De alimento

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861

41. Σιτίον νέοισιν ἀκροσαπὲς, γέρουσιν ἐς τέλος μεταβεβλημένον, ἀκμάζουσιν ἀμετάβλητον.

42. Ἐς τύπωσιν λεβ ἠέλιοι, ἐς κίνησιν οβ, ἐς τελειότητα σιβ·

114
ἄλλοι, ἐς ἰδέην μέ, ἐς κίνησιν β, ἐς ἔξοδον σοβ· ἄλλοι, β ἐς ἰδέην, ἐς πρῶτον ἅλμα ρβ, ἐς τελείοτητα β· ἐς διάκρισιν β, ἐς μετάβασιν β, ἐς ἔκπτωσιν σμβ· οὐκ ἔστι καὶ ἔστι· γίνεται δὲ ἐν τούτοισι καὶ
116
πλείω καὶ ἐλάσσω, καὶ ὅλον καὶ κατὰ μέρος, οὐ πολλὸν δὲ καὶ πλείω πλείω καὶ ἐλάσσω ἐλάσσω, τοσαῦτα καὶ ὅσα ἄλλα τούτοισιν ὅμοια.

43. Ὀστέων τροφῂ ἐκ κατήξιος, ῥινὶ δὶς πέντε, γνάθῳ καὶ κληβδι καὶ πλευρῇσι διπλάσιαι, πήχει τριπλάσιαι, κνήμῃ καὶ βραχίονι τετραπλάσιαι, μηρῷ πενταπλάσιαι, καὶ εἴ τι ἐν τούτοισι δύναται πλέον ἢ ἔλασσον.

44. Αἷμα ὑγρὸν καὶ αἷμα στερεόν· αἷμα ὑγρὸν ἀστεῖον, αἷμα ὑγρὸν φλαῦρον· αἷμα στερεὸν ἀστεῖον, αἷμα στερεὸν φλαῦρον· πρός τι πάντα φλαῦρα καὶ πάντα ἀστεῖα.

45. Ὁδὸς ἄνω κάτω, μία.