Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(111) τῶν ἀνθρώπων ἡ καρδία κεῖται ὑπὸ τὸν ἀριστερὸν μαστόν, τοῖς δὲ ἄλλοις ζῴοις ἐν μέσοις τοῖς στήθεσι. τοῦ ἀνθρώπου ἡ καρδία τρεῖς κοιλίας ἔχει, τῶν ἄλλων ζῴων δύο.

(112) μόνου τοῦ ἀνθρώπου μέλλοντος μεταλλάσσειν οἱ ἐν τῇ κεφαλῇ φθεῖρες γίνονται.

(113) μόνου τοῦ ἀνθρώπου τεθνηκότος αἱ τρίχες αὔξονται. μόνου τοῦ ἀνθρώπου ζῶντος ὁ ἐγκέφαλος θιγγανόμενος ψυχρότατός ἐστι, τῶν δὲ ἄλλων ζῴων θερμός.

(114) οὐδὲν τῶν γαμψωνύχων ζῴων οὔτε πίνει οὔτε οὐρεῖ οὔτε συναγελάζεται.

(115) τὰ δὲ πλείονας ἔχοντα πόδας τῶν τεσσάρων ἂναιμά ἐστι καὶ ἂσπλαγχνα πλὴν τοῦ κατοικιδίου κόρεως· οὕτος γὰρ μόνος πολύπους [*](f.16r) ὑπάρχων οἶμα ἔχει.

(116) τὰ ᾠοτοκοῦντα τῶν διπόδων |ἢ τετραπόδων ἐντὸς ἔχει πρὸς τὴν ὀσφὺν τοὺς ὄρχεις, καθάπερ τῶν διπόδων ἀλεκτρυών, τῶν δὲ τετραπόδων σαῦρος.

(117) τὰ μακροσκελῆ ζῷα ὑγροκοίλιά ἐστι, τὰ δὲ πιλώδη καὶ πλατέα τὰ στήθη ἔχοντα ἐμετικά.

(118) τὰ μώνυχά μονοτόκα ἐστὶ καὶ οὐκ ἐπικυίσκεται.

[*](2 μόνος] Arisst.hist.anim.l 6 p. 612a5 καὶ αἱ κύνες δ’ ὅταν τι πονῶσιν, ἔμετον ποιοῦνται φαγοῦσαί τινα πόαν. cf.48 p.632b10. Ael.nat.anim.IV 20 p.87,21H. V 46. VIII 9 3 ἡ καρδία] Arist.part.anim.Γ 4 p. 666b6 ἔντι δ᾿  ἡ καρδία τοῖς μὲν ἄλλοις ζῴοις κατὰ μέσον τοῦ στηθικοῦ τόπου, τοῖς δ᾿  ἀνθρώποις μικρὸν εἰς τὰ εὐώνυμα παρεκκλίνουσα. cf. Ael. nat.anim.ΙV 20 p.87,22 H. 5 μόνου] Apoll.mirab.27 Ἀριστοτέλης ἐν τοῖς Ζωϊκοῖς· (δύο γάρ εἰσιν αὐτῷ πραγματεῖαι,ἡ μὲν Περὶ ζῴων, ἡ δὲ Περὶ τῶν ζῳϊκῶν), οἱ φθεῖρες, φησίν, ἐν τῇ κεφαλῇ ἐν ταῖς μακραῖς οὐ φθίνουσι νόσοις μελλόντων τελευτᾶν τῶν πασχόντων, ἀλλ’ ἐπὶ τὰ ’ προσκεφάλαια εὑρίσκονται προλελοιπότες τὴν κεφαλήν 6 μόνου] Arist.geaer. anim.Β 6 p. 745a17 αὐξάνονται δ᾿  αἱ τρίχες καὶ τεθνεώτων, οὐ μέντοι γίνονται γ’ ἐξ ὑπαργῆς 7 μόνου] aliter Arist.hist.anim.A 16 p.495a4 ἂναιμος δ᾿  ὁ ἐγκέφαλος ἅπασι, καὶ οὐδεμίαν ἔχων ἐν αὑτῷ φλέβα, καὶ θιγγανόμενος κατὰ φύσιν ψυχρός. cf. gener.anim.Ε 3 p.783b28 8 οὐδὲν] Ael. ΙV20 p.87,24 H. γαμψώνυχον δὲ ἄρα οὐδὲ ἓν οὔτε πίνει οὔτε οὐρεῖ οὔτε μὴν συναγελάζεται ἑτέροις cf.Arist.hist.anim.Θ3 p.593b29. 18 p.601a32 10 τὰ δὲ πλείονας] Arist. hist. anim. E 31 p. 557a26 πάντα δὲ πολύποδα ταῦτ’ ἐστὶ καὶ ἂναιμα τὰ ἔντομα. cf. mot. anim.16 p. 713a26 11 οὖτος] unde haec?  Aristoteles quidem (hist.anim.E 31 p. 556b26 conl. 557a26) cimicem inter πολύποδα et ἂναιμα rettulit 12 τὰ ᾠοτοκοῦντα] Arist.gener.anim.A 3 p.716b17 τὰ δ’ ἔχει μὲν ὄρχεις, 21 ἐντὸς δ’ ἔχει τούτους πρὸς τῇ ὀσφύι κατὰ τὴν τῶν νεφρῶν χώραν...οἶον οἵ τε ὄρνιθες πάντες καὶ τὰ ᾠοτοκοῦντα τετράποδα τῶν δεχομένων τὸν ἀέρα καὶ πλεύμονα ἐχόντων. καὶ γὰρ ταῦτα πάντα ἐντὸς ἔχει πρὸς τῇ ὀσφύι τοὺς ὄρχεις, καὶ δύο πόρους ἀπὸ τούτων ὁμοίως τοῖς ὄφεσιν, οἶον σαῦροι καὶ χελῶναι καὶ τὰ φολιδωτὰ πάντα 14 τὰ μακροσκελῆ] Arist.hist. anim.I 48 p. 632b10 ἔστι δὲ τὰ μὲν μακροσκελῆ τῶν ζῴων ὑγροκοίλια, τὰ δ᾿ εὐρυστήθη ἐμετικὰ μᾶλλον 16 μώνυχα] Arist.gener.anim.Δ 4 p.771b2 ὡς μὲν ἐπὶ τὸ πολὺ τὰ μὲν μώνυχα μονοτόκα. gener. anim.Δ 5 p. 773b1 τά τε γὰρ μώνυχα οὐκ ἐπικυΐσκεται καὶ τὰ τούτων μείζονα)[*](1 ἐλάσσονας Rose: ἐλάσσονες P 2 ἐμεῖ Rose: νέμει P 4 ἐν μέσοις Rose: ἐνμέσως P 6 γίνονται Roseo suspectum. fortasse scribendum οὐ σίνονται 10 πλείονας Rose: πλείονα P 11 κόρεως Rose: κόρρεως p 15 ὑγροκοίλιά Rose: ὑγρόκοιλά P πιλώδη Rose: παλώδη P 16 μόνυχα P)
32

(119) Οὐδὲν τῶν ἐντόμων ζῴων οὔτε σπλάγχνα ἔχει οὔτε ἀναπνεῖ.

(120) πάντα τὰ ἔντομα καὶ πάντα τὰ κολεόπτερα ἐλαίου αὐτοῖς ἐπιχεομένου ἀποθνήσκει, ὅθεν καὶ τῇ μελίσσῃ πολέμιοι, ὥσπερ εἶπον, οἱ μεμυρισμένοι.

(121) τὰ πόδας μὴ ἔχοντα τῶν ζῴων οὔτε ὄρχεις ἔχει οὔτε αὐχένα οὔτε κύστιν οὔτε βλέφαρα, ὡς τὸ τῶν ὄφεων καὶ ἰχθύων πᾶν γένος.

(122) τὰ ζῳοτοκοῦντα κύστιν ἔχει, τὰ δὲ ᾠοτοκοῦντα οὐκ ἔχει, διὸ οὐδὲ οὐρεῖ.

(123) τὰ πιμελώδη ζῷα ἀγονώτερα.

(124) ὅσα τρίχας ἔχει πάντα ζῳοτοκεῖ πλήν τινων θαλασσίων οἷον δελφῖνος φώκης καὶ τῶν σελαχωδῶν· ταῦτα γὰρ τρίχας 〈οὐκ〉 ἔχοντα ὅμως [οὐ] ζῳοτοκεῖ.

(125) οὐδὲν τῶν καρχαροδόντων ἔχει κέρας.