De crisibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861

61. Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐχομένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.

62. Ὑπὸ πυρετοῦ ἐχομένῳ σπασμὸς ἢν λάβῃ, παύεται ὁ πυρετὸς αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ, ἢ τῇ τρίτῃ.

63. Ὁπόταν ξυντεταμένος τὰς χεῖρας καὶ τοὺς πόδας [ᾖ], μανίην ἐμποιέει.

64. Ἢν αἱ φλέβες σφύζωσιν αἱ ἐν ταῖς χερσὶ καὶ τὸ πρόσωπον ἐῤῥωμένον ᾖ, καὶ τὰ ὑποχόνδρια μὴ μαλακὰ, ἀλλὰ ἐπηρμένα ᾖ, χρονίη ἡ νοῦσος· ἄνευ σπασμοῦ [οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν, ἢ ὀδύνης ἐς τὰ ἰσχία].