De alimento
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
51. Μῦες στερεώτεροι δυσέκτηκτοι [μᾶλλον] τῶν ἄλλων, παρὲξ ὀστέου καὶ νεύρου· δυσμετάβλητα τὰ γεγυμνασμένα, κατὰ γένος αὐτὰ ἑωυτῶν ἰσχυρότερα ἐόντα, διὰ τοῦτο αὐτὰ ἑωυτῶν δυστηκτότερα.
52. Πῦον τὸ ἐκ σαρκός· πυῶδες τὸ ἐξ αἵματος καὶ ἐξ ἄλλης ὑγρασίης· πῦον τροφὴ ἕλκεος· πυῶδες τροφὴ φλεβὸς, ἀρτηρίης.
120
53. Μυελὸς τροφὴ ὀστέου, διὰ τοῦτο ἐπιπωροῦται.
54. Δύναμις πάντα αὔξει καὶ τρέφει καὶ βλαστάνει.
55. Ὑγρασίη τροφῆς ὄχημα.