Historiae Animalium Epitome
Aristophanes of Byzantium
Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885
(126) τὰ ἄρσενα τῶν θηλειῶν ἐνίοτε πλείους ἔχει ὀδόντας.
(127) οὐδεὶς ἰχθὺς λαλεῖ, μόνος δὲ [*](1 οὐδὲν] Arist de spir. 9 p. 475a29 ὅτι δ᾿ οὐκ ἀναπνεῖ τὰ ἔντομα τῶν ζῴων, εἴρηται μὲν καὶ πρότερον. cf. hist. anim. Δ 9 p. 535b5 σπλάγχνα] Arist. hist. anim. Δ 7 p. 532b7 σπλάγχνον δ᾿ οὐδὲν ἔχει τῶν τοιούτων οὐδὲ πιμελήν, ὥσπερ οὐδ᾿ ἄλλο τῶν ἀναίμων οὐδέν 2 πάντα] Arist. hist. anim. Θ 27 p. 605b19 πάντα δὲ τὰ ἔντομα ἀποθνήσκει ἐλαιούμενα· τάχιστα δ᾿, ἄν τις τὴν κεφαλὴν ἀλείψας ἐν τῷ ἡλίῳ θῇ 4 τὰ πόδας μὴ ἔχοντα] Arist. part. anim. Δ 13 p. 697a9 ὄρχεις δ᾿ οὐδεὶς ἔχει ἰχθὺς οὔτ᾿ ἐκτὸς οὔτ᾿ ἐντός, οὐδ᾿ ἄλλο τι τῶν ἀπόδων οὐδέν, διὸ οὐδ᾿ οἱ ὄφεις. πόρον δὲ τοῦ περιττώματος καὶ τῶν περὶ τὴν γένεσιν τὸν αὐτόν, καθάπερ καὶ τἆλλα ῴοτόκα πάντα καὶ τετράποδα, διὰ τὸ μὴ ἔχειν κύστιν μηδὲ γίνεσθαι περίττωμ᾿ αὐτοῖς ὑγρόν. cf. 1 p. 676a22. part. anim. Γ 3 p. 661a19 διὸ τὰ μὴ ἔχοντα πλεύμονα οὐκ ἔχουσιν οὐδ᾿ αὐχένα, οἷον τὸ τῶν ἰχθύων γένος. Δ 11 p. 691b29 ἥκιστα τῶν τοιούτων ὁ ὄφις δόξειεν ἂν ἔχειν αὐχένα, ἀλλὰ τὸ ἀνάλογον τῷ αὐχένι. Β 13 p. 657b29 οἱ δ᾿ ἰχθύες καὶ τὰ ἔντομα καὶ τὰ σκληρόδερμα διαφέροντα μὲν ἔχουσι τὰ ὄμματα, βλέφαρον δ᾿ οὐδὲν αὐτῶν ἔχει 6 τὰ ζῳοτοκοῦντα] Arist. hist. anim. Β 16 p. 506b24 νεφροὺς δὲ καὶ κύστιν τὰ μὲν ζῳοτόκα τῶν τετραπόδων πάντ᾿ ἔχει· ὅσα δὲ ᾠοτοκεῖ, τῶν μὲν ἄλλων οὐθὲν ἔχει 7 τὰ πιμελώδη] Arist. hist. anim. Γ 18 p. 520b6 ἔστι δ᾿ ἀγονώτερα τὰ πιμελώδη καὶ ἄρρενα καὶ θήλεα ὅσα τρίχας ἔχει] Arist. gener. anim. Α 9 p. 718b27 ἔχει δὲ καὶ τὰ ζῳοτοκοῦντα πρὸς ἄλληλα διαφοράν. τὰ μὲν γὰρ οὐ μόνον θύραζε ζῳοτοκεῖ ἀλλὰ καὶ ἐν αὑτοῖς, οἶον ἂνθρωποί τε καὶ ἵπποι καὶ κύνες καὶ πάντα τὰ τρίχας ἔχοντα, καὶ τῶν ἐνύδρων δελφῖνές τε καὶ φάλαιναι καὶ τὰ τοιαῦτα κήτη. τὰ δὲ σελάχη καὶ οἱ ἔχεις θύραζε μὲν ζῳοτοκοῦσιν, ἐν αὑτοῖς δ᾿ ῴοτοκοῦσι πρῶτον. cf. hist. anim. Α 5 p. 489a35 ζῳοτόκα μὲν οἷον ἄνθρωπος καὶ ἵππος καὶ φώκη καὶ τὰ ἄλλα ὅσα ἔχει τρίχας, καὶ τῶν ἐνύδρων τὰ κητώδη, οἷον δελφίς, καὶ τὰ καλούμενα σελάχη cf. ibid. Γ 10 p. 517b4 τρίχας μὲν ἔχει τῶν ζῴων ὅσα πεζὰ καὶ ζῳοτόκα 10 οὐδὲν τῶν καρχαροδόντων] Arist. hist. anim. Β 1 p. 501a19 ἅμα δὲ γαυλιόδοντα καὶ κέρας οὐδὲν ἔχει ζῷον, οὐδὲ καρχαρόδουν καὶ τούτων θάτερον τὰ ἂρσενα] Arist. hist. anim. Β 3 p. 501b19 ἔχουσι δὲ πλείους οἱ ἄρρενες τῶν θηλειῶν ὀδόντας καὶ ἐν ἀνθρώποις καὶ ἐπὶ προβάτων καὶ αἰγῶν καὶ ὑῶν· ἐπὶ δὲ τῶν ἄλλων οὐ τεθεώρηταί πω 11 οὐδεὶς] Arist. hist. anim. Δ 9 p. 535b14 οἱ δ᾿ ἰχθύες ἄφωνοι μέν εἰσιν (οὔτε γὰρ πνεύμονα οὔτε ἀρτηρίαν καὶ φάρυγγα ἔχουσι), ψόφους δέ τινας ἀφιᾶσι καὶ τριγμοὺς οὓς λέγουσι φωνεῖν. Athen. VIII 331d Μνασέας δ᾿ ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ τοὺς ἐν τῷ Κλείτορι ποταμῷ φησὶν ἰχθῦς φθέγγεσθαι, καίτοι μόνους εἰρηκότος Ἀριστοτέλους φθέγγεσθαι σκάρον καὶ τὸν ποτάμιον χοῖρον. Rose Arist. Pseudepigr. p. 297) [*](1 σπλάγχνα scripsi cf. Arist. supra cit.: σπλῆνα P 2* κολεόπτερα Rose: κολοιόπτερα P 3 ὥσπερ εἶπον] supra § 37 3. 4 μεμυρισμένοι Rose: μεμερισμένοι P 7 ἀγονώτερα Rose: ἀπονώτερα fortasse scribendum ὅσα ζῳοτοκεῖ τρίχας ἔχει πάντα 8 οἷον δελφῖνος scripsi: πλὴν δελφῖνος P: δελφῖνος Rose 9 τρίχας οὐκ ἔχοντα ὅμως ζῳοτοκεῖ scripsi ex Arist. l. c.: τρίχας ἔχοντα ὅμως οὐ ζῳοτοκεῖ P)
(128) τὰ μηρυκίζοντα ζῷα τέσσαρας ἔχει κοιλίας, ὧν τὸ μὲν ἐκ τοῦ στόματος ἠρτημένον κοιλία καλεῖται, ἐκ δὲ τούτου ὁ καλούμενος κεκρύφαλος ἤρτηται, ἐχόμενος δὲ καθεῖται ὁ προσαγορευόμενος ἐχῖνος, μετὰ δὲ τοῦτον τὸ πρός τινων ἤνυστρον καλούμενον· ἀκριβέστερον δὲ ἐν τῷ δευτέρῳ ἐκθήσομα.
(129) τὰ ζῷα πυτίαν ἔχει, τὰ δὲ ἄλλα οὐκ ἔχει· τί δέ ἐστι καὶ ποῦ κεῖται καὶ τίνος χάριν ἐν τῷ δευτέρῳ διασαφήσω.
(130) τὰ μὴ πετόμενα τῶν ὀρνέων ταῦτα καὶ ὑπηνέμια τίκτει.
(131) οὐδὲν τῶν ἀμφοδόντων ἐν τῇ μήτρᾳ κοτυληδόνας ἔχει, ὅθεν οὐδὲ ἄνθρωπος.
(132) τὰ ἄναιμα ζῷα πολὺν χρόνον ὀχεύει· ψυχρὰ γάρ ἐστι.
(133) μόνος τῶν ὀστρακοδέρμων ὦπται συνδυαζόμενος ὁ κοχλίας· τὰ γὰρ ἄλλα τὰς ὀχείας καὶ τὰς γενέσεις ἐξ ἰλύος ἔχει.
(134) ὁ πῶλυψ δύο κοτυληδόνας ἔχει, ἡ δὲ ἑλεδώνη μονοκότυλός ἐστι.
(135) τὰ διχηλὰ πάντα ἀστραγάλους [*](1 τὰ μηρυκίζοντα] Arist. hist. anim. B 17 p. 507a34 πρῶτον μὲν γὰρ τῶν τετραπόδων καὶ ζῳοτόκων ὅσα μή ἐστιν ἀμφώδοντα τῶν κερατοφόρων τέτταρας ἔχει τοὺς τοιούτους πόρους· ἂ δὴ καὶ λέγεται μηρυκάζειν. διήκει γὰρ ὁ μὲν στόμαχος ἀπὸ τοῦ στόματος ἀρξάμενος ἐπὶ τὰ κάτω παρὰ τὸν πλεύμονα, ἀπὸ τοῦ διαζώματος ἐπὶ τὴν κοιλίαν τὴν μεγάλην· αὕτη δ᾿ ἐστὶ τὰ ἔσω τραχεῖα καὶ διειλημμένη. συνήρτηται δ᾿ αὐτῇ πλησίον τῆς τοῦ στομάχου προσβολῆς ὁ καλούμενος κεκρύφαλος ἀπὸ τῆς ὄψεως· ἔστι γὰρ τὰ μὲν ἔξωθεν ὅμοιος τῇ κοιλίᾳ, τὰ δ᾿ ἐντὸς ὅμοιος τοῖς πλεκτοῖς κεκρυφάλοις· μεγέθει δὲ πολὺ ἐλάττων ἐστὶν ὁ κεκρύφαλος τῆς κοιλίας. τούτου δ᾿ ἔχεται ὁ ἐχῖνος, τὰ ἐντὸς ὢν τραχὺς καὶ πλακώδης, τὸ δὲ μέγεθος παραπλήσιος τῷ κεκρυφάλῳ. μετὰ δὲ τοῦτον τὸ καλούμενον ἤνυστρόν ἐστι, τῷ μὲν μεγέθει τοῦ ἐχίνου μεῖζον, τὸ δὲ σχῆμα προμηκέστερον· ἔχει δ᾿ ἐντὸς πλάκας πολλὰς καὶ μεγάλας καὶ λείας 6 πυτίαν] Arist. hist. anim. Γ 21 p. 522b8 ἔχει δὲ πυετίαν τὰ μὲν μηρυκάζοντα πάντα, τῶν δ᾿ ἀμφωδόντων δασύπους 7. 8 τὰ μὴ πετόμενα] Arist. hist. anim. Z 1 p. 558b30 τίκτουσι δὲ τὰ μὲν ἂλλα ἐν νεοττιαῖς, τὰ δὲ μὴ πτητικὰ οὐκ ἐν νεοττιαῖς, οἷον αἴ τε πέρδικες καὶ οἱ ὄρτυγες, ἀλλ᾿ ἐν τῇ γῇ, ἐπηλυγαζόμενα ὕλην. ὡσαύτως δὲ καὶ κόρυδος καὶ τέτριξ. ταῦτα μὲν οὑν ὑπηνέμους ποιεῖται τὰς νεοττεύσεις 8 οὐδὲν] Arist. gener. anim. B 7 p. 745b30 τὰ μὲν οὖν μὴ ἀμφώδοντα πάντα καὶ τῶν ἀμφωδόντων ὅσων ἡ ὑστέρα μὴ μίαν φλέβα μεγάλην ἔχει διατείνουσαν ἀλλ᾿ ἀντὶ μιᾶς πυκνὰς πολλάς, ταῦτα ἐν ταῖς ὑστέραις ἔχει τὰς καλουμένας κοτυληδόνας 9. 10 τὰ ἂναιμα] Arist. gener. anim. Γ 8 p. 758a3 γίνεται δὲ ὁ συνδυασμὸς τούτων (τῶν μαλακίων) χρονιώτερος πάντων, ὥσπερ τῶν ἐντόμων, εὐλόγως· ἂναιμα γάρ ἐστι, διόπερ ψυχρὰ τὴν φύσιν 10 μόνος] Arist. gener. anim. Γ 11 p. 762a27 ἐν δὲ τῇ θαλάττῃ πολὺ τὸ γεῶδες ἔνεσττν· διόπερ ἐκ τῆς τοιαύτης συστάσεως ἡ τῶν ὀστρακοδέρμων γίνεσθαι νεται φύσις . . . μόνον δὲ τῶν τοιούτων συνδυαζόμενον ἑώραται τὸ τῶν κοχλιῶν γένος. εἰ δ᾿ ἐκ τοῦ συνδυασμοῦ ἡ γένεσις αὐτῶν ἐστιν ἢ μή, οὔπω συνῶπται ἱκανῶς. cf. hist. anim. E 15 p. 546b16 12 ὁ πῶλυψ] Arist. hist. anim. Δ 1 p. 525a13 ἔστι δὲ γένη πλείω πολυπόδων . . . ἥ τε καλουμένη ἑλεδώνη, μήκει τε διαφέρουσα τῷ τῶν ποδῶν καὶ τῷ μονοκότυλον εἶναι μόνην τῶν μαλακίων 13 τὰ δίχηλα] Arist. part. anim. Δ 10 p. 690a21 τὰ δὲ διχηλὰ ἔχει ἀστράγαλον (κουφότερα γὰρ τὰ ὄπισθεν) . . . τὰ δὲ πολυδάκτυλα οὐκ ἔχει ἀστράγαλον) [*](1 μηρυκίζοντα Rose: μυρικίζοντα P 4 καθεῖται scripsi: καλεῖται P: κεκρυφάλου ἐστὶν Sauppe τοῦτον Rose: τούτου P ἤνυστρον Rose: ἤναστρον P 5. 6 μυρικίζοντα P 6 πυτίαν Rose: πιτύαν P 9 ἔχει (non ἴσχει) 10 μόνος Rose: ὀνος (M, ut rubro scribatur, omisso) P 12 πῶλυψ Rose: πόλυψ P δύο κοτυληδόνας Rose: δυσηρτυλϊδόνας P 13 ἡ δὲ ἑλεδώνη μονοκότυλός Rose: ἡ δὲ χελιδὼν μονοκοτύλϊδός P)
(136) τὰ [*](f. 16v) πάντα δεξιά ἐστι, καθάπερ κήρυκες πορφύραι, | καὶ κινεῖται οὐκ ἐπὶ τὴν ἕλικα ἀλλ᾿ ἐπὶ τὸ καταντικρύ.
(137) ἐχῖνοι 〈οἱ〉 θαλάττιοι εὐθέως γεννώμενοι πέντε ᾠὰ ἔχουσι· λέγεται δὲ ὡς διαιρούμενος κατὰ μέρος καὶ ἀφιόμενος εἰς τὴν θάλασσαν δύναται ζῆν καὶ νέμεσθαι.
(138) μόνος τῶν ζῴων ὁ τέττιξ στόμα οὐκ ἔχει, ἀλλ᾿ ἐξοχήν τινα γλωσσοειδῆ, ᾗ ἀναλαμβάνων τὴν δρόσον τρέφεται· λέγεται δὲ ὡς οὐδὲ περίττωμα ἔχει.
(139) αἱ ἀκρίδες οὐ φθέγγονται τῷ στόματι, τὰ δὲ πτερὰ παρατρίβουσαι ψόφον ἀποτελοῦσι.
(140) τῶν ἐνύδρων τὰ θήλεα τῶν ἀρρένων μείζονά ἐστι.