόντος τοῦ σπέρματος, τέτταρα, πρῶτον μὲν ἡ σφοδρότης τῆς ἡδονῆς. cf. gener.anim.A 18 p.723b32 13 ἀπὸ γάρ τινος] unde haec?  14 καὶ ἔτι] Arist.gener.anim.A 18 p. 722b3 ἔτι εἰ μὲν διεσπασμένα τὰ μέρη ἐν τῷ σπέρματι, πῶς ζῇ; εἰ δὲ συνεχῆ, ζῷον ἂν εἴη μικρόν) [*](2 σύντηγμα Rose ex Aristotele: σύμπηγμα 4 εἴληφεν malebat Sauppe 7 πεττομένης καὶ μεταβεβληκυίας scripsi: πεμπομένης καὶ μεταβεβηκυίας 8 ἀφ’ Rose: ὑφ᾿  P 10 συμβάλεται P 14 ταχύτητα Sauppe: παχύτητα)

17
ἔοικεν οὖν, φησίν, ὅσον ἐπὶ τῇ αἰσθήσει μᾶλλον φέρεσθαι καὶ ἀπὸ τῶν περὶ κεφαλὴν τόπων· καὶ γὰρ οἱ πλειστάκις συνουσιάσαντες ὁρῶνται, φησί, κοίλους ἔχοντες τοὺς ὀφθαλμούς, καὶ οἱ βουλόμενοι ἐπιγνῶναι, εἰ γόνιμόν ἐστι τὸ τοῦ ἀνδρὸς σπέρμα ἢ οὐχ, χρίσαντες τοὺς ὀφθαλμοὺς ὑπαλείμματί τινι συνουσιάζουσι· καὶ ἐὰν μὲν συγχρωθῇ τὸ ἀποκριθὲν σπέρμα τῷ ὑπαλείμματι, γόνιμόν ἐστιν, εἰ δὲ μή, ἂγονον, ὡς διὰ τῶν πόρων τῶν περὶ τοὺς ὀφθαλμοὺς καὶ ἀπὸ τοῦ ἐγκεφάλου συνεκκρινομένου τοῦ μέλλοντος γόνιμον ποιήσειν τὸ σπέρμα.

(62) ἀλλὰ μὴν οὐδ’ ἀπ’ ἀμφοτέρων ἀρέσκει, λέγω δὴ τοῦ ἀνδρὸς  καὶ τῆς γυναικός, φέρεσθαι τὸ σπέρμα. εἰ γὰρ ἀπ’ ἀμφοτέρων καὶ ὅλων τῶν σωμάτων ἡ φορά, ἐχρῆν δύο γίνεσθαι ζῷα, ἄρρεν καὶ θῆλυ· ἐξ ἑκατέρου γὰρ σώματος καὶ ἐκ παντὸς μέρους πάντα ἐξίησι. συμβάλλεται οὖν, φησί, τὸ θῆλυ πρὸς ζωογονίαν οὐ σπέρματος ματος ποιούμενον ἄφεσιν, καθάπερ ὁ ἀνήρ, ἀλλ’ ὕλην τινὰ παρεχόμενον τὴν τῶν καταμηνίων ποσὴν ὑγρασίαν, ἔστι δὲ καταμήνια ἂπεπτον περίττωμα· καθάπερ ἐν ταῖς κοιλίαις ἀπέπτοις ὑπαρχούσαις ἐπακολουθεῖ διάρροια, οὕτω καὶ ἐν ταῖς φλεψὶ ταῖς φερούσαις εἰς τὴν ὁστέραν ἡ τῶν καταμηνίων γίνεται νεται ἔκκρισις κατὰ τὴν ἀπεψίαν· εἰσὶ γὰρ αἱ ὑστέραι πέρατα φλεβῶν.

(63) Ἔσιν οὖν τὸ μὲν τοῦ ἄρρενος σπέρμα τὸ οἱονεὶ δημιουργὸν καὶ ἀρχὴν κινήσεως ἐμποιοῦν, καθάπερ ἐπὶ τῆς πυτίας ὁρῶμεν τῆς συναγούσης τὸ γάλα· οὕτως γὰρ καὶ τὸ σπέρμα πεσὸν εἰς τὰς ὑστέρας μίγνυται τῷ καθαρωτάτῳ τῆς θηλείας περιττώματι οὐ γὰρ πᾶσα ἡ αἱματικὴ τῆς θηλείας [*](1 ἔοικεν] Arist.gener.anim.Β 7 p. 747a13 ὅ τε γὰρ περὶ τοὺς ὀφθαλμοὺς τόπος τῶν περὶ τὴν κεφαλὴν σπερματικώτατός ἐστιν . . .καὶ τοῖς χρωμένοις πλείοσιν ἀφροδισίοις ἐνδιδόασι τὰ ἔμματα φανερῶς 4 χρίσαντες] simile experimentmm Arist. l. c. p.747a9 8 ἀλλὰ μὴν] Arist.gener.anim.A 18 p. 722b5 οὐ γὰρ ὅμοιον τὸ ἀπιὸν ἀπὸ τοῦ ἂρρενος καὶ τοῦ θήλεος. ἔτι εἰ ἀμφοτέρων ὁμοίως ἀπὸ πάντων ἀπέρχεται, δύο γίγνεται ζῷα· ἑκατέρων γὰρ ἅπαντα ἔξει 12 συμβάλλεται] Arist.gener.anim.Α 19.20 p. 727b31 ὅτι μὲν οὖν συμβάλλεται βάλλεται τὸ θῆλυ εἰς τὴν γένεσιν τὴν ὕλην, τοῦτο δ᾿  ἐστὶν ἐν τῇ τῶν καταμηνίων συστάσει. τὰ δὲ καταμήνια περίττωμα, δῆλον. cf. p. 727a27 14 ἔστι] Arist.gener.anim.Δ5 p. 774a2 ἔστι γὰρ τὰ καταμήνια σπέρμα ἂπεπτον, ὤσπερ εἴφηται πρότερον. cf, gener. anim.A 20 p. 728a26 15 καθάπερ] Arist.gener.anim.A 20 p. 728a21 ὥσπερ οὖν ἐν ταῖς κοιλίαις διὰ τὴν ἀπεψίαν γίνεται διάρροια, οὕτως ἐν ταῖς φλεψὶν αἵ τ᾿  ἄλλαι αίμορροΐδες καὶ αἱ τῶν καταμηνίων 16 ἐν ταῖς φλεψὶ] cf. Arist.gener.anim.Β 4 p. 738a9 17 εἰσὶ] Arist.gener.anim.Β 7 p.745b29 αἱ γὰρ ὑστέραι πέρατα φλεβῶν πολλῶν εἰσιν 18 ἔστιν] Arist.gener.anim.A 20 p.729a9 τὸ μὲν ἄρρεν παρέχεται τό τε εἶδος καὶ τὴν ἀρχὴν τῆς κινήσεως, τὸ δὲ θῆλυ τὸ σῶμα καὶ τὴν ὕλην, οἶον ἐν τῇ τοῦ γάλακτος πήξει τὸ μὲν σῶμα τὸ γάλα ἐστίν, ὁ δὲ ὀπός, ἡ πυτία, τὸ τὴν ἀρχὴν ἔχον τὴν συνιστᾶσαν. cf.Δ 4 p.771b18 ὥσπερ φαμὲν συνάγον καὶ δημιουργοῦν τὴν ὅλην τὴν ἐν τῷ θήλει 21 οὐ γὰρ] Arist. gener.anim.B 4 p.739a6 ὅταν δ᾿  ἔλθῃ τὸ σπέρμα ἀπὸ τοῦ ἄρρενος τῶν σπέρμα προϊεμένων, συνίστησι τὸ καθαρώτατον τοῦ περιττώματος· τὸ γὰρ πλεῖστον (τοῦ περιττώματος) ἂχρηστον καὶ ἐν τοῖς καταμηηνίοις ἐστὲν ὑγρόν) [*](1 ἀπὸ τῶν Sauppe: καὶ ἀπὸ τῶν P 4 ὁπαλείμματι Rose: ὑπ’ ἀλείμματι P: fortasse ἐπαλείμματι 8 οὐδ  ἐπ’ ἀμφοτέρων ἀρέσκει Rose: οὐδ’ ἀμφοτέρων ἀρέσκειν P 10 ὅλων τῶν (sic) P: ὅλων μὲν exhibet Rose 14 ποσὴν Rose: ποσίν P 15 ταῖς Rose: τοῖς P 19 κοινήσεως? P πιτύας P)

18
[*](f.11v) ἀπόκρισις πρὸς τὸ ζῳογονῆσαι χρήσιμός ἐστι ἀλλά τις. κατὰ τοῦτο οὖν λέγομεν συμβάλλεσθαι τὸ θῆλυ, οὐχ ὅτι σπέρμα ἀφίησιν, ἀλλὰ καθ’ ὅσον ὕλης τόπον ἐπέχει, καθάπερ χαλκὸς τῷ ἀνδριαντοπλάστῃ.

(64) ὃ δὲ προίεται ἡ γυνὴ μετὰ τῆς μίξεως καὶ ἡδονῆς ὑγρόν, ὅ τινες σπέρμα ὑπέλαβον εἶναι, ἂχρηστόν ἐστιν· οὐ γάρ ἐστι σπέρμα ἀλλ’ ἴδιόν τι ὑγρὸν συμβεβηκὸς τοῖς τόποις. ἐν δὲ τοῖς καταμηνίοις αὐτοῖς ἐστι, ὡς προεῖπον, ἀπέπτου σπέρματος φύσις· διόπερ ὅσαις οὐ γίνεται τὸ ὅλον τὰ καταμήνια ἢ γενόμενα ἐσβέσθη, οὐκέτι συλλαμβάνουσιν, ἅ τε τοῦ ἄρρενος τὴν ὕλην ἐν γονεύσει μὴ ἔχοντος.

(65) ἐνίαις μὲν οὖν καὶ γινομένων τῶν καταμηνίων ἀτεκνία παρακολουθεῖ. συμβαίνει δὲ τοῦτο κατὰ πολλὰς αἰτίας γίνεσθαι. νεσθαι. καὶ γὰρ ἐὰν ᾖ εὐνουχώδης καὶ μικρὸν τὸν τράχηλον ἔχουσα οὐ συλλήψεται, καὶ ἐὰν ἢ ἐγκεκλεισμένας καὶ ἐὰν κωφὰς καὶ μὴ ἐστομωμένας τὰς ὑστέρας ἔχῃ, κἂν λίαν κάθυγρος ἦ· συνεξυγραίνει γὰρ τὸ τοῦ ἄρρενος σπέρμα· κἂν λίαν πάλιν κατάξηρος· ἀναληφθήσεται γὰρ καὶ ἀναξηρανθήσεται, ἐὰν μὴ καταβαίνῃ τὸ ἴδιον μέτρον. καὶ ἄλλαι δὲ πολλαὶ πηρώσεις ἀγονίας αἴτιαι καὶ τοῖς ἄρρεσι καὶ ταῖς θηλείαις ὑπάρχουσιν, ἀλλ’ ἐμοὶ τὰ νῦν οὐχ ὑπὲρ τούτων, ἀλλ’ ὑπὲρ τῶν κατὰ φύσιν συλλαμβανουσῶν εἴρηται.

(66) ἐχομένως δ’ ἀπορεῖ, πότερον τὸ συστὰν ἐν τῇ μήτρᾳ σπέρμα καὶ μιχθὲν τῇ τῆς θηλείας ἰκμάδι εὐθέως καὶ ψυχὴν ποιεῖ καὶ [*](1 κατὰ τοῦτο] Arist.gener.anim.A 19 p.727b31 ὅτι μὲν οὖν συμβάλλεται τὸ θῆλυ εἰς τὴν γένεσιν τὴν ὕλην ...δῆλον. A 22 p. 730b1 ἐν τῷ θήλει εἶναι τὴν ὕλην, ἐξ ἦς ἐστι τὸ δημιουργούμενον 3. 4 ὃ δὲ προίεται] Arist.gener.anim.A 20 p. 727b33 ὃ δ᾿  οἴονταί τινες σπέρμα συμβάλλεσθαι ἐν τῇ συνουσίᾳ τὸ θῆλυ διὰ τὸ γίνεσθαι παραπλησίαν τε χαρὰν ἐνίοτε αὐταῖς τῇ τῶν ἀρρένων καὶ ἅμα ὑγρὰν ἀπόκρισιν, οὐκ ἔστιν ἡ ὑγρασία αὕτη σπερματικὴ ἀλλὰ τοῦ τόπου ἵδιος ἑκάσταις 7 διόπερ] Arist.gener.anim.A 19 p. 727b 12 διὸ οὔτε ὅλως μὴ γιγνομένων αὐτῶν (τῶν καταμηνίων) γεννᾷ τὸ θῆλυ, οὔτε γιγνομένων ὅταν ἐξικμάζῃ ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ μετὰ τὴν κάθαρσιν. ὁτὲ μὲν γὰρ οὐκ ἔχει τροφὴν οὐδ᾿  ὕλην, ἐξ ἦς δυνήσεται συστῆσαι τὸ ζῷον ἡ ἀπὸ τοῦ ἄρρενος ἐνυπάρχουσα ἐν τῇ γονῇ δύναμις· ὁτὲ δὲ συνεκκλύζεται διὰ τὸ πλῆθος 9 ἐνίαις] cf.Arist.hist.anim.K 1—3 p.633b11—636a8 15 καὶ ἄλλαι] Arist.gener.anim.B7 p. 746b20 τὰ δ᾿  αἴτια τῆς ἀγονίας ἐπὶ μὲν τῶν ἄλλων πλείω συμβαίνει· καὶ γὰρ ἐκ γενετῆς, ὅταν πηρωθῶσι τοὺς τόπους τοὺς πρὸς τὴν μίξιν χρησίμους, ἂγονοι γίνονται καὶ γυναῖκες καὶ ἂνδρες...τοῖς δὲ προιοὺσης τῆς ἡλικίας ταὐτὸν συμβαίνει πάσχειν 18 ἐχομένως δ᾿  ἀπορεῖ] Arist.gener.anim.Β 3 p. 736a24 τούτου δ᾿  ἐχόμενόν ἐστιν ἀπορῆσαι καὶ εἰπεῖν, εἰ τῶν προιεμένων εἰς τὸ θῆλυ γονὴν μηθὲν μόριόν ἐστι τὸ εἰσελθὸν τοῦ γιγνομένου κυήματος, ποῦ τρέπεται τὸ σωματῶδες αὐτοῦ, εἴπερ ἐργάζεται τῇ δυνάμει τῇ ἐνούσῃ ἐν αὐτῷ. διορίσαι τε δεῖ, πότερον μεταλαμβάνει τὸ συνιστάμενον ἐν τῷ θήλει ἀπὸ τοῦ εἰσελθόντος τι ἢ οὐθέν, καὶ περὶ ψυχῆς, καθ’ ἤν λέγεται ζῷον (ζῷον δ᾿  ἐστὶ κατὰ τὸ μόριον τῆς ψυχῆς τὸ αἰσθητικόν), πότερον ἐνυπάρχει τῷ σπέρματι καὶ τῷ κυήματι ἢ οὔ, καὶ πόθεν) [*](2 συμβάλεσθαι p 3 τόπον scripsi: τρόπον P 5 ὑγρὸν Rose: ὑπιον P 6 τόποις (sic) P προεῖπον] p.17,14 7 ὅσαις Rose: δσοις P 8 ἠσβέσθη? P 12 ἢ delevi ἐγκεκλεισμένας (sic) P καὶ ἐὰν κωφὰς P: ἢ κωφὰς Rose 13 κἂν Rose: καὶ P γὰρ addidit Rose: om.P 14 κἂν Rose: καὶ P 15 ἐὰν scripsi: κἂν p 16 αἵτιαι scripsi: αἰτίαι addidit Rose 18 ἐν addidit Rose 19 τῇ τῆς Rose: τῆς P)

19
ψυχῆς μετέχει ἢ οὔ. καί φησιν ὡς ἀναγκαῖον αὐτῆς μετέχεν, μετέχει δὲ οὐ τοῦ νοεροῦ ἀλλὰ μόνον τοῦ θρεπτικοῦ. ζῆν γὰρ κατ’ ἀρχὰς ἐν τῇ μήτρᾳ τὰ ἔμβρυα φυτοῦ βίον ἔχοντα καὶ χρᾶσθαι καθάπερ τὰ φυτὰ τῇ γῇ. ὡς γὰρ ἐκεῖνα ταῖς ῥίζαις ἕλκει ἐκ τῆς γῆς τὴν τροφήν, οὕτως καὶ τὸ ἔμβρυον ῥίζῃ χρώμενον τῷ ὀμφαλῷ ἐκ τῆς μήτρας τὴν ὁλκὴν ποιεῖται τῆς τροφῆς. αὐξανόμενα δὲ τῷ χρόνῳ τὰ ἔμβρυα, ὅτε δὴ συμβαίνει ἀσᾶσθαι καὶ τὴν ἔχουσαν, τότε καὶ τοῦ νοεροῦ μέρους τῆς ψυχῆς συμβαίνει μετασχεῖν· ὅτε δὴ καὶ ζῷον ἂν δικαίως λέγοιτο, ἀλλ’ οὐκ ἔμβρυον· ἐνυπάρχει γὰρ ἐν τῷ καταβαλλομένῳ σπέρματι τῆς ψυχῆς τινα μόρια, ἂ [*](f.12r) ποιεῖ γόνιμον αὐτὸ εἶναι, ἐὰν μή τις πήρωσις αὐτῷ ἐπακολουθήσῃ.

(67) τοῦτο δὲ τοὐνυπάρχον ἐστὶ τὸ λεγόμενον ζωτικὸν θερμόν, ὃ πῦρ μὲν οὐκ ἔστιν· οὐ γὰρ δυνατὸν πῦρ γεννῆσαι τοιοῦτόν τι ζῷον, μᾶλλον δὲ φθεῖραι. φύσιν δέ τινα ὑπολαβεῖν δεῖ θερμοῦ ἐνυπάρχειν ἐν τῷ σπέρματι ἀναλογοῦσαν τοῖς τῶν ἄστρων καὶ τοῦ ἡλίου στοιχείοις, ἐπειδὴ ἡ ἐκείνων θερμότης ἐν αὐτῇ ἔχουσα ζωτικήν τινα δύναμιν οἵα τέ ἐστι ζφογονεῖν.

(68) περὶ δὲ τῆς αἰσθητικῆς τοῦ ἐμβρύου δυνάμεως ὅτι μὲν ἔξωθεν αὐτῷ [*](1 καί φησιν] Arist.gener.anim.Β 3 p. 736a35 ὅτι μὲν οὖν τὴν θρεπτικὴν ἔχουσι ψυχήν, φανερόν. 736b27 λείπεται δὲ τὸν νοῦν μόνον θὐραθεν ἐπεισιέναι 2 ζῆν] Arist. gener. anim.Β 3 p. 236b12 πρῶτον μὲν γὰρ ἅπαντ’ ἔοικε ζῆν τὰ τοιαῦτα φυτοῦ βίον. cf. de somn. et vigil.3 p.457a20 3 καὶ χρᾶσθαι] Arist.gener.anim.B 4 p.740a25 χρῆται τῇ ὑστέρᾳ καὶ τῇ ἐχρύσῃ ὥσπερ τῇ φυτὸν τοῦ λαμβάνειν τροφήν, ἕως ἂν τελεωθῇ πρὸς τὸ εἶναι ἤδη ζῷον δυνάμει πορευτικόν. διὸ ἐκ τῆς καρδίας τὰς δύο φλέβας πρῶτον ἡ φύσις ὑπέγραψεν, ἀπὸ δὲ τοὺτων φλέβια ἀπήρτηται πρὸς τὴν ὑστέραν ὁ καλούμενος ὀμφαλός . . ..αἱ δὲ φλέβες οἶον ῥίζαι πρὸς τὴν ὑστέραν συνάπτουσι δι᾿  ὧν λαμβάνει τὸ κύημα τὴν τροφήν. cf. gener. anim.Β 7 p.745b24 6 αὺξανόμενα] cf.Arist.gener.anim.B 3 p. 736b13 9 ἐνυπάρχει] Arist.gener.anim.B 3 p. 736b33 πάντων μὲν γὰρ ἐν τῷ σπέρματι ἐνυπάρχει, ὅπερ ποιεῖ γόνιμα εἶναι τὰ σπέρματα, τὸ καλούμενον θερμόν 11 τοῦτο δε] ibid.35 τοῦτο δ᾿  οὐ πῦρ οὐδὲ τοιαύτη δύναμίς ἐστιν, ἀλλὰ τὸ ἐμπεροιλαμβανόμενον ἐν τῷ σπέρματι καὶ ἐν τῷ ἀφρώδει πνεῦμα καὶ ἡ ἐν τῷ πνεύματι φύσις, ἀνὰ λόγον οὖσα τῷ τῶν ἄστρων στοιχείῳ. διὸ πῦρ μὲν οὐθὲν γεννᾷ ζῷον, οὐδὲ φαίνεται συνιστάμενον πυρουμένοις οὖτ᾿ ἐν ὑγροῖς οὔτ’ ἐν ξηροῖς οὐθέν· ἡ δὲ τοῦ ἡλίου θερμότης καὶ ἡ τῶν ζῴων οὐ μόνον ἡ διὰ τοῦ σπέρματος, ἀλλὰ κἄν τι περίττωμα τύχῃ τῆς φύσεως ὄν ἕτερον, ὅμως ἔχει καὶ τοῦτο ζωτικὴν ἀρχήν· ὅτι μὲν οὖν ἡ ἐν τοῖς ζῴοις θερμότης οὕτε πῦρ οὔτε ἀπὸ πυρὸς ἔχει τὴν ἀρχήν, ἐκ τῶν τοιούτων ἐστὶ φανερόν 16 περὶ δὲ τῆς αἰσθητικῆς] dubium est num hic loeus referri possit ad Arist. gener.anim.B 3 p. 736a35 ὅτι μὲν οὗν τὴν θρεπτικὴν ἔχουσι ψυχήν, φανερόν (δι᾿  ὅ τι δὲ ταύτην πρῶτον ἀναγκαῖόν ἐστι λαβεῖν, ἐκ τῶν περὶ ψυχῆς διωρισμένων ἐν ἄλλοις φανερόν)· προϊόντα δὲ καὶ τὴν αἰσθητικήν, καθ’ ἣν ζῷον) [*](1 ψυχῆς μετέχει ἢ οὔ Sauppe: ψυχὴ μετέχει νοῦ P αὐτῆς Sauppe: αὐτὸ P 2 μόνον (? )P: μόνως exhibet Rose ζῆν Rose: ζῆ P 3 χρᾶσθαι P: χρῆσθαι Sauppe 4 ἐκεῖνα Rose: ἐκεῖνο P ἕλκει Rose: ἔλκοι P 5 ἔμβρυον τροφῆς ῥίζῃ p1 7 ἀσᾶσθαι καὶ τὴν ἕχουσαν (i.e. gravidam), τότε Sauppe: ἀσᾶσθαι, καὶ τὴν ἔχουσαν τότε Rose τῆς ψυχῆς P: ψυχὴν Rose 8 μετασχεῖν Sauppe: αὐτὸ ἔχειν P: αὐτὰ ἔχειν Rose 10 αὐτῷ ἐπακολουθήσῃ Rose: αὐτῶ ἐπακολουθήσει P 11 τὀὐνυπάρχον sic P ἐστὶ (non ἔτι) P 12 δὲ omisit Rose 15 αὑτῇ Rose: αὐτῇ P 16 αὐτῷ Rose: αύτὸ P)

20
ἐπεισκρίνεται ὁμολογεῖ, τὸ δὲ πῶς καὶ πότε καὶ τίνος αἰτίου γιμομένου ἐκ τῶν Περὶ ψυχῆς φησι ληπτέον.

Φέρειν δὲ ἄρχεται τὸ σπέρμα περὶ τὰς δύο ἑβδομάδας ἐτῶν, ἐν ᾧ χρόνῳ καὶ ἡ φωνὴ ἐπὶ τὸ βαρύτερον μεταβάλλει καὶ τῶν μαστῶν καὶ τῶν αἰδοίων ἔπαρσις γίνεται. καὶ περὶ τὸν καιρὸν τοῦτον ψυχική τις αὐτοῖς λύπη ἐντρέχει. περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ ταῖς θηλείαις μαστῶν ἐπάρσεις καὶ καταμηνίων καταρρήξεις.

(69) γίνονται δέ, ὡς προεῖπον, καὶ γυναῖκες καὶ ἄνδρες ἄγονοι διὰ τὸ πεπηρῶσθαι ἔστιν ὅτε αὐτῶν τὸν γόνον, ὅθεν καὶ δοκιμάζεται αὐτῶν τὸ σπέρμα, εἰ ἔστι γόνιμον ἢ οὔ, τὸν τρόπον τοῦτον· τῶν μὲν ἀνδρῶν ἐν ὕδατι χλιαρῷ. ἐὰν γὰρ πεσὸν εἰς τὸ ὕδωρ διαχυθῇ καὶ ἀπόληται, ἄγονόν ἐστιν, ἐὰν δὲ συστραφῇ καὶ ἐν αὐτῷ συστῇ γόνιμον· τὸ γὰρ πεπεμμένον παχύ, τὸ δὲ λεπτὸν ἄπεπτον, καὶ θερμὸν μὲν τὸ ἐν πέψει γεγονός, ψυχρὸν δὲ τὸ μήπω πεπεμμένον. τὰς δὲ γυναῖκας δοκιμάζουσι προσθέμασί τισιν, οἷον σκόροδα προσάγοντες πρὸς τὰ στόματα τῶν ὑστερῶν· κἂν μὲν ὄζῃ τὸ στόμα χανούσαις καὶ οἱ μυκτῆρες τοῦ σκορόδου, γόνιμός ἐστιν, εἰ δὲ μή, ἄγονός ἐστι. χρῶνται δὲ καὶ ἄλλαις δοκιμασίαις, ἅς οὐ χρὴ συγγράφειν στοχαζόμενον τῆς συντομίας.

(70) μεταβάλλουσι δὲ ⟨καὶ⟩ τὰς ἔξεις καὶ οἱ ἄρρενες καὶ αἱ θήλειαι περὶ [*](3 φέρειν] Arist.hist.anim.H 1 p.581a12 φέρειν δὲ σπέρμα πρῶτον ἄρχεται τὸ ἄρρεν ὧς ἐπὶ τὸ πολὺ ἐν τοῖς ἔτεσι τοῖς δὶς ἑπτὰ τετελεσμένοις 3. 4 ἐν ᾧ χρόνῳ] Arist. hist. anim.H 1 p. 581a17 περὶ δὲ τὸν αὐτὸν χρόνον τοῦτον ἢ τε φωνὴ μεταβάλλειν ἄρχεται ἐπὶ τὸ τραχύτερον (v. l. βαρύτερον Da) καὶ ἀνωμαλέστερον. cf. 581b6 καὶ ἡ φωνὴ δὲ καὶ ταῖς παισὶ μεταβάλλει περὶ τὸν χρόνον τοῦτον ἐπὶ τὸ βαρύτερον 4 καὶ τῶν μαστῶν] Arist. hist.anim. H1 p. 581a27 καὶ μαστῶν ἔπαρσις γίνεται καὶ αἰδοίων, οὐ μεγέθει μόνον ἀλλὰ καὶ εἴδει. συμβαίνει δὲ περὶ τοῦτον τὸν χρόνον τοῖς τε πειρωμένοις τρίβεσθαι περὶ τὴν τοῦ σπέρματος πρόεσιν οὐ μόνον ἡδονὴν γίνεσθαι τοῦ σπέρματος ἐξιόντος, ἀλλὰ καὶ λύπην 6 περὶ δὲ τὸν αὐτὸν χρόνον] Arist.hist.anim. Η 1 p. 581a31 περὶ τὸν αὐτὸν δὲ χρόνον καὶ τοῖς θήλεσιν ἢ τ’ ἔπαρσις γίνεται τῶν μαστῶν καὶ τὰ καταμήνια καλούμενα καταρρήγνυται 7 γίνονται] Arist. gener. anim. Β 7 p. 746b31 πολλοῖς δὲ καὶ πολλαῖς καὶ διὰ πηρώματα τοῦτο συμβαίνει τὸ πάθος κτλ. 9 ὅθεν] Arist. gener. anim. Β 7 p. 747a3 διόπερ εὐλόγως βασανίζεται ταῖς πείραις τό γε τῶν ἀνδρῶν, εἰ ἄγονον, ἐν τῷ ὕδατι· ταχὺ γὰρ διαχεῖται τὸ λεπτὸν καὶ ψυχρὸν ἐπιπολῆς, τὸ δὲ γόνιμον εἰς βυθὸν χωρεῖ· θερμὸν μὲν γὰρ τὸ πεπεμμένον ἐστί, πέπεπται δὲ τὸ συνεστηκὸς καὶ πάχος ἔχον. τὰς δὲ γυναῖκας βασανίζουσι τοῖς τε προσθέτοις, ἐὰν διικνῶνται αἱ ὀσμαὶ πρὸς τὸ πνεῦμα τὸ θύραζε κάτωθεν ἄνω 18 μεταβάλλουσι] Arist.hist.anim. Η 1 p. 581b24 μεταβάλλουσι δὲ καὶ τὰς ἔξεις καὶ τὰ ἄρρενα καὶ τὰ θήλεα περί τε τὸ ὑγιεινότερα εἶναι καὶ νοσερώτερα, καὶ περὶ τὴν τοῦ σώματος ἰσχνότητα καὶ παχύτητα καὶ εὐτροφίαν μετὰ γὰρ τὴν ἥβην οἱ μὲν ἐξ ἰσχνῶν παχύνονται καὶ ὑγιεινότεροι γίνονται, οἱ δὲ τοὐναντίον· ὁμοίως δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν παρθένων. ὅσσι μὲν γὰρ παῖδες ἢ ὅσαι παρθένοι περιττωματικὰ τὰ σώματα εἶχον, συναποκρινομένων τῶν τοιούτων τοῖς μὲν ἐν τῷ σπέρματι ταῖς δ’ ἐν τοῖς καταμηνίοις ὑγιεινότερα τὰ σώματα γίνεται καὶ εὐτραφέστερα ἐξιόντων τῶν ἐμποδιζόντων τὴν ὑγίειαν καὶ τὴν τροφήν· ὅσοι δὲ τοὐναντίον, ἰσχνότερα καὶ νοσερώτερα) [*](4 βαρύτερον Rose (ex Arist. p. 581b6 cf. supra): ἔμβρυον P 7 ὡς προεῖπον] cf. supra § 65 13 γεγονὸς Rose: γεγονὼς P μήπω ut videtur P: μήπου Rose 15 ὑστέρων P χανούσαις P 18 μεταβάλλουσι scripsi: μεταβάλλουσι. μεταβάλλονται P: μεταβάλλονται Rose καὶ addidi ex Arist. 581b24 cf. supra)

21
τὸν καιρόν, ὅτε ταῖς μὲν θηλείαις τὰ καταμήνια ἂρχεται, τοῖς δὲ ἄρρεσι τὸ σπέρμα. οἱ μὲν γὰρ ἐξ εὐέκτων κακόεκτοι γίνονται, οἱ δὲ ἐκ κακοέκτων εὔεκτοι. ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν θηλειῶν λόγος. ὡς τοῖς μὲν εὐέκτοις γινομένοις συνεκκρινομένου σὺν τῷ σπέρματι τοῦ νοσοποιοῦντος αἰτίου καὶ οἱονεὶ καθαιρομένοις, τοῖς δὲ περὶ τὸν καιρὸν τῆς ἀφέσεως τοῦ σπέρματος [*](f.12v) νοσεροῖς καὶ ἀσθενέσι γινομένοις | σημεῖον ὡς ἐκ τοῦ οἰκείου καὶ τοῦ γνησίου πλείστην ἀποφορὰν συμβαίνει γίνεσθαι.

(71) μέχρι μὲν οὖν τῶν δὶς ἑπτὰ ἐτῶν ἄχρηστά ἐστι τὰ σπέρματα, μετὰ δὲ ταῦτα χρήσιμα.

(72) τῶν δὲ σπερμάτων, φησί, τὰ μὲν τραχέα καὶ χαλαζώδη ἀρρενογόνα ἐστί· τῆς γὰρ ἄκρας πέψεως τοῦτο σημεῖόν ἐστι· τὰ δὲ λεπτὰ καὶ μὴ θρομβώδη θηλυγόνα· ἀπεπτότερα γάρ, ἐκ δ’ ἀπέπτου τὸ θῆλυ.

(73) γίνονται αἱ συλλήψεις ταῖς γυναιξὶν οὐ πάντως τοῦ σπέρματος κατ’ εὐθὺ τῆς μήτρας ⟨φερομένου) ἐντὸς τοῦ στόματος, ἀλλ’ ἔστιν ὅτε καὶ ἐκπεσόντος ἐκτός· στενὸν γὰρ τὸ στόμα ἐνίαις ὑπάρχει. ἤδη μὲν γὰρ ὑπερέχουσαι τῇ θερμασίᾳ αἱ ὑστέραι εἰς ἑαυτὰς ἐντὸς ἐπισπῶνται τὸ πεσὸν ἐκτός, καθάπερ αἱ σικύαι αἷς ⟨οἱ⟩ ἰατροὶ χρῶνται προσβάλλοντες· πάλιν γὰρ αὔται τῇ ποιᾷ θερμότητι τὴν ὁλκὴν τοῦ ὑγροῦ ποιοῦνται. σημεῖον δὲ ἐπὶ τῶν προσαγομένων αὐταῖς πεσσῶν καὶ περιχρίστων· μετ’ οὐ πολὺν γὰρ χρόνον ξηρὰ καὶ τὰ πρόσθετα καὶ τὰ περίχριστα εὑρίσκεται, ὡς αὐτῆς ἀνειληφυίας αὐτά· φύσει γὰρ ὁλκὸν πέφυκεν εἶναι, ἐάνπερ ⟨θερμὸν⟩ κἀκείνῃ ὑπάρῃ.

(74) τεκμήριον δὲ παρακολουθεῖ ταῖς γυναιξὶ τοῦ συνειληφέναι, ὅταν τὸ [*](τὰ σώματα γίνεται· ἀπὸ γὰρ τῆς φύσεως καὶ τῶν καλῶς ἐχόντων ἡ ἀπόκρισις γἰνεται τοῖς μὲν ἐν τῷ σπέρματι ταῖς δ᾿  ἐν τοῖς καταμηνίοις 7 μέχρι] Arist.hist.anim.H 1 p. 582a16 μέχρι μὲν οὐν τῶν τρὶς (v. l. δὶς Da) ἑπτὰ ἐτῶν τὸ μὲν πρῶτον ἂγονα τὰ σπέρματά ἐστιν· ἔπειτα γόνιμα μὲν μικρὰ δὲ καὶ ἀτελῆ γεννῶσι καὶ οἱ νέοι καὶ αἱ νέαι, ὥσπερ καὶ ἐπὶ τῶν ἂλλων ζῴων τῶν πλείστων 9 τῶν δὲ σπερμάτων] Arist.hist.anim.H 1 p.582a29 ἔστι δὲ τὰ μὲν λεπτὰ τῶν σπερμάτων ἂγονα, τὰ δὲ χαλαζώδη γόνιμα καὶ ἀρρενογένα μᾶλλον· τὰ δὲ λεπτὰ καὶ μὴ θρομβώδη θηλυγόνα 11. 12 γίνονται] Arist.gener.anim.Β 4 p. 739a35 ἡ δ᾿  ἂφεσις οὐκ ἐντὸς γίγνεται, καθάπερ οἴονταί τινες (στενὸν γὰρ τὸ στόμα τῶν ὑστερῶν), ἀλλ’ εἷς τὸ πρόσθεν, σὖπερ τὸ θῆλυ προἳεται τὴν ἐν ἐνίαις αὐτῶν ἰκμάδα γινομένην, ἐνταῦθα καὶ τὸ ἄρρεν προΐεται, ἐάν τις ἐξικμάσῃ· ὁτὲ μὲν οὖν μένει τοῦτον ἔχοντα τὸν τρόπον, ὁτὲ δέ, ἂν τύχῃ συμμέτρως ἔχουσα καὶ θερμὴ διὰ τὴν κάθαρσιν ἡ ὑστέρα, ἐἴσω σπᾷ· σημεῖον δέ· καὶ γὰρ τὰ πρόσθεν ὑγρὰ προστεθέντα ἀφαιρεῖται ξηρά 21 τεκμήριον] Arist.hist. anim.H3 p. 583a14 γίνεται δὲ σημεῖον τοῦ συνειληφέναι ταῖς γυναιξίν, ὅταν εὐθὺς γένηται μετὰ τὴν ὁμιλίαν ὁ τόπος ξηρός. ἂν μὲν οὖν λεῖα τὰ χείλη ἥ τοῦ στόματος, οὐ θέλει συλλαμβάνειν (ἀπολισθαίνει γάρ), οὐδ᾿  ἂν παχέα· ἂν δ᾿  ἁπτομένῳ τῷ δακτὐλῳ τραχύτερα ᾖ καὶ ἀντέχηται, καὶ ἂν λεπτὰ τὰ χείλη, τότε εὐκαίρως ἔχει πρὸς τὴν σύλληψιν. πρὸς μὲν οὖν τὸ συλλαμβάνειν τοιαύτας δεῖ κατασκευάζειν τὰς ὑστέρας, πρὸς δὲ τὸ μὴ συλλαμβάνειν τοὐναντίον· ἂν γὰρ ᾖ λεῖα τὰ χείλη, οὐ συλλαμβάνει· διὸ ἔνιαι τῆς μήτρας πρὸς ὃ πίπτει τὸ σπέρμα, ἀλείφουσιν ἐλαίῳ κεδρίνῳ ἢ ψιμυθίῳ ἢ λιβανωτῷ διέντες ἐλαίῳ) [*](2 εὐέκτων Rose: εὐεκτῶν p 5 καθαρρομένοις in καθαιρομένοις correxit P1 12 κατ’ εὐθὺ Rose: κατευθῆ P 13 φερομένου addidit Rose 14 γὰρ addidit Rose ὑπερέχουσαι scripsi: περιέχουσαι P 15 πεσὸν (non ποσὸν) P 16 σικύαι Rose: σηκυιαί ut vid. P οἱ add.Rose 18 πεσσῶν Rose: πεσών P 20 αὐτά Rose: αὐτάς P ὁλκὸν P: ὁλκὴν malebat Sauppe θερμὸν addidi κἀκείνῃ scripsi: κἀκείνη P)

22
στόμα τῆς ὑστέρας μετὰ τὴν μίξιν ξηρὸν φανῇ γεγονός. συμβαίνει δὲ ταῖς λεῖα τὰ στόματα τῶν ὑστερῶν ἐχούσαις μὴ παραδέχεσθαι τὸ σπέρμα, ταῖς δὲ ἀνεστομωμένα μᾶλλον. διὸ δὴ αἱ μὴ βουλόμεναι συλλαβεῖν λιπαίνουσι τοὺς τόπους ἄλλη ἄλλῳ περιχρίστῳ, ὅθεν καὶ ταῖς πυκνὰ συνουσιαζομέναις βραδύτερον τὸ ἐγγάστριον λαβεῖν· λεαίνεται γὰρ αὐταῖς καὶ κωφὸν γίνεται τὸ στόμα τῆς ὑστέρας ὑπὸ τῶν συνικμαζομένων ὑγρῶν ἐν τῷ τέλει τῆς ὁμιλίας.

(75) Φησὶ δὲ ὡς ἑπτὰ μόνον ἡμέρας ἐν τῇ μήτρᾳ τὸ σπέρμα κεκράτηκε. μετὰ δὲ τὰς ἑπτὰ μύσιν λαμβάνει τὸ στόμα τῆς μήτρας μέχρι μηνῶν ἑπτά, τῷ δὲ ὀγδόῳ διοίγεται, καὶ ὑποκαταβαίνει τότε τὰ ἔμβρυα. ἐὰν δὲ μήτε διοιχθῇ μήτε ὑποκαταβῇ τῷ ὀγδόῳ, ἐπισφαλές.

(76) γίνονται [*](f.13r) δὲ αἱ ναυτίαι καὶ οἱ ἔμετοι ταῖς κυούσαις μέχρις οὖ ἡ ἀνακοπὴ τῶν καταμηνίων εἰς τοὺς μαστοὺς γένηται, καὶ τότε λήγουσιν ἀσώμεναι. ἀσῶνται δὲ καὶ ὅταν ἄρχηται τὸ βρέφος τρίχας φέρεν. εὐχρούστεραι δὲ διαμένουσι αἱ ἄρρενας ἔχουσαι, ἀχρούστεραι δὲ αἱ θηλυγόνοι. καὶ τὸ ὅλον δὲ τὰ ἄρρενα τῶν θηλειῶν ὡς ἐπὶ πολὺ ῥᾷον τίκτεται.

(77) πρῶτον δέ φησι γίνεσθαι περὶ τὸ συλληφθὲν ἐν τῇ μήτρᾳ σπέρμα χρόαν μὲν ἐξηλλαγμένην ἅτε ἐξ ἐρυθροῦ τῆς θηλείας τῶν καταμηνίων ἀπολείμματος, ὃ δὴ καὶ ὕλης τάξιν ἐπέχει, καὶ ἐκ λευκοῦ τοῦ ἄρρενος σπέρματος· εἶτα [*](4 ὅθεν] cf. Arist.gener.anim.Δ5 p. 774a3 διὸ καὶ τῶν γυναικῶν ὅσαι πρὸς τὴν ὁμιλίαν ἀκρατεῖς τὴν τοιαύτην, ὅταν πολυτοκήσωσι, παύονται τῆς πτοήσεως 8 φησὶ] Arist. hist. anim.Η3 p. 583a24 ἐὰν δὲ ἑπτὰ ἐμμείνῃ ἡμέρας, φανερὸν ὅτι εἴληπται 9 μετὰ] Arist. hist. anim.Η 4 p.583b29 ὅταν δὲ συλλάβῃ ἡ ὑστέρα τὸ σπέρμα, εὐθὺς συμμύει ταῖς πολλαῖς μέχρι γένωνται ἑπτὰ μῆνες· τῷ δ᾿  ὀγδόῳ χάσκουσιν· καὶ τὸ ἔμβρυον, ἐὰν ᾖ γόνμον, προκαταβαίνει τῷ ὀγδόῳ μηνί. τὰ δὲ μὴ γόνιμα ἀλλ’ ἀποπεπνιγμένα ὀκτάμηνα ἐν τοῖς τόποις οὐκ ἐκφέρουσιν ὀκτάμηναι αἱ γυναῖκες, οὔτε προκαταβαίνει κάτω τὰ ἔμβρυα τῷ ὀγδόῳ μηνί, οὔτε αἱ ὑστέραι ἐν τῷ χρόνῳ τούτῳ χάσκουσιν· ἀλλὰ σημεῖον ὅτι οὐ γόνιμον, ἐὰν γένηται μὴ συμπεσόντων τῶν εἰρημένων 11.12 γίνονται] Arist.hist.anim.Η 4 p. 584a6 ἔτι δὲ ναυτίαι καὶ ἔμετοι λαμβάνουσι τὰς πλείστας, καὶ μάλιστα τὰς τοιαύτας, ὅταν αἵ τε καθάρσεις στῶσι καὶ μήπω εἰς τοὺς μαστοὺς τετραμμέναι ὦσιν. ἔνιαι μὲν οὖν ἀρχόμεναι μᾶλλον πονοῦσι τῶν γυναικῶν, ἔνιαι δ’ ὕστερον, ἤδη τοῦ κυήματος ἔχοντος αὔξησιν μᾶλλον 14 ἀσῶνται] Arist. hist.anim.Η 4 p. 584a22 μάλιστα δὲ ἀσῶνται, ὅταν ἄρχωνται τὰ παιδία τρίχας ποιεῖν εὐχρούστεραι] Arist.hist.anim.H 4 p. 584a12 ὡς μὲν οὖν ἐπὶ τὸ πολὺ ῥᾷον ἀπαλλάττουσιν αἱ τὰ ἄρρενα κύουσαι καὶ μᾶλλον μετ’ εὐχροίας διατελοῦσιν, ἐπὶ δὲ τῶν θηλειῶν τοὐναντίον· ἀχρούστεραί τε γὰρ ὡς ἐπὶ τὸ πολὺ καὶ βαρύτερον διάγουσι, καὶ πολλαῖς περὶ τὰ σκέλη οἰδήματα καὶ ἐπάρσεις γίνονται τῆς σαρκός 16 πρῶτον] Arist.hist.anim.H 7 p. 586a18 ὅταν δὲ λάβηται τὸ σπέρμα τῆς ὑστέρας καὶ ἐγχρονισθῇ, ὑμὴν περιίσταται. φαίνεται γάρ, ὅταν πρὶν διαρθρωθῆναι ἐξέλθῃ, οἷον ᾠὸν ἐν ὑμένι περιεχόμενον ἀφαιρεθέντος τοῦ ὀστράκου· ὁ δ᾿  ὑμὴν φλεβῶν μεστός . . . καὶ τὰ μὲν περιέχουσιν οἷον ὑμένες, τὰ δὲ χόρια· καὶ πρῶτον μὲν τοῦ ἐσχάτου ἐντὸς γίνεται τὸ ζῷον, εἶθ’ ὑμὴν περὶ τοῦτον ἄλλος, τὸ μὲν πλεῖστον προσπεφυκὼς τῇ μήτρᾳ, τῇ δ᾿  ἀφεστὼς καὶ ὕδωρ ἔχων. μεταξὺ δ᾿  ὑγρότης ὑδατώδης ἢ αἱματώδης ὁ καλούμενος ὑπὸ τῶν γυναικῶν πρόφορος. cf.gener.anim.Β 4 p. 739p26 19 εἶτα] Arist. gener.anim.Β 5 p. 741b15 γίγνεται δὲ πρῶτον ἀρχή. αὕτη δ᾿  ἐστὶν ἡ καρδία τοῖς ἐναίμοις, τοῖς δ᾿  ἄλλοις τὸ ἀνὰ λόγον, ὥσπερ εἴρηται πολλάκις. καὶ τοῦτο φανερὸν οὐ μόνον κατὰ τὴν) [*](5 τὸ ἐν γαστρὶ λ.coni.Diels 8. 9 κεκράτηκε (sic) p 13 ἀσώμεναι Rose: ἀσόμεναι P)

23
περὶ ταῦτα ὑμένα λεπτὸν περιπήγνυσθαι, ὃν καλεῖσθαι χόριον. εἶτα πρῶτον διατυποῦσθαι πᾶσι τοῖς ἐναίμοις ζῴοις καρδίαν κατὰ λόγον φησίν. ὕστατον δὲ φθείρεται καρδία, πρῶτον ἂρα, φησί, γίνεται· τοῖς δ’ ἀναίμοις ζῴοις τὸ ἀνάλογον. λέγει δὲ ὡς τὰ ἐντόσθια τῶν ἐκτὸς πρότερον διαρθροῦται καὶ τούτων τὰ ἄνω μᾶλλον τοῦ διαζώματος ἤπερ τὰ κάτω. ἐκ δὲ τῆς καρδίας δύο ἀγγεῖα, ἀρτηρία τε καὶ φλέψ, πρῶται γίνονται, καὶ ἡ μὲν φλὲψ τροφῆς χάριν, ἡ δὲ ἀρτηρία φυλακῆς τοῦ συμφύτου πνεύματος. ταῦτα δὲ τὰ ἀγγεῖα πρόσφυσιν ἔχει πρὸς τῇ ὑστέρᾳ, καὶ περὶ ταῦτα γίνεται κέλυφός τι δερματικὸν τηρήσεως αὐτῶν καὶ φυλακῆς χάριν. ταῦτα δὲ τὰ ἀγγεῖα τὰ ἀπὸ καρδίας ἐκπεφυκότα καλεῖται ὀμφαλός· ἔστι γὰρ ὁ λεγόμενος ὀμφαλὸς οὐδὲν ἕτερον ἀλλ’ ἢ φλὲψ καὶ ἀρτηρία μία ἢ πλείονες ἐν ἐλύτρῳ δερματικῷ. αὗται οὖν αἱ φλέβες οἷον ῥίζαι τῇ ὑστέρᾳ προσήρτηνται, δι’ ὧν λαμβάνει τὸ ἔμβρυον τὴν αἱματικὴν τροφὴν καὶ αὔξεται καὶ τρέφεται.

(78) διαπίπτειν δέ φησι Διογένην τὸν Ἀπολλωνιάτην εἰρηκότα ταῖς κοτυληδόσι ταῖς ἐν τῇ μήτρᾳ τρέφεσθαι τὰ ἔμβρυα· οὐδὲν γὰρ τᾶν ἀμφοδόντων [*](αἴσθησιν, ὅτι γίνεται πρῶτον, ἀλλὰ καὶ περὶ τὴν τελευτήν· ἀπολείπει γὰρ τὸ ζῆν ἐντεῦθεν τελευταῖον, συμβαίνει δ᾿  ἐπὶ πάντων τὸ τελευταῖον γινόμενον πρῶτον ἀπολείπειν, τὸ δὲ πρῶτον τελευταῖον ὥσπερ τῆς φύσεως διαυλοδρομούσης καὶ ἀνελιττομένης ἐπὶ τὴν ἀρχὴν ὅθεν ἦλθεν, ἔστι γὰρ ἡ μὲν γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος πάλιν εἰς τὸ μὴ ὄν. cf.de vita et morte 4 p.469b9—20. gener.anim.B1 p.735a23. 4p. 740a17, 6 p.742b35 4 λέγει] Arist.gener.anim.B 6 p. 741b25 γίνεται δὲ μετὰ τὴν ἀρχήν, ὥσπερ ἐλέχθη, τὰ ἐντὸς πρότερον τῶν ἐκτός. φαίνεται δὲ πρότερα τὰ μέγεθος ἔχοντα τῶν ἐλαττόνων, οὐδ᾿  ἔνια γιγνόμενα πρέτερον. πρῶτον δὲ τὰ ἄνω διαρθροῦται τοῦ διαζώματος, καὶ διαφέρει μεγέθει· τὸ δὲ κάτω καὶ ἔλαττον καὶ ἀδιοριστότερον. cf.4 p.740a13 5, 6 ἐκ δὲ τῆς καρδίας] Arist.gener.anim.Β 4 p. 740a27 διὸ ἐκ τῆς καρδίας τὰς δύο φλέβας πρῶτον ἡ φῥσις ὑπέγραψεν· ἀπὸ δὲ τούτων φλέβια ἀπήρτηται πρὸς τὴν ὑστέραν, ὁ καλούμενος ὀμφαλός. ἔστι γὰρ ὁ ὀμφαλὸς φλέψ, τοἶς μὲν μία, τοῖς δὲ πλείους τῶν ζῴων. περὶ δὲ ταύτας κέλυφος δερματικὸν [ὁ καλούμενος ὀμφαλὸς] διὰ τὸ δεῖσθαι σωτηρίας καὶ σκέπης τὴν τῶν φλεβῶν ἀσθένειαν 9 ταῦτα] Arist.hist.anim.H 8 p.586b12 ὁ δ᾿  ὀμφαλός ἐστι κέλυφος περὶ φλέβας, ὧν ἠ ἀρχὴ ἐκ τῆς ὑστέρας ἐστί, τοῖς μὲν ἔχουσι τὰς κοτυληδόνας ἐκ τῶν κοτυληδόνων, τοῖς δὲ μὴ ἔχουσιν ἀπὸ φλεβός ...εἰσὶ δὲ περὶ τὴν συζυγίαν ἑκατέραν τῶν φλεβῶν ὑμένες, περὶ δὲ τοὺς ὑμένας ὁ ὀμφαλὸς οἶον ἔλυτρον. cf. Arist.gener.anim.Β 7 p.745b26 ἔστι δὲ ὁ ὀμφαλὸς ἐν κελύφει φλέβες, τοῖς μὲν μείζοσι πλείους, οἷον βοῖ καὶ τοῖς τοιούτοις, τοῖς δὲ μέσοις δύο, μία δὲ τοῖς ἐσχάτοις, διὰ δὲ τούτου λαμβάνει τὴν τροφὴν αἱματικήν 12 αὖται οὖν αἱ φλέβες] Arist.gener.anim.Β 4 p.740a33 αἱ δὲ φλέβες οἷον ῥίζαι πρὸς τὴν ὑστέραν συνάπτουσι, δι’ ὧν λαμβάνει τὸ κύημα τὴν τροφήν 13.14 διαπίπτειν] Arist.gener.anim.Β 7 p.746a19 οἱ δὲ λέγοντες τρέφεσθαι τὰ παιδία ἐν ταῖς ὑστέραις διὰ τοῦ σαρκίδιόν τι βδάλλειν οὐκ ὀρθῶς λέγουσιν. cf. Censorinus de die nat.c.5 (p.10,26 Hultsch) at Diogenes et Hippon existimurunt esse in alvo prominens quiddam quod infans ore adprehendal:  ex quo (ex εο codd.) alimentum ita trahat ut, cum editus est, ex matris uberibus. cf.Paanzerbieter in Diog.Apoll. Lips. 1830 p.127. Rose in nota p.32. Doxogr. ed. Diels p.191 15 οὐδὲν γὰρ] Arist.gener.anim.Β 7 p. 746a8 τὰ δὲ πολλὰ τῶν κολοβῶν ζῴων καὶ ἀμφωδόντων οὐκ ἔχει κοτυληδόνα ἐν ταῖς ὑστέραις) [*](3 δὲ P: an γὰρ?  5 ἤπερ Rose: ἦπερ P 8 ταῦτα Rose: ταότη P κέλυφός Rose: κάλυφός P 13,14 διαπίπτειν Rose: διαπίπτει P 14 φησι inseruit Rose κοτυλιδόσι P)

24
ληδόνας ἔχει ἐν τῇ μήτρᾳ, ἔστι δὲ ὁ ἄνθρωπος ἀμφόδους.

(79) περὶ δὲ τὸν καιρὸν ὅτε ἄρχεται ἐν μαστοῖς γάλα ταῖς κυούσαις γίνεσθαι, τότε ἄρχεσθαί φησι σχίζεσθαι τὸ ἔμβρυον τὸ πρὶν ὑπάρχον κρεῶδες· καὶ τὸ [*](f. 13v) μὲν ἄρρεν διαρθροῦται οὐ μετὰ πολὺ τῶν τεσσαράκοντα ἡμερῶν, | τὸ δὲ θῆλυ μετὰ τὰς ἑξήκοντα. ἤδη γάρ φησιν ἐκτρωθὲν μετὰ τεσσαράκοντα καὶ βληθὲν εἰς ὕδωρ ψυχρὸν ἐφάνη ἐν ὑμένι ὑπάρχον, οὖ διακνηθέντος ἐλαφρῶς ἐφάνη τὸ ἔμβρυον ἡλίκον μύρμηξ τῶν μεγάλων, πάντα τὰ μέλη ἔχον δῆλα.

(80) Περὶ δὲ χρόνου κυήσεώς φησιν ὁ Ἀριστοτέλης τοῖς μὲν ἄλλοις ζῴοις ἕνα χρόνον εἶναι τῆς κυήσεως, ὡς εἶπον, καὶ βοῖ μὲν ἐννεαμηνιαῖον, ἵππῳ δὲ δεκαμηνιαῖον, τῇ δὲ γυναικὶ πλείονας εἶναι τοὺς χρόνους· καὶ γὰρ ἑπτὰ μῆνάς τινες κύουσαι ἔτεκον γόνιμα, ἕτεραι δὲ ἐννέα, ἄλλαι δὲ δέκα καὶ τοῦ ἑνδεκάτου προσέλαβον.