De crisibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
1. Περὶ κρισίων ξυντόμων ἐπὶ τὸ ἄμεινον τὰ μὲν πλεῖστα ταὐτὰ ἐστὶν, ἅπερ ἐς ὑγίην σημεῖα. Ἱδρῶτες γὰρ ἄριστοί εἰσιν καὶ τάχιστα πυρετὸν παύοντες οἱ ἐν τῇσι κρισίμῃσιν ἡμέρῃσι γινόμενοι καὶ τελέως τὸν πυρετὸν ἀπαλλάσσοντες· ἀγαθοὶ δὲ καὶ ὅσοι διὰ παντὸς τοῦ σώματος γενόμενοι εὐπετεστέρως τὸ νόσημα φέρειν ποιήσουσιν· οἳ δ’ ἂν τουτέων τι μὴ ἐργάσωνται, οὐ λυσιτελέσουσι γινόμενοι.
2. Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα πρὸς τὴν κρίσιν ἰούσης τῆς νόσου· ἔστω δὲ ὑπόπυῤῥον καὶ μὴ σφόδρα δυσῶδες· ἐπιτήδειον δὲ καὶ ἕλμινθας ἐξιέναι πρὸς τὴν κρίσιν.
3. Οὖρον δὲ ἄριστόν ἐστιν, ὃ ἂν ἔχῃ λευκότατον ὑπόστημα καὶ λεῖον καὶ ὁμαλὸν παρὰ πάντα τὸν χρόνον ἕως ἂν κριθῇ τὸ νόσημα· σημαίνει γὰρ ἀσφαλέα καὶ ὀλιγοχρονίην τὴν νοῦσον ἔσεσθαι. Ἢν ἱδρῶτος ἐγγενομένου ἡ νούσος ἐκλίπῃ, καὶ τὸ οὖρον πυῤῥὸν θεωρηθῇ λευκὴν ὑπόστασιν ἔχον, τουτέοισιν αὐθημερὸν ὑποστροφὴ τοῦ πυρετοῦ γίνεται, οὗτος καὶ ἐν πέντε ἀκινδύνως κρίνεται.
4. Τοῖσιν ἐλαχίστῳ χρόνῳ μέλλουσιν ὑγιάζεσθαι μέγιστα σημεῖα ἅπαξ γίνεται· ἀπονώτεροι γὰρ διατελοῦσιν καὶ ἀκίνδυνοι, καὶ τὰς νύκτας κοιμέονται, καὶ τὰ ἄλλα σημεῖα προφαίνουσιν ἀσφαλέα.
5. Οἷς ἐν πυρετῷ μὴ θανατώδει κεφαλῆς ἄλγημα καὶ τὰ ἄλλα περιεστικὰ σημεῖα, χολὴ τουτέων κρατεῖ.
6. Οἷς ἂν ἄρξηται ὁ πόνος τῇσι πρώτῃσιν ἡμέρῃσιν, τεταρταῖοί
7. Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν ἀπόλλυνται οἱ ἄνθρωποι καὶ ἐξ ὧν περιγίνονται· οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων τεταρταῖοι παύονται ἢ πρόσθεν· οἵ τε φονικώτατοι καὶ ἐπὶ σημείων δεινοτάτων γινόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν· ἡ μὲν οὖν πρώτη ἔφοδος οὕτως τελευτᾷ. Ἡ δ’ ἑτέρη ἐς ἑπτὰ περιάγει, ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην, ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν· αὗται μὲν οὖν ἐπὶ τῶν ὀξυτάτων διὰ τεσσάρων ἐς τὰς εἴκοσι προσθέσεις. Οὐ δύναται δὲ ὅλαις ἡμέραις οὐθὲν τουτέων ἀριθμεῖσθαι ἀτρεκέως· οὐδὲ γὰρ οἱ ἐνιαυτοί τε καὶ μῆνες ὅλαις ἡμέραις πεφύκασιν.
8. Ἐν τοῖσι καύσοισι τὰ ἀγαθὰ σημεῖα γινόμενα, οἷα ἐν τοῖσιν ὑγιεινοῖσι γέγραπται, μείονα μὲν ἐόντα ἐς τρίτην ἄνεσιν δηλοῖ, παχύτερα δὲ αὔριον, πάνυ παχέα δὲ αὐθημερόν.
9. Ἐν τοῖσι καύσοισιν ἢν ἑβδομαίῳ ὕστερον ἐπιγένηται ἴκτερος, δῆλον ἀνίδρωτος· τὸ γὰρ νόσημα οὐ φιλέει ἔτι ἱδροῦν, οὐδὲ ἄλλῃ ἀφίστασθαι οὐδαμῇ, ἀλλὰ ὑγιὴς γίνεται.
10. Ἀνάγκη τοῦ θερμοῦ ἀπιόντος [καὶ] ἐφ’ ἑωυτὸ τὸ ὑγρὸν ἑλκύσαντος, τῷ πυρετῷ κρίσιν γενέσθαι διὰ τὰ οὖρα τὰ ἀποχωρέοντα ἢ καὶ τὰ διαχωρήματα κοιλίης, ἢ αἵματος ἐκ τῶν ῥινέων ῥύσιν, ἢ οὔρησιν πολλὴν, ἢ διαῤῥοίην ἰσχυρὴν, ἢ ἱδρῶτα, ἢ ἔμετον, γυναικὶ δὲ καὶ ἐπιμηνίων ὁδόν· μάλιστα μὲν οὖν ταῦτα ποιέει κρίσιν, ἢ ὅ τι ἂν τουτέων ἐγγὺς γίνηται· ποιέει δὲ καὶ ἕτερα κρίσεις, ἧττον μὲν τουτέων.
11. Ἴκτερος δὲ ἢν ἑβδομαίῳ ἐπιγένηται, ἢ ὕστερον ἐν καύσῳ καὶ δυσχέρεια, σιάλου πολλοῦ ἀποχώρησις· ἔν τε τοῖς καυσώδεσι πυρετοῖς καὶ τοῖς ἄλλοις, ἢν, μηδενὸς τουτέων τῶν σημείων γενομένου, ἀφίῃ ὁ πυρετὸς, ἀνάγκη τοιάσδε κρίσιας ἀντὶ τουτέων γενέσθαι, ἢ φυμάτων μεγάλων ἀπόστασιν, ἢ ὀδύνας ἰσχυρὰς ἀπὸ τῆς ἀποστάσιος, ἢ τηκεδόνας τῶν ὑγρῶν ἐκ τοῦ θερμοῦ. Κρίσιες δὲ καὶ ἀφέσιες τῶν καῦσον σημαινόντων, μακροτέρα ἡ νοῦσος· τῶν δὲ ἰσχυρῶν, θάνατος ὡς ἐπὶ τὸ πουλύ· οἱ δὲ λοιποὶ ἀσφαλέες παύονται καῦσοι ἑβδομαῖοι ἢ τεσσαρεσκαιδεκαταῖοι. Φιλέει δὲ καὶ ἐς λιπυρίην περιίστασθαι, καὶ λαμβάνει μάλιστα τεσσαράκοντα ἡμέρας καὶ ἐξηπιαλοῦται· καὶ ἡ λιπυρίη τῆς αὐτῆς ἡμέρης λαμβάνει τε καὶ μεθίησι· γίνεται δὲ καὶ τῆς κεφαλῆς ὀδύνη· ἐὰν δὲ μὴ μεθίῃ αὐτὸν ἡ λιπυρίη ἐν ταῖς τεσσαράκοντα ἡμέραις, ἀλλ’ ἀχθῇ καὶ ὀδύνη ἔχῃ τὴν κεφαλὴν, καὶ φλυηρέῃ, ἐπικάθηρον αὐτόν. Λήγοντος δὲ καύσου, ἂν ἐπιγένηται ἴκτερος, οὐ φιλέει ἔτι ἱδροῦν, οὐδ’ ἄλλῃ ἀφίστασθαι οὐδαμῇ, ἀλλ’ ὑγιὴς γίνεται.
12. Τριταῖος κρίνεται ἐν ἑπτὰ περιόδοισιν ὡς ἐπὶ τὸ πουλύ.
13. Ὁκόσοις ἐν ἀφορήτοις πυρετοῖς τῇ ἑβδόμῃ, ἢ τῇ ἐνάτῃ, ἢ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι γίνονται, ἀγαθὸν, ἐὰν μὴ τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν γένηται· εἰ δὲ μὴ, ἐνδοιαστόν.
14. Τὰ ὀξεὰ νοσήματα κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν ὡς ἐπὶ τὸ πουλύ.
15. Ἱδρῶτες πυρεταίνουσιν ἢν γίνωνται τριταίοις καὶ πεμπταίοις καὶ ἑβδομαίοις καὶ ἐναταίοις καὶ ἑνδεκαταίοις καὶ τεσσαρεσκαιδεκαταίοις καὶ μίῃ καὶ εἰκοσταίοις καὶ τριηκοσταίοις, οὗτοι οἱ ἱδρῶτες νούσους κρίνουσιν· οἱ δὲ μὴ οὕτως γινόμενοι πόνους σημαίνουσιν.
16. Αἱ πεπάνσιες τῶν οὔρων κατὰ μικρὸν ἐκπεπαινόμεναι, ἐν
17. Ἐν τοῖσιν ὑποχονδρίοισιν οἰδήματα μαλθακὰ καὶ ἀνώδυνα καὶ ὑπείκοντα ἐπεὶ θιγγάνῃς αὐτέου, χρονιωτέρας μὲν τὰς κρίσιας ποιέει, ἧσσον δὲ φοβερὰς τῶν ἐναντίων τουτέοις φυμάτων· ὡσαύτως δὲ ἔχει καὶ περὶ τῶν ἐν τῇ ἄλλῃ κοιλίῃ φυμάτων.
18. Οὔρων δὲ ἢν τὸ μὲν οὐρηθὲν καθαρὸν ᾗ, τὸ δ’ ὑπόστημα λευκόν τε καὶ λεῖον ἔχῃ, χρονιωτέρη ἡ κρίσις, ἢ καὶ ἧσσον ἀσφαλὲς τοῦ βελτίστου οὔρου· ἢν δέ ποτε ὑπέρυθρον [τὸ] οὖρον καὶ τὸ ὑπόστημα ὑπέρυθρον καὶ λεῖον, πουλυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου, σωτήριον δὲ κάρτα.
19. Ὁκόσα δὲ ποδαγρικὰ νοσήματα γίνεται, ταῦτα ἐν τεσσαράκονθ’ ἡμέραις ἀφλέγμαντα καθίστανται.
20. Ἅπερ ἐς θάνατον ἐν ἡμέρῃ καὶ νυκτὶ κρίνεται, ἅπερ ἀσθενεώσεως σημεῖα, οἷον φαρμακοποσίης, κοιλίης ἐκταράξεως καὶ ἄνω