De crisibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
41. Τοῖς μελαγχολικοῖς μετὰ φρενιτικῶν ἐχομένοις αἱμοῤῥοΐδες ἐγγενόμεναι ἀγαθόν.
42. Ὅσοι μαίνονται, αὐτόματοι ἢ ἀπαλλασσόμενοι ἐκ τῶν νούσων, τουτέοις τὴν μανίην ὀδύνη ἐς τοὺς πόδας εἰσελθοῦσα ἢ ἐς [τὸ] στῆθος, ἢ βὴξ ἰσχυρὴ γενομένη λύει· ἐὰν τουτέων μηδὲν γένηται, λυομένης τῆς μανίης, στέρησις τοῦ ὀφθαλμοῦ γίνεται.
43. Ὁκόσοι τῇ γλώσσῃ παφλάζουσι τῶν χειλέων μὴ κρατέοντες, ἐὰν ταῦτα παύσηται, ἔμπυοι γίνονται, ἢ ὀδύνη ἰσχυρὴ ἐν τοῖς κάτω χωρίοις λύει, ἢ κυφότης, ἢ αἷμα πολὺ ἐκ τῶν ῥινῶν ῥυὲν, ἢ μανίη.
44. Τοῦ μεγάλου νοσήματος ἐν ἔθει γενομένου λύσις, ἰσχίων ὀδύνη, ἢ ὀφθαλμῶν διαστροφὴ, ἢ τύφλωσις, ἢ ὀρχίων οἰδήσεις, ἢ τιτθῶν ἄρσις.
45. Καῦσον λύει αἵματος ἐκ ῥινῶν ῥύσις.
46. Ἐν καύσῳ ἐὰν ἐπιλάβῃ ῥῖγος, φιλέει ἐξιδροῦν.
47. Ὑπὸ καύσου ἐχομένῳ, ῥίγεος ἐπιγενομένου, λύσις.
48. Ὅσοις ἐν τοῖσι καύσοισι τρόμοι ἐγγίνονται, παρακοπὴ λύει.
49. Ὅσοις ἂν ἐν τοῖς πυρετοῖς τὰ ὦτα κωφωθῇ, τουτέοισι μὴ λυθέντος τοῦ πυρετοῦ μανῆναι ἀνάγκη· λύει δὲ ἐκ τῶν ῥινῶν αἷμα ῥυὲν, ἢ κοιλίη ἐκταραχθεῖσα χολώδεα, ἢ δυσεντερίη ἐπιγενομένη, ἢ ὀδύνη ἰσχίων ἢ γονάτων.
50. Ὅσοισι πυρετοῖσι ῥῖγος ἐπιγίνεται, ὁ πυρετὸς λύεται.
51. Ὅσοισιν ὀδύναι γίνονται ἐξαπίνης, τὸ ὑποχόνδριον ἐπῆρται ἄνω· καὶ ἐὰν περὶ τὴν νόθον πλευρὴν καὶ περὶ σκέλεα αἱ ὀδύναι γίνωνται, τουτέοισι λύσις φλεβοτομίη καὶ κάθαρσις κάτω· οὐ γὰρ λαμβάνει πυρετὸς ἰσχυρὸς ἀδυνατούντων τῶν χωρίων.
52. Ὑπὸ ὕδρωπος ἐχομένῳ, κατὰ τὰς φλέβας ἐς τὴν κύστιν ἢ κοιλίην ὑδατώδους ῥυέντος, λύσις.
53. Ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἐπιγίνηται ἰσχυρὴ, λύσις.
54. Ὑπὸ διαῤῥοίης ἐχομένῳ ἰσχυρῆς ἔμετος ἐπιγενόμενος ἀπὸ τοῦ αὐτομάτου λύσις.
55. Ὅσοι ὑπὸ διαῤῥοίης πουλὺν χρόνον λαμβάνονται ξὺν βηχὶ, οὐκ ἀπαλλάσσονται, ἐὰν μὴ ὀδύναι ἰσχυραὶ ἐν τοῖς ποσὶν ἐμπέσωσιν· ἢ βούλεται διαστροφὴ γίνεσθαι φύσιος, ἐπειδὰν μὴ διάῤῥοια ἴῃ, ἢ κενὴ διαχώρησις πρὸς πᾶσαν λάβῃ· ἐπιγίνονται γὰρ φῦσαι ἔσωθεν οὖσαι· δῆλον τοίνυν οὐκ ἔχουσιν οὐδὲν ὑγρὸν, ὥστε προσφέρειν, εἰ δεῖ, σῖτα ἀσφαλῶς τῷ οὕτως ἔχοντι.
56. Εἰλεοῦ ἐπιγενομένου, οἶνον ψυχρὸν δίδου πίνειν πουλὺν ἄκρατον κατ’ ὀλίγον, ἕως ὕπνος, ἢ σκελέων ὀδύνη γίνηται· λύει δὲ καὶ πυρετὸς ἢ δυσεντερίη.
57. Κεφαλὴν περιωδυνοῦντι καὶ νοσέοντι, πύου ῥέοντος ἢ κατὰ τὰ ὦτα ἢ κατὰ τὰς ῥῖνας, λύεται τὸ νόσημα.
58. Ὁκόσοισιν ὑγιαίνουσιν ἐξαπίνης ὀδύναι ἐγγίνονται ἐν ταῖς
59. Κεφαλὴν περιωδυνέοντι σικύην πρόσβαλε, ὅ τι ἂν τῶν ἄνω χωρίων πονήσῃ· λύει ὀδύνη ἐς ἰσχία καὶ γούνατα καὶ ἆσθμα, ὅ τι ἂν τουτέων γίνηται.
60. Ὀφθαλμιῶντι ὑπὸ διαῤῥοίης ἁλῶναι ἀγαθόν.