Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(96) συμβαίνει δὲ καὶ ἄνδρας καὶ γυναῖκας συμβιοῦντας ἀλλήλοις μὴ τεκνοποιεῖν, μεταζευχθέντας δὲ γεννᾶν. ὀρεκτικώτεροι δὲ ἀλλήλων πρὸς τὰς συνουσίας εἰσὶν οἱ μὲν ἂνδρες χειμῶνος, αἱ δὲ θήλειαι θέρους.

(97) Καὶ περὶ μὲν γενέσεως ἐν ἐπιδρομῆς μέρει οὕτως. περὶ δὲ τῆς ἱστορίας καθολικώτερον ἐπιτρέχοντες οὕτως ἂν λέγοιμεν.

(98) Μόνη τῶν διπόδων γυνὴ ζῳοτοκεῖ τὰ δὲ ἄλλα δίποδα ᾠοτοκεῖ. μόνη ἡ γυνὴ τῶν ζῳοτόκων ὑπηνέμια τίκτει τὸν λεγόμενον Ὄσιριν ἐν [*](f.15v) Αἰγύπτῳ. μαρτυρεῖ δὲ Θεόφραστος λέγοντι Ἀριστοτέλει ἂνευ ὀχείας γίνεσθαι  τὸν λεγόμενον Ὄσιριν ἐν τῷ πέμπτῳ τῶν Περὶ ζῴων.

(99) μόνη γυνὴ ἠπιωτέρα καὶ πραοτέρα μετὰ τὸ τεκεῖν, τὰ δὲ ἄλλα ζῷα δεινὰ καὶ [*](3 τὸ δὲ γάλα] Arist.hist.anim.H 5 p.585a29 τὸ δὲ γάλα τὸ γινόμενον πρότερον τῶν ἑπτὰ μηνῶν ἂχρηστόν ἐστιν· ἀλλ’ ἅμα τά τε παιδία γόνιμα καὶ τὸ γάλα χρήσιμον. cf. gener. anim.Δ 8 p.776a23 5 ἄριστον] Aristoteles de lacte pluribus verbis in hist. anim.Γ 20sqq. p.521b17 disseruit, ex quibus conferenda sunt p.523a9—12 cum hoc loco. sed qnae pleniora hic leguntur unde sumpta sint non liquet 9 λέγει] Arist. hist.auim. H 5 p. 585b2 παύεται δὲ ταῖς γυναιξὶ ταῖς μὲν πλείσταις τὰ καταμήνια περὶ τετ- ταράκοντα ἕτη, αἷς δ᾿  ἄν ὑπερβάλῃ τὸν χρόνον τοῦτον, διαμένει μέχρι τῶν πεντήκοντα ἐτῶν, καὶ ἤδη τινὲς ἔτεκον· πλείω δὲ χρόνον οὐδεμία. οἱ δ᾿  ἄνδρες οἱ μὲν πλεῖτοι γεννῶσι μέχρι ἑξήκοντα ἐτῶν, ὅταν δ᾿  ὑπερβάλῃ ταῦτα, μέχρι ἑβδομήκοντα· καὶ ἤδη τινὲς γεγεννήκασιν ἑβδομήκοντα ἐτῶν ὄντες 13 συμβαίνει] Arist.hist.anim.H p. 585b8 συμβαίνει δὲ πολλοῖς καὶ πολλαῖς γυναιξὶ καὶ ἀνδράσι μετ’ ἀλλήλων μὲν συνεζευγμένοις μὴ δύνασθαι τεκνοποιεῖσθαι, διαζευχθεῖσι δέ 14 ὀρεκτικώτεροι] Arist.hist.anim.Ε 8 p.542a32 ὀργᾷ δὲ πρὸς τὴν ὁμιλίαν τῶν ἀνθρώπων τὸ μὲν ἄρρεν ἐν τῷ χειμῶνι μᾶλλον, τὸ δὲ θῆλυ ἐν τῷ θέρει 18 μόνη] Arist.hist.anim. Ε 1 p.539a14 ζῳοτόκα δ᾿  ἐστὶ τῶν τετραπόδων ἔνια, καὶ ἂνθρωπος τῶν διπόδων μόνον 20 Ἀριστοτέλει] non extat locus 21.22 μόνη γυνὴ] Arist.problem.135 p.894b 12 διὰ τί τῶν ζῴων τὰ μὲν χαλεπά ἐστι μετὰ τὸν τόκον, οἶον κύων καὶ ὖς, τὰ δὲ οὐδὲν ἐπιδήλως, οἶον γυνή, πρόβατον; ἢ ὅτι ὅσα μὲν περιττωματικὰ πραέα; ἀπέρχεται γὰρ ἐν τῷ τόκῳ τὰ λυποῦντα. cf.hist.anim.Z4 p. 562b22) [*](1 συνήθους (sic) P: στήθους Rose 2 σκληρὸν Rose: κληρὸν P 8 ἄθρεπτοί εἰσιν, δθεν Rose: ἀθρεπτεῖς. ὅθεν P τρόφιμοι Rose: τρόφιμον ut videtur P 9 παύεσθαι addidit Rose 10 γινομέναις ἔτη Rose: γινομένας ἔστι P 14 μεταζευχθέντας P: διαζευχθέντας ex Arist. supra cit.Sauppe ὀρεκτικώτεροι Sauppe (cf.p.30,13): ὀρεκτότεροι 14.15 ἀλλήλων Sauppe: ἀλλήλοις P 21 τῶν scripsi: τῷ P)

30
δυσχερῆ καὶ ἀπρόσιτα.

(100) μόνη γυνὴ κύουσα ὀχείαν ἐπιδέχεται, τὰ δ’ ἄλλα ζῷα οὐκέτι.

(101) μόνη γυνὴ ἐπαμφοτερίζει· καὶ γὰρ μονοτόκος καὶ διδυμοτόκος καὶ πολυτόκος.

(102) μόνη τὸν λεγόμενον μύλον τίκτει γυνή. τρὶς δὲ τεκοῦσα ἡ γυνὴ οὐκέτι αὔξεται.

(103) ἡ γυνὴ πλείονα κάθαρσιν φέρει τῶν ἄλλων ζῴων. αἱ γλαυκαὶ τῶν γυναικῶν ὑγρότεραι, αἱ δὲ μέλαιναι ἥττονες.

(104) αἱ ὕπανδροι κατακορεῖς πρὸς τὰ ἀφροδίσια, αἱ δὲ τρυφεραὶ ἥττονες.

(105) ὅσαι τῶν γυναικῶν κύουσαι πλεονάκις μετ’ ἀνδρὸς γίνονται, αὖται καὶ εὐμαρέστερον τίκτουσι.

(106) Μόνος ἄνθρωπος τῶν ζῴων νεῖν μανθάνει. μόνος ἄνθρωπος τὰ ὧρα οὐ κινεῖ, εἰ καὶ σπανιάκις ἐστὶ κίνησις. μόναι αἱ τρίχες τοῦ ἀνθρώπου μακρότεραι γίνονται τῶν ἄλλων ζῴων.

(107) 0ἱ λευκοὶ καὶ λεῖοι τῶν ἀνθρώπων πολυγονώτεροι τῶν μελαντέρων. οἱ δασεῖς καὶ δασέα στήθη καὶ πλατέα ἔχοντες ὀρεκτικοὶ μᾶλλον πρὸς τὰς συνουσίας. οἱ γέροντες καὶ οἱ νέοι θηλυγόνοι ὡς ἐπὶ τὸ οἱ τὰ στήθη ψιλὰ καὶ στενὰ ἔχοντες εὐαδίκητοι ὑπὸ τῶν συνουσιῶν.

(108) τῶν κατακόρως συνουσιαζόντων ⟨αἷμα⟩ ἀπορρεῖ.

(109) οἱ ἀραιοὺς [*](1 μόνη] Arist.hist.anim. 4 p. 585a3 δέχεται δ᾿  ὀχείαν κύοντα μάλιστα τῶν ζῴων γυνὴ καὶ ἵππος 2 μόνη] Arist.gener.anim.Δ 4 p. 772a37 ὁ δὲ ἄνθρωπος ἐπαμφοτερίζει πᾶσι τοῖς γένεσιν· καὶ γὰρ μονοτοκεῖ καὶ πολυτοκεῖ καὶ ὀλιγοτοκεῖ ποτε, μάλιστα δὲ μονοτόκον τὴν φύσιν ἐστί. cf.hist.anim.H 4 p. 584b27 3 μόνη] Arist.gener.anim.Δ7 p.775b27 τίκτουσι γὰρ ὅ καλοῦσι μύλην. ef. 776a13 4 τρὶς] Arist.hist.anim.H 1 p. 582a24 δοκεῖ γὰρ οὐδ’ ἡ αὔξησις ἔτι γίνεσθαι μετὰ τοὺς τρεῖς τόκους ἡ γυνὴ]Arist.hist. anim. Ζ 18 p. 572b29 καθάρσεις δὲ γίνονται μὲν καταμηνίων, οὐ μὴν ὅσαι γε ταῖς γυναιξὶν οὐθενὶ τῶν ἄλλων ζῴων 5 αἱ γλαυκαὶ] Arist.hist.anim.H 2 p. 583a10 καὶ ἐν ταῖς ὁμιλίαις δὲ τῶν ἀφροδισίων αἱ λευκότεραι τὴν φύσιν ἐξικμάζουσι ρᾶλλον τῶν μελαινῶν ν. l. μελάνων Aa Ca) 6 αἱ ὕπανδροι] unde haec?  7 ὅσαι] Arist.hist.anim.H 4 p. 584a30 αἱ δὲ πλησιάζουσαι πρὸ τῶν τόκων τοῖς ἀνδράσι θᾶττον τίκτουσιν 9 μόνος ἂνθρωπος] haec nova esse videntur μόνος] Arist.hist.anim.Α11 p.492a22 ἀκίνητον δὲ τὸ οὖς ἄνθρωπος ἔχει μόνος τῶν ἐχόντων τοῦτο τὸ μόριον. cf. 28 10 εἰ καὶ] nova μόναι] Arist.part.anim.B 14 p. 658b2 τὴν δὲ κεφαλὴν ἄνθρωπός ἐστι τῶν ζῴων δασύτατον. cf.hist.anim.Β1 p.498b18 12 οἱ λευκοὶ] Arist.hist.anim.H 2 p. 583a4 πλεῖστον γὰρ ὡς κατὰ τὸ μέγεθος ἀφίησι σπέρμα τῶν ἄλλων ζῴων ἄνθρωπος (διὸ καὶ λειότατον τῶν ζῴων ἐστὶν ἄνθρωπος), καὶ αὐτῶν δ᾿  οἱ ὑγρότεροι τὰς φύσεις καὶ μὴ πολύσαρκοι λίαν, καὶ οἱ λευκότεροι δὲ τῶν μελάνων (v. l.  πολύσαρκοι λεῖοι καὶ λευκότεροι τῶν Da) 13 οἱ δασεῖς] Arist.gener.anim.Δ5 p. 774b1 τῶν ἀνθρώπων οἱ δασεῖς ἀφροδισιαστικοὶ καὶ πολύσπερμοι μᾶλλόν εἰσι τῶν λείων. cf. probl.Δ31 p.880a34 14 οἱ γέροντες] Arist. gener.anim.Δ2 p.766b29 τά τε γὰρ νέα θηλυτόκα μᾶλλον τῶν ἀκμαζόντων, καὶ γηράσκοντα μᾶλλον 15 οἱ τὰ στήθη] Arist.physiogn.6 p. 812b17 οἱ τὰ στήθη ψιλὰ ἄγαν ἔχοντες ἀναιδεῖς· ἀναφέρεται ἐπὶ τὰς γυναῖκας 16 τῶν κατακόρως] Arist.gener.anim.Α 19 p. 726b7 ὅταν τις προσβιάζηται πλεονάκις χρώμενος τῷ ἀφροδισιάζειν, ἐνίοις αἱματῶδες ἤδη προελήλυθεν οἱ ἀραιοὺς] Arist. hist. anim.Β 3 p. 501b22 ὅσοι δὲ πλείους ἔχουσι (ὀδόντας), μακροβιώτεροι ὡς ἐπὶ τὸ πολύ εἰσιν, οἱ δ᾿  ἐλάττους καὶ ἀραιόδοντες ὡς ἐπὶ τὸ πολὺ βραχυβιώτεροι. cf. probl.l 48 p. 896a30) [*](1 ὀχείαν scripsi: ὠχρίαν P 5 γλαυκαὶ P: desideres λευκαὶ (cf. Arist. supra cit.), sed cf.problem.I 11 p. 892a1 διὰ τί οἱ λευκοὶ ἄνθρωποι καὶ ἵπποι ὡς ἐπὶ τὸ πολὺ γλαυκοί; 6 μέλαιναι Sauppe: μέλανες P ἢττονες P: an ἤττον itemque v. 7?  15 στήθη (non στῆθα) P 16 αἶμα addidit Rose ἀραιοὺς Rose: ἀρεοὺς P)

31
τοὸς ὀδόντας ἔχοντες καὶ ἐλάσσονας τῶν τριακονταδύο ὡς ἐπὶ πολὺ ὀλιγοχρόνιοι γίνονται.

(110) μόνος ἄνθρωπος καὶ κόων ἐμεῖ.