De Gymnastica
Philostratus the Athenian
Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
οἶνος δὲ περιττεύσας ἀθλητῶν σώμασιν, ὥστε ἱδρῶτος πολλοῦ πάντα μεστὰ εἶναι, διὰ μετρίων τῶν γυμνασίων ἐκκαλείσθω. οὔτε γὰρ ἐπιγυμνάζειν χρὴ τοὺς τοιούτους, οὔτε ἀνιέναι, τὸ γὰρ διεφθορὸς ὑγρὸν ἀποχετεύειν ἄμεινον, ὡς μὴ τὸ αἷμα ὑπʼ αὐτοῦ κακουργοῖτο. ἀποματτέτω δὲ ὁ γυμναστὴς καὶ ἀποστλεγγιζέτω ξυμμέτρῳ χρώμενος τῷ πήλῳ, ὡς μὴ ἀποφράττοιντο αἱ ἐκβολαὶ τοῦ ἱδρῶτος.
τοὺς δὲ ἐξ ἀφροδισίων ἄμεινον μὲν μὴ γυμνάζειν, οἱ γὰρ στεφάνων καὶ κηρύκων αἰσχρὰν ἡδονὴν ἀλλαξάμενοι ποῦ ἄνδρες; εἰ δὲ ἄρα γυμνάζοιντο, ὑπὲρ νουθεσίας γυμναζέσθων, ἐλεγχόμενοι τὴν ἰσχὺν καὶ τὸ πνεῦμα, ταυτὶ γὰρ μάλιστα αἱ τῶν ἀφροδισίων ἡδοναὶ ἐπικόπτουσιν. ἡ δὲ τῶν
ὀνειρωττόντων ἕξις, ἀφροδίσια μὲν καὶ ταῦτα, ἀκούσια δέ, ὡς ἔφην. γυμναστέοι δὲ ξὺν ἐπιμελείᾳ καὶ τὴν ἰσχὺν ὑποθρεπτέοι μᾶλλον, ἐπειδὴ ἐπιλείπει σαφῶς, κἀξικμαστέοι τοὺς ἱδρῶτας, ἐπειδὴ περιττοὶ τούτοις. ἔστω δὲ ἐνδοσιμώτερα μὲν τὰ γυμνάσια, προηγμένα δὲ ἐς μῆκος, ἵνα τὸ πνεῦμα ἐγγυμνάζοιντο. δεῖ δὲ αὐτοῖς ἐλαίου ξυμμέτρου καὶ πεπαχυσμένου τῇ κόνει, τουτὶ γὰρ τὸ φάρμακον καὶ ξυνέχει τὸ σῶμα καὶ μετρίως ἀνίησιν.