De crisibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861

21. Τῶν ἱδρώτων κάκιστοί εἰσιν οἱ ψυχροί τε καὶ περὶ τὸν αὐχένα γενόμενοι· οὗτοι γὰρ θανάτους καὶ μῆκος νούσων προσημαίνουσιν.

22. Τὰ ποικίλα ὑποχωρήματα χρονιώτερα μὲν τῶν μελάνων καὶ τῶν ἄλλων θανασίμων ὑποχωρημάτων, οὐδὲν δὲ ἧσσον ὀλέθρια· ἔστι δὲ τοιάδε, ξυσματώδεα, χολώδεα, αἱματώδεα, πρασοειδέα, μέλανα, καὶ τοτὲ μὲν ὁμοῦ πάντα διαχωρέει, τοτὲ δὲ κατὰ μέρος ἕκαστον.

23. Οὖρον δὲ ἐὰν τοτὲ μὲν καθαρὸν οὐρηθῇ, τοτὲ δὲ ὑπόστημα ἔχον λευκόν τε καὶ λεῖον, χρονιώτερα καὶ ἧσσον ἀσφαλῆ ταῦτ’ ἐστὶ τοῦ βελτίστου οὔρου. Ἐὰν πυῤῥὸν καὶ λεπτὸν ᾖ τὸ οὖρον πολὺν χρόνον, κίνδυνος μὴ οὐ δύνηται διαρκέσαι ὁ ἄνθρωπος, ἕως ἂν πεπανθῇ τὸ οὖρον· καὶ ἢν ἄλλως περιεσομένου σημεῖα ᾖ, προσδέχου τουτέοις ἀπόστασιν προσεσομένην ἐς τὰ κάτω τῶν φρενῶν χωρία.

24. Ἐν τοῖσι πυρετοῖσιν ἐὰν μεταβολὰς ἔχῃ τὸ οὖρον, χρόνον τε σημαίνει, καὶ ἀνάγκη τῷ ἀσθενέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ θάτερα.

25. Ἢν ἀρχόμενα οὖρα μὴ ὅμοια ᾖ, ἀλλὰ γένηται παχέα ἐκ λεπτῶν καὶ παντελῶς λεπτὰ, δύσκριτα καὶ ἀβέβαια τὰ τοιαῦτα.

26. Φυχροὶ ἱδρῶτες ξὺν μὲν ὀξεῖ πυρετῷ θανάσιμοι, ξὺν δὲ πρηυτέρῳ μῆκος σημαίνουσι τῆς νούσου.

27. Καὶ ὅκου τοῦ σώματος θερμὸν, ἢ ψυχρὸν, ὅπου τοῦτο ἔνι, ἐνταῦθα ἡ νοῦσος.

28. Καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ ὀξεῖαι γίνονται, καὶ ἢν τὸ σῶμα ψύχηται, ἢ αὖθις θερμαίνηται, ἢ τὸ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλληται, μῆκος νούσου σημαίνουσιν.

286

29. Κἢν πυρέσσοντι ἱδρὼς ἐπιγένηται μὴ ἐκλείποντος τοῦ πυρετοῦ, κακόν· μηκύνει γὰρ ἡ νοῦσος καὶ ὑγρασίην σημαίνει.

30. Πυρέσσοντι ψυχροὶ ἱδρῶτες ἐπιγενόμενοι μακρὸν τὸν πυρετὸν σημαίνουσιν.

31. Ἱδρὼς πουλὺς ἀκρήτως γινόμενος ὑγιαίνοντι νόσον σημαίνει, θέρεος μὲν μείω, ψύξεως δὲ πλείω.

32. Οἷσι τὰ ὑποχωρήματα, ἐὰν ἐάσῃς ξυστῆναι, ὑφίσταται ὁκοῖον ξύσματα, ἢν ὀλίγα, ὀλίγη ἡ νοῦσος, ἢν πολλὰ, πολλή· τουτέοισι ξυμφέρει τὴν κοιλίην ἐπικλύζειν. Ὁκόσοις δὲ ἐν τῇ κάτω ὑποχωρήσει χολῆς μελαίνης ὕπεστιν, ἢν πλεῖον, πλείων ἡ νοῦσος, ἢν ἐλάσσω, ἐλάσσων.

33. Ἐὰν αἱ φλέβες σφύζωσι, καὶ τὸ πρόσωπον ἐῤῥωμένον ᾖ, καὶ τὰ ὑποχόνδρια μὴ λαπαρὰ, ἀλλὰ ἐπηρμένα, χρονίη ἡ νοῦσος, καὶ ἄνευ σπασμοῦ οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινέων ῥύσιος, ἢ ὀδύνης ἰσχυρῆς.

34. Καὶ οἱ παλμοὶ ἐν τῇσι χερσὶ πουλυχρονίου πυρετοῦ σημεῖον, ἢ κρίσεως ξυντόμου ἐπὶ τὸ κάκιον· καὶ ἐπὶ τούτων τὰ πλεῖστα ἅπερ ἐς θάνατον.

35. Τοῖσιν ἐλαχίστῳ χρόνῳ μέλλουσιν ἀπόλλυσθαι μέγιστα σημεῖα ἀπ’ ἀρχῆς γίνεται· δυσπνόητοι γάρ εἰσιν καὶ οὐ κοιμέονται τὰς νύκτας καὶ τὰ σημεῖα προφαίνουσιν ἐπικίνδυνα.

36. Ξυνεχοῦς δὲ πυρετοῦ ἐὰν τεταρταῖος πονῆται καὶ ἑβδομῖος, καὶ μὴ κριθῇ ἑνδεκαταῖος, ὀλέθριος ὡς τὰ πολλὰ.

37. Ὅσοι ὑπὸ τετάνου ἁλίσκονται, ἐν ταῖς τέσσαρσιν ἡμέραις ἀπόλλυνται· ἢν δὲ ταύτας ἀποφύγωσιν, ὑγιέες γίνονται.

38. Ἐν τοῖσι καύσοισιν, ἐὰν ἐπιγένηται ἴκτερος καὶ λὺγξ πεμπταίῳ ἐόντι, θανατῶδες.

288

39. Ὑποστροφαὶ λαμβάνονται οἷς ἂν ἀπυρέτοισι γενομένοισιν ἀγρυπνίαι ἐῤῥωμέναι προσγίνωνται, ἢ ὕπνοι ταραχώδεες, ἢ ἀῤῥωστίη τοῦ σώματος, ἢ ἀλγήματα ἑνὸς ἑκάστου τῶν μελέων, καὶ ὅσοις ἂν οἱ πυρετοὶ παύσωνται, μήτε σημείων γενομένων λυτηρίων μήτ’ ἐν ἡμέρῃσι κρισίμῃσι· καὶ ἐὰν, ἐκλελοιπότος τοῦ πυρετοῦ καὶ ἱδρῶτος ἐπιγενομένου, πυῤῥὸν οὖρον οὐρήσῃ, λευκὴν ὑπόστασιν ἔχον, προσδέχου τούτοις ὑποστροφὴν πυρετοῦ αὐθημερόν· αὗται δὲ αἱ ὑποστροφαὶ πεμπταῖαι κρίνονται ἀκίνδυνοι. Καὶ ἢν, κρίσιος ἐκγενομένης, οὖρον ἐρυθρὸν οὐρήσῃ ὑπόστασιν ἔχον ἐρυθρὴν, καὶ τουτέοις ὑποστροφὴ γίνεται τοῦ πυρετοῦ αὐθημερὸν, καὶ ὀλίγοι ἐκ ταύτης σώζονται. Ὅταν ὑποστρέφῃ ὁ καῦσος, τὰ πολλὰ καὶ ἐξιδροῖ καὶ ἢν ἡμέρας λάβῃ ὑποστρέψας ὅσας τὸ πρῶτον· ὑποτροπιάζει δὲ καὶ τρὶς [ὁ] πυρετὸς, ἢν μὴ περισσῇ ἡμέρῃ ἀφῇ ὑποτροπιάσας. Τὰ πολλὰ ἐὰν, ἀπέπτων ἐόντον τῶν οὔρων, καὶ τῶν ἄλλων σημείων μὴ κατὰ λόγον ἐόντων, ἡ νοῦσος [μὴ] κρισίμῃ ἡμέρῃ [ἀφῇ,] ὑποτροπιάζει· ὁτὲ δὲ καὶ ὑποστρέφει ἐν κρισίμῃ ἡμέρῃ, τουτέων καταλειπομένων τοιούτων.

40. Τὰ παρ’ οὖς οἷς ἀμφὶ κρίσιν γενόμενα μὴ ἐκπυήσει, τουτέων ἀπαλλασσομένων, ὑποστροφὴ γίνεται κατὰ λόγον τῶν ὑποστροφῶν, ὁμοίᾳ περιόδῳ· ἐπὶ τουτέοις ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι, ἢ οὖρον παχὺ, οἷον τὸ λευκὸν ἐπὶ τοῖς κοπιώδεσι τεταρταίοισι, ῥύεται τῆς ἀποστάσιος· ἐνίοις δὲ τουτέων καὶ αἱμοῤῥαγίαι γίνονται ἐκ τῶν ῥινέων,

290
καὶ πάνυ ταχὺ λύεται· καὶ τούτοις πῦα ἀποχωρέουσιν ὑγιάζεται ἡ νοῦσος.