De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

213. Περὶ μὲν τῶν γινομένων τῇσι γυναιξὶν ἐφ’ ἑκάστοισι τῶν παθημάτων πρότερον εἴρηται· νυνὶ δὲ ἀποφανέω, δι’ ἃς αἰτίας ἄφοροι γυναῖκες τὸ πάμπαν, καὶ διότι οὐ τίκτουσι κρὶν ἰηθέωσιν. Φημὶ δὲ τοῦτο αἴτιον εἶναι· ἢν στραφῇ τὸ στόμα τῶν μητρέων πάμπαν ἀπὸ τοῦ αἰδοίου, οὐ κυΐσκεται· οὐ γὰρ δέχονται αἱ μῆτραι τὴν γονὴν, ἀλλ’ ἔξω αὐτίκα ἔρχεται. Γίνεται δὲ τοῦτο καὶ ἢν ὀλίγον παραστραφῇ τὸ στόμα τῶν ὑστερέων ἀπὸ τοῦ αἰδοίου παρὰ φύσιν· καὶ ἢν μεμύκῃ τὸ στόμα τῶν μητρέων πάμπαν, οὐδ’ οὕτω δέχονται, οὐδ’ ἢν ἁρμοῖ μεμύκῃ μᾶλλον ἢ δεῖ. Δῆλον δὲ τουτέων ἕκαστόν ἐστι τῶν εἰρημένων· ἢν μὲν γὰρ ἀπεστραμμένον ᾖ πάμκαν ἢ μεμυκὸς, τὰ καταμήνια οὐκ ἔρχεται τὸ παράπαν, ἢ ἔρχεται βιαίως ξὺν νούσῳ, ἢν βιάσηται τὸ αἷμα τὰς μήτρας στραφῆναι κατ’ ἰθέα· κἢν ἀποκαθαρθῇ ἡ γυνὴ, ἔστιν ὅτε αὖτις ἀποστρέφεται τὸ στόμα τῶν μητρέων ἀπὸ τοῦ αἰδοίου· ἢν δὲ ὀλίγον παρακεκλιμένον ᾖ ἢ ἁρμοῖ μεμύκῃ, χωρέει μὲν τὰ καταμήνια, χωρέει δὲ βιαίως καὶ κατ’ ὀλίγον ἐπὶ πολλὰς ἡμέρας. Ταῦτα δὲ πάντα δῆλα γίνεται, εἰ οὕτως ἔχει, ψηλαφώσῃ γυναικὶ, καὶ ἢν τούτων τι ᾖ, μελεδανθεῖσα ἡ γυνὴ φορὸς γίνεται· ἔστι δὲ καὶ ὅτε αὐτομάτη. Τούτων δὲ ἕκαστον διότι γίνεται εἰρήσεται, εἴρηται δὲ ἐν τοῖσι γυναικείοισι νουσήμασιν. Ἢν δὲ λεῖαι ἔωσιν αἱ μῆτραι, γίνεται δὲ τοῦτο καὶ φύσει ἐνίῃσι, καὶ ἢν ἕλκεα ἐγγενόμενα μεγάλας οὐλὰς ἐγκαταλίπῃ, καὶ ἢν λεῖαι ἔωσιν,

410
οὐ λαμβάνει ἡ γυνὴ ἐν γαστρί· τὴν γὰρ γονὴν δέχονται μὲν αἱ μῆτραι, ἢν μή τι αἴτιον ἄλλο ᾖ, ξυλλαμβάνουσιν δὲ οὔ· ἀλλὰ τὸν σπόρον ἔξω χαλῶσι. Δῆλον δὲ μάλιστά ἐστι ψηλαφώσῃ, καὶ εἰρομένῃ εἴ ποτε ἐν τῇσι μήτρῃσιν ἕλκεά οἱ ἐγένοντο. Τὰ δὲ καταμήνια ὑγιηρῶς μὲν ἐν τουτέῳ τῷ νοσήματι χωρέει· ἀνίητος δὲ γίνεται ὡς ἐπὶ τὸ πλέον ἡ τοιαύτη. Γίνεται δὲ καὶ τοῦτο αἴτιον τοῦ μὴ συλλαμβάνειν ἐν γαστρὶ, ἢν ἕλκος γένηται ἐν τῇσι μήτρῃσιν ὑπὸ παθήματος τούτων τῶν εἰρημένων καὶ μὴ ταχὺ ὑγιανθῇ, ἀλλὰ μολυνθῇ. Παραμένει γὰρ τὸ ἕλκος ἐπὶ πουλὺν χρόνον, ὥσπερ καὶ τὸ ἐν ὠτὶ ἐὸν, καὶ ὄζει πονηρὸν ἡ γυνὴ, καὶ ἔστιν ὅτε ἰχὼρ ῥέει αὐτῇ ἐκ τοῦ αἰδοίου κάκοδμος, καὶ μέχρις ἂν ἔχῃ τὸ ἕλκος, οὐ λαμβάνει ἐν γαστρί· οὐ γὰρ συλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν. Ταύτῃ τὰ καταμήνια χωρέει ὑγιηρῶς· ἐν ψηλαφήσει δὲ μάλιστα γίνεται δῆλον καὶ ἐρωτήσει περὶ τῶν εἰρημένων· μελεδανθεῖσα δὲ φορὸς γίνεται· ὀλίγαι δὲ ἐλπίδες εἰσίν. Ἢν δὲ τῶν καταμηνίων ἐλλειφθέν τι ἐν τῇσι μήτρῃσι [μὴ] ἔκρηξιν ἔχῃ, θερμανθὲν δὲ καὶ αὖθις ψυχωθὲν περὶ τὸ στόμα [ᾖ] ἢ ὀλίγον ἐνδοτέρω, οὐδ’ οὕτω λαμβάνει ἐν γαστρί· ἕργμα γὰρ τοῦτο ἐπικείμενον οὐ παρίησι τὴν γονὴν ἰέναι ὅκου δεῖ. Καὶ ἢν μὲν ἐν ἀρχῇ μελεδαίηται, ὑγιαίνει καὶ φορὸς γίνεται· ἢν δὲ χρόνος ἐγγένηται, ἄφορος μένει· δῆλον δὲ τὸ πάθημα ψηλαφήσει μάλιστά ἐστι, σκληρὸν γάρ τι ἐγγίνεται. Καὶ ἢν χάνωσι μᾶλλον τοῦ καιροῦ αἱ μῆτραι, οὐδὲ οὕτω κυΐσκεται· οὐ γὰρ ξυλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν· δῆλον δὲ ἔσται καὶ τοῦτο ψηλαφήσει· καὶ
412
τὰ καταμήνια ἔρχεται ἁλέα καὶ ἐπ’ ὀλίγας ἡμέρας· γίνεται δὲ καὶ φύσει τὸ πάθημα τοῦτο καὶ ὑπὸ νοσημάτων τῶν εἰρημένων. Κἢν μὲν φύσει ᾖ, ἀνίητος ἡ νοῦσος· ἢν δὲ μὴ, οὔ. Ἢν μὴ ὑγιηρὰ χωρέῃ τὰ καταμήνια, οἷα τῆς γυναικὸς μὴ ὑγιηρῆς ἐοὔσης, οὐδὲ οὕτω κυΐσκεται· οὐ γὰρ πήγνυται ὑπὸ τοῦ αἵματος νοσεροῦ ἐόντος, ἀλλὰ διοῤῥοῖ τὴν γονὴν τὸ αἷμα τὸ κατιὸν ἀπὸ τοῦ σώματος νοσερὸν ἐόν· διοῤῥωθεῖσα δὲ ἡ γονὴ ἐξέρχεται ἔξω τῷ χρόνῳ ἢ ὀλίγῳ ἢ πολλῷ ξὺν ἰχῶρι. Δῆλον δέ ἐστι τῷ σώματι τῆς γυναικὸς καὶ τοῖσι καταμηνίοισι· χωρήσει γὰρ τὰ καταμήνια αὐτῇ οἷα εἴρηται, ἤν τε χολώδης ἤν τε φλεγματώδης ἤν τε ὑδρωποειδὴς ἔῃ· ἐν τάχει δὲ μελεδανθεῖσα φορὸς γίνεται· ἢν δὲ μὴ, οὔ. Ἢν δὲ γυναικὶ μὴ χωρέῃ τὰ καταμήνια πάμπαν ὑπὸ παθημάτων τῶν εἰρημένων, καὶ οὕτως οὐ ξυλλαμβάνει· αἱ γὰρ φλέβες τοῦ αἵματος πλήρεις ἐοῦσαι τὴν γονὴν οὐ δέχονται, καὶ ἐν τῇσι μήτρῃσιν αἵματος ἐνεῖναί τι χρονίου πᾶσα μηχανὴ, ὅ τι ἀποκωλύει τὴν γονὴν τρέφεσθαι. Ἢν δὲ ἐλάσσω τὰ καταμήνια χωρέῃ τοῦ δέοντος, οὐδὲ οὕτω κυΐσκεται· αἴτια δὲ τὰ ἐν τῇ προτέρῃ νούσῳ προειρημένα· δῆλον δὲ καὶ τοῦτο ἐν τῇ ἐρωτήσει. Κἢν μὲν φύσει ὀλίγα χωρέῃ τὰ καταμήνια, ἀνίητος γίνεται· ἢν δὲ ὑπὸ παθήματος τουτέων τινὸς τῶν εἰρημένων, μελεδανθεῖσα ἐν τάχει φορὸς ἔσται. Καὶ ἢν πλείονα τοῦ δέοντος χωρέῃ τῇ γυναικὶ τὰ καταμήνια, οὐδ’ οὕτως ἐν γαστρὶ λαμβάνει· αἱ γὰρ μῆτραι, κεκενωμένου τοῦ αἵματος, οὐ ξυλλαμβάνουσι τὴν γονὴν ὑπὸ ἀσθενείης· ἂν δὲ ἄρα καὶ ξυλλάβωσιν, κατελθὸν τὸ αἷμα πολλὸν ἐξαπίνης ἐπὶ τὰς μήτρας τῆς γυναικὸς ἀποπνίγει τὴν γονήν. Δῆλον δὲ καὶ τόδε τοῖσιν ἐπιμηνίοισιν
414
ὁκόσα πολλὰ χωρήσει· καὶ ἢν μὲν φύσει ἡ γυνὴ πολλὰ χαλᾷ τὰ καταμήνια, ἄφορος γίνεται· ἢν δὲ μὴ φύσει, ἀλλ’ ὑπὸ παθήματός τινος τῶν εἰρημένων, μελεδανθεῖσα φορὸς ἔσται. Καὶ ἢν τὸ στόμα τῶν μητρέων ἐκπέσῃ τοῦ αἰδοίου, οὐδὲ οὕτω λαμβάνει ἐν γαστρί· τό τε γὰρ στόμα σκληρὸν γίνεται, καὶ οὐ δέχεται τὴν γονὴν, καὶ οἰδέει, καὶ ταύτῃ ἄφορος γίνεται τὸ πάμπαν· δῆλον δὲ τὸ πάθημα τοῦτο δι’ ὅ τι γίγνεται. Καὶ ἢν μὴ χωρέῃ τὰ καταμήνια κατὰ τὸ προσῆκον, ἀλλὰ κάτω ὁρμῇ ἐς τὴν ἕδρην, οὐδὲ οὕτω λαμβάνει ἐν γαστρί· δῆλον γὰρ ὅτι τὸ στόμα τῶν μητρέων ἐκτέραπται ἀπὸ τοῦ αἰδοίου ἢ μέμυκε· καὶ ἢν μὲν κατὰ τὴν ἕδρην ᾖ ἐστραμμένον τὸ στόμα ἢ μεμύκῃ, μελεδανθεῖσα φορὸς γίνεται· δῆλον δὲ ἑκάτερόν ἐστι τῇ ἐρωτήσει καὶ ἀποκρίσει· ἢν γὰρ τὰ καταμήνια ἑκάστω ὧδε εἴη, ἡ νοῦσος ταύτῃσι δῆλον ὅτι αἰτίη ἐστί. Τοσαῦτα καὶ τοιαῦτα τῇσι γυναιξίν ἐστι, δι’ ἃ οὐ τίκτουσι πρὶν ἂν ἰηθέωσι, καὶ δι’ ὅσα ἄφοροι γίνονται τὸ πάμπαν· ὥστε θαυμάζειν τὰς γυναῖκας οὐ χρὴ ὅτι εἰσὶν αἳ οὐ τίκτουσι πολλάκις.

214. Πειρητήρια δι’ ὧν δηλοῦται ἡ γυνὴ εἰ κυήσει· γυναῖκα ἢν θέλῃς γνῶναι εἰ κυήσει· βούτυρον καὶ γάλα γυναικὸς κουροτρόφου διδόναι πίνειν νήστει, καὶ ἢν ἐρεύγηται, κυήσει· εἰ δὲ μὴ, οὔ. Ἄλλο· νέτωπον ὀλίγον προστίθεσθαι ἐν εἰρίῳ ἐνελίξασα, κἄπειτα ἕωθεν σκέψασθαι ἢν ὄζῃ διὰ τοῦ στόματος τὸ ἐπιτεθέν· κἢν μὲν ὄζῃ, κυήσει· ἢν δὲ μὴ, οὔ. Ἕτερον πειρητήριον ἐπὶ τοῦ αὐτοῦ· ᾕτινι ἂν γυναικὶ ἀπὸ τῶν προσθετῶν μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ

416
ἄρθρα ἀφίκωνται, καὶ βρυγμὸς ἔχῃ, καὶ σκοτοδινῆται καὶ χασμῆται, ἐλπὶς ταύτῃ κυῆσαι μᾶλλον ἢ ἥτις τούτων μηδὲν πάσχει. Ἄλλο· μώλυζαν σκορόδου περικαθήραντα τὴν κεφαλὴν, ἀποκνίσαντα, προσθεῖναι πρὸς τὴν ὑστέρην, καὶ ὁρῇν τῇ ὑστεραίῃ, ἢν ὄζῃ διὰ στόματος· καὶ ἢν ὄζῃ, κυήσει· ἢν δὲ μὴ, οὔ. Ἢν θέλῃ γνῶναι ἡ γυνὴ εἰ κυήσει, πινέτω ἄννησον τετριμμένον ἐν ὕδατι ὡς λειότατον, καὶ εὑδέτω· καὶ ἢν μὲν κνησμὸς αὐτὴν λαμβάνῃ περὶ τὸν ὀμφαλὸν, κυήσει· ἢν δὲ μὴ, οὔ.

215. Κύουσαν γυναῖκα ἢν μὴ ἐν ἄλλῳ γινώσκῃς, ἐν τούτῳ γνώσῃ· ὁρῶνται οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος, ἀλλὰ πελιώτερα φαίνονται. Ὁκόσαι ἐν γαστρὶ ἔχουσιν, ἔφηλιν ἐπὶ τοῦ προσώπου ἴσχουσι, καὶ ἀρχόμεναι συλλαμβάνειν μίσοινοι γίνονται καὶ κακόσιτοι, καὶ καρδιωγμοῦ μεσταὶ, καὶ πτυαλίζουσιν. Μίλτον καὶ ἄννησον τρῖψαι ὡς λειότατα, εἶτα ἐν ὕδατι διεῖναι, καὶ δοῦναι, καὶ ἐᾶσαι ὑπνῶσαι· καὶ ἢν μὲν στρόφος γίνηταί οἱ περὶ τὸν ὀμφαλὸν, κύει· ἢν δὲ μὴ γίνηται, οὐ κύει· πάντων δὲ τουτέων ὕστερον πίνειν ἄλητον καὶ μέλι καὶ ὀρίγανον ἐν οἴνῳ καὶ ἐλαίῳ.