De alimento
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
46. Δύναμις τροφῆς κρέσσων ἢ ὄγκος, ὄγκος τροφῆς κρεσσων ἢ δύναμις, καὶ ἐν ὑγροῖσι καὶ ἐν ξηροῖσιν.
47. Ἀφαιρέει καὶ προστίθησιν οὐ τωὐτὸ, τῷ μὲν ἀφαιρέει, τῷ δὲ προστίθησι τωὐτό.
48. Φλεβῶν διασφύξιες καὶ ἀναπνοὴ πνεύματος καθ’ ἡλικίην, καὶ ξύμφωνα καὶ διάφωνα, καὶ νούσου καὶ ὑγιείης σημήϊα, καὶ ὑγιείης
118
μᾶλλον ἢ νούσου, καὶ νούσου μᾶλλον ἢ ὑγιείης· τροφὴ γὰρ καὶ πνεῦμα. 49. Ὑγρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ξηρὴ· ξηρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ὑγρή· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐπρόσθετος εὐεξανάλωτος.
50. Καὶ ὁκόσοι ταχείης προσθέσιος δέονται, ὑγρὸν ἴημα ἐς ἀνάληψιν δυνάμιος κράτιστον· ὁκόσοι δὲ ἔτι ταχυτέρης, δι’ ὀσφρήσιος· ὁκόσοι δὲ βραδυτέρης προσθέσιος δέονται, στερεῇ τροφῇ.