Historiae Animalium Epitome
Aristophanes of Byzantium
Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885
(141) τῶν πτηνῶν αἱ αἴθυιαι καὶ ὁ χαραδριὸς κωφά ἐστιν· οὔτε γὰρ φθέγγεται οὔτε ἀκούει.
(142) μόνος ὁ ὄφις τὴν κεφαλὴν εἰς τὰ ὀπίσω στρέφει τοῦ ὅλου σώματος ἀκινητίζοντος.
(143) μόνη ἡ πάρδαλις τὸ ἄκρον τῆς οὐρᾶς κινεῖ τῆς ὅλης οὐρᾶς ἀκινητιζούσης.
(144) ἡ ἔχις μόνη τῶν ὄφεων ζῳοτοκεῖ.
(145) τὰ μέλανα ζῷα τῶν λευκῶν ἰσχυρότερά ἐστι.
(146) τὰ ἄναιμα τῶν ζῴων διαιρούμενα μᾶλλον τῶν ἐναίμων [*](1. 2 τὰ ὀστρακόδερμα] Arist. mot. anim. 5 p. 706a13 τὰ στρομβώδη τῶν ὀστρακοδέρμων δεξιὰ πάντ᾿ ἐστίν. οὐ γὰρ ἐπὶ τὴν ἑλίκην κινεῖται, ἀλλ᾿ ἐπὶ τὸ καταντικρὺ πάντα προέρχεται, οἷον πορφύραι καὶ κήρυκες 3 ἐχῖνοι] Arist. hist. anim. Δ 5 p. 530a34 ἔστι δὲ γένη πλείω τῶν ἐχίνων, ἓν μὲν τὸ ἐσθιόμενον· τοῦτο δ᾿ ἐστὶν ἐν ᾧ τὰ καλούμενα ῴὰ μεγάλα ἐγγίνεται καὶ ἐδώδψα, ὁμοίως ἐν μείζοσι καὶ ἐλάττοσιν· καὶ γὰρ εὐθὺς ἔτι μικροὶ ὄντες ἔχουσι ταῦτα. 5 p. 530b29 ὑπὸ δὲ τὴν κοιλίαν ἐν ἄλλῳ ὑμένι τὰ καλούμενα ῴά ἐστιν, ἴσα τὸν ἀριθμὸν ἔντα ἐν πᾶσιν· πέντε γάρ ἐστι τὸ πλῆθος καὶ περιττά. cf. p. 530a29 4 λέγεται] Ael. nat. anim. IX 47 p. 235, 7 H. τοὺς ἐχίνους ἔτι ζῶντας καὶ ἐν τοῖς ὀστράκοις ὄντας καὶ προβεβλημένους τὰ κέντρα εἴ τις συντρίψας καὶ διαρρίψας ἐς τὴν θάλατταν ἄλλο ἄλλῃ τρύφος καταλίποι, τὰ δὲ ἄρα συνέρχεται αὖθις καὶ ἑνοῦται καὶ τὸ συγγενὲς θρύμμα ἀνέγνω, καὶ προσπλακέντα συνέφυ. καὶ ὁλόκληροι γίνονται φύσει τινὶ θαυμαστῇ καὶ ἰδίᾳ αὖθις. cf. Opp. Hal. I 318 5 μόνος] Arist. hist. anim. Δ 7 p. 532b10 ὁ δὲ τέττιξ μόνον τῶν τοιούτων καὶ τῶν ἄλλων ζῴων στόμα οὐκ ἔχει, ἀλλ᾿ οἷον τοῖς ὀπισθοκέντροις τὸ γλωττοειδές, τοῦτο μακρὸν καὶ συμφυὲς καὶ ἀδιάσχιστον, δι᾿ οὖ τῇ δρόσῳ τρέφεται μόνον· ἐν δὲ τῇ κοιλίᾳ οὐκ ἴσχει περίττωμα 8 αἱ ἀκρίδες] Arist. hist. anim. Δ 9 p. 535b11 αἱ δ᾿ ἀκρίδες τοῖς πηδαλίοις τρίβουσαι ποιοῦσι τὸν ψόφον 9 τῶν ἐνύδρων] Arist. hist. anim. Δ 11 p. 538a25 ἐν δἔ τοῖς ᾠοτόκοις καὶ τοῖς σκωληκοτόκοις, οἷον ἔν τε τοῖς ἰχθύσι καὶ ἐπὶ τῶν ἐντόμων μείζω τὰ θήλεα τῶν ἀρρένων ἐστίν 10 τῶν πτηνῶν] unde haec? aliter Arist. hist. anim. I 1 p. 615a1 ἔστι δ᾿ ὁ χαραδριὸς καὶ τὴν χρόαν καὶ τὴν φωνὴν φαῦλος 11 μόνος] Arist. hist. anim. Δ 11 p. 691b31 ἴδιον δὲ πρὸς τὰ συγγενῆ τῶν ζῴων ὑπάρχει τοῖς ὄφεσι τὸ στρέφειν τὴν κεφαλὴν εἰς τοὔπισθεν ἠρεμοῦντος τοῦ λοιποῦ σώματος. cf. B 12 p. 504a 16 12 μόνη] cf. B § 251 13 ἡ ἔχις] Arist. hist. A 6 p. 490b24 οἱ μὲν ἄλλοι ῴοτοκοῦσιν ὄφεις, ἡ δ᾿ ἔχιδνα μόνον ζῳοτοκεῖ 14 τὰ μέλανα] Arist. de color. p. 798b1 τὰ πλεῖστα τῶν ζῴων ἀσθενέστερα γίνεται τὰ λευκὰ τῶν μελάνων 15 τὰ ἄναιμα] Arist. mot. anim. 7 p. 707a24 τῶν μὲν γὰρ ἐναίμων οὐδὲν εἰς πλείω διαιρούμενον δύναται ζῆν οὐθένα χρόνον ὡς εἰπεῖν . . . τῶν δ᾿ ἀναίμων τε καὶ πολυπόδων ἔνια διαιρούμενα δύναται ζῆν πολὺν χρόνον ἑκάστῳ τῶν μερῶν καὶ κινεῖσθαι τὴν αὐτὴν ἤνπερ καὶ πρὶν διαιρεθῆναι κίνησιν) [*](2 κήρυκες πορφύραι P: κήρυκες καὶ πορφύραι Sauppe 3 τὴν ἕλικα Sauppe: τὸν ἔλικα P: τὸν ἕλικα Rose ἐπὶ τὸ Rose: ἐπὶ τὸν P οἱ addidit Rose 10 αἴθυαι P 10. 11 οὔτε γὰρ P: οὐδὲ γὰρ exhibet Rose 15 ἄναιμα Rose: ἔναιμα P)
(147) τὰ βλητικὰ τῶν ζῴων οὐ διὰ τὸ ἀφιέναι τι διὰ τοῦ κέντρου τὴν ὀδύνην παρέχει ἀλλὰ διὰ τὴν λεπτότητα τοῦ κέντρου, ὅθεν καὶ τὰ μάλιστα λεπτοὺς ἔχοντα τοὺς ὀδόντας ταῦτα καὶ τὴν ὀδύνην χαλεπωτέραν ποιεῖ.
(148) τὰ μαλάκια πάντα πᾶσαν ὥραν ὀχεύει ἀλλ᾿ οὐχ ἑστῶτας τοὺς καιροὺς τῆς ὀχείας ἔχει, καθάπερ καὶ οἱ ἰχθύες.
(149) τῶν ἰχθύων οἱ μὲν ᾠοτοκοῦντες τῷ ἔαρι λιπαροί, οἱ δὲ ζῳοτοκοῦντες τὸ μετόπωρον.
(150) οὐδέποτε ὀστρακόδερμον ἢ μαλάκον ἐν τῷ Πόντῳ γίνεται, λέγεται δὲ ὡς οὐδὲ θηρίον τῶν δυναμένων ἀδικεῖν τοὺς ἰχθῦς.
(151) τὰ λεπίδας ἔχοντα ᾠοτοκεῖ.
(152) μόνη χελώνη τῶν ᾠοτοκούντων κύστιν ἔχει.
(153) οὐδὲν τῶν ὀστρακοδέρμων οὔτε θῆλύ ἐστιν οὔτε ἄρρεν.
(154) τῶν ἐντόμων ἐν τῇ ὀχείᾳ τὸ θῆλυ εἰς τὸ ἄρρεν ἐνίησι τὸ αἰδοῖον εἰς τὸ ἀναλογοῦν τῷ αἰδοίῳ.
(155) Ὅσα μὲν οὖν δυνατὸν ἀναλεξάμενον ὡς ἐν ἐπιδρομῆς μέρει καθολικώτερον εἰπεῖν σχεδὸν εἴρηται. ἐν δὲ τῷ ἐχομένῳ, ὡς προεῖπον, κατ᾿ εἶδος ἑκάστου ζῴου τάς τε πράξεις καὶ τοὺς βίους, ἔτι δὲ τὰ ἤθη καὶ πόσα δύναται ἕκαστον ζῆν ἔτη ἀναγραφῆς ἀξιώσας ἀναθήσομαί σοι: —