De Gymnastica
Philostratus the Athenian
Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
Προσεκτέα δὲ οὐδὲ ταῖς τῶν γυμναστῶν τετράσιν, ὑφʼ ὧν ἀπόλωλε τὰ ἐν γυμναστικῇ πάντα. ἡγώμεθα δὲ τὴν τετράδα κύκλον ἡμερῶν τεττάρων ἄλλο ἄλλην πράττουσαν· ἡ μὲν γὰρ παρασκευάζει τὸν ἀθλητήν, ἡ δὲ ἐπιτείνει, ἡ δὲ ἀνίησιν, ἡ δὲ μεσεύει. ἔστι δὲ τὸ μὲν παρασκευάζον γυμνάσιον σύντονος πρὸς βραχὺ καὶ ταχεῖα κίνησις ἐγείρουσα τὸν ἀθλητὴν καὶ ὀξὺν τῷ μέλλοντι μόχθῳ ἐφιστᾶσα, τὸ δὲ ἐπιτεῖνον ἔλεγχος ἀπαραίτητος τῆς ἐναποκειμένης ἰσχύος τῇ ἕξει, ἡ δὲ ἀνέσεως ἡμέρα κίνησις ἀκμὴν
ξὺν λόγῳ ἀνακτωμένη, ἡ δὲ μεσεύουσα τῶν ἡμερῶν διαφεύγειν μὲν τὸν ἀντίπαλον, ὑποφεύγοντα δὲ μὴ ἀνιέναι διδάσκει. καὶ τὴν τοιάνδε ἰδέαν πᾶσαν ἁρμονικῶς γυμνάζοντες καὶ τὰς τετράδας ταύτας ὧδε ἀνακυκλοῦντες ἀφαιροῦνται τὴν ἐπιστήμην τὸ ξυνιέναι τοῦ ἀθλητοῦ τοῦ γυμνοῦ, καὶ ὅσα ἀνιᾷ μὲν σιτία, λυπεῖ δὲ οἶνος, βλάπτει δὲ ἡ ἀπʼ ἀφροδισίων καὶ τοῦ ὀνειρώττειν ἕξις καὶ ἀγωνίαι καὶ κόποι καὶ πλείω ἕτερα τὰ μὲν ἑκούσια, τὰ δὲ ἀκούσια. πῶς ἰασόμεθα τοῦτον τετράζοντες καὶ κληροῦντες;τοὺς μὲν δὴ ὑπερσιτήσαντας ὀφρύς τε δηλώσει βαρεῖα καὶ κοῖλον ἆσθμα καὶ κύαθοι κλειδῶν ἀνεστηκότες καὶ οἱ πλάγιοι κενεῶνες ὄγκου τι ἐνδεικνύμενοι, τοὺς δὲ ὑποίνους γαστήρ τε ἑρμηνεύσει περιττὴ καὶ αἷμα ἱλαρώτερον καὶ ἰκμὰς ἡ μὲν κενεῶνος, ἡ δὲ ἐπιγουνίδος, τοὺς δὲ ἐξ ἀφροδισίων ἥκοντας γυμναζομένους μὲν πλείω ἐλέγξει, τὴν ἰσχύν τε γὰρ ὑποδεδωκότες καὶ στενοὶ τὸ πνεῦμα καὶ τὰς ὁρμὰς ἄτολμοι καὶ ἀπανθοῦντες ὑπὸ τῶν πόνων καὶ τὰ τοιαῦτα ῥᾴδιοι ἁλίσκεσθαι, ἀποδύντας δὲ κλείς τʼ ἂν ἐνδείξαιτο κοίλη καὶ ἰσχίον ἄναιμον καὶ πλευρὰ ὑποχαράττουσα καὶ ψυχρότης αἵματος, ὧν εἰ ἐφαπτοίμεθα, οὐκ ἂν εἴη στεφανηφόρος ἀγωνία. λεπτὰ μὲν τούτοις ὑπώπια, λεπτὴ δὲ πήδησις καρδίας, λεπτοὶ δὲ ἱδρώτων ἀτμοὶ, λεπτοὶ δὲ ὕπνοι ἰθύνοντες τὰ σιτία βολαί τε ὀφθαλμῶν πεπλανημέναι καὶ τὸ ἐρᾶσθαι δοκούντων ἀποσημαίνουσαι.