De Gymnastica
Philostratus the Athenian
Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
οἱ δὲ ὀνειρώττοντες ἀποκάθαρσις μὲν τῆς ἐπιπολαζούσης εὐεξίας, ὁρῶνται δὲ ὅμως ὕπωχροι καὶ δροσίζοντες καὶ ὑποδεέστεροι μὲν τὴν ἰσχύν, εὐτραφεῖς δὲ ὑπὸ τοῦ καθεύδειν καὶ ἀνεύθυνοι τὸ ἰσχίον καὶ διαρκεῖς τὸ πνεῦμα, ἐν χώρᾳ τε τῶν ἀφροδισιαζόντων ὄντες οὐ
ταὐτόν εἰσιν, ἀλλ᾽ οἱ μὲν καθαίροντες τὴν ἕξιν, οἱ δὲ τήκοντες. κόπων δὲ ἀγαθὴ μάρτυς ἥ τε ἔξωθεν περιβολὴ τοῦ σώματος λεπτοτέρα ἑαυτῆς δοκοῦσα καὶ ἀνοιδοῦσα φλὲψ καὶ κατηφὴς βραχίων καὶ τὰ μυώδη κατεσκληκότα.οἱ μὲν δὴ ὑπερσιτήσαντες, ἤν τε κούφων τύχωσιν, ἤν τε βαρυτέρων ἀγωνισταί, μεταχειριστέοι ταῖς ἐς τὸ κάτω τρίψεσιν, ἵνα τῶν κυριωτέρων τὰ περιττὰ ἀπάγοιτο, γυμναστέοι δὲ πένταθλοι μέν τινα τῶν κούφων, δρομεῖς δὲ μὴ ξυντείνοντες, ἀλλὰ σχολαῖοι καὶ μεῖζόν τι διαβαίνοντες, πύκται δὲ ἀκροχειριζέσθων ἐλαφροί τε καὶ ἀερίζοντες. πάλη δὲ καὶ παγκράτιον ὀρθοὶ μὲν καὶ οἵδε. ἀλλʼ ἀνάγκη κυλίεσθαι. κυλιέσθων μέν, ἀλλʼ ἐπικείμενοι μᾶλλον ἢ ὑποκείμενοι καὶ μηδαμῇ περικυβιστῶντες, ὡς μὴ ἀνιάτῳ τινὶ ἕλκει πηροῖεν τὸ σῶμα. μεταχειριζέσθω τε ὁ γυμναστὴς κούφους τε ὁμοίως καὶ βαρεῖς ταῖς διὰ μετρίου ἐλαίου τρίψεσι τῶν κάτω μάλιστα, καὶ τοῦτο ἀποματτέτω.