De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

216. Ὅσαι ἐν γαστρὶ ἔχουσαι ἔφηλιν ἐπὶ τοῦ προσώπου ἴσχουσιν, θῆλυ κύουσιν· ὅσαι δὲ εὐχροοῦσαι διαμένουσιν, ἄῤῥεν ὡς ἐπιτοπουλὺ κύουσιν· ἢν αἱ θηλαὶ ἄνω ἔωσιν ἐστραμμέναι, ἄρσεν κύει· ἢν δὲ κάτω, θῆλυ. Λαβὼν τοῦ γάλακτος φυρῆσαι ἄλητον, καὶ ποιῆσαι ἀρτίσκον, καὶ ὀπτῆσαι ἐπὶ πυρὸς μαλθακοῦ· καὶ ἢν μὲν κατακαυθῇ, ἄῤῥεν κύει· ἢν δὲ διαχανῇ, θῆλυ. Τὸ αὐτὸ τοῦτο ἐπιτυλίξας ἐν φύλλοισιν ὀπτᾷν, καὶ ἢν μὲν πήγνυται, ἄῤῥεν κύει· ἢν δὲ διαχυθῇ, θῆλυ.

418

217. Θεραπεῖαι κυήσιος πειρητήριοι καὶ παιδογονίης, ἥτις δεῖται, καὶ ἄτεκνος ἐοῦσα, καὶ ἤδη κυήσασα ἐοῦσα δὲ τεκνοῦσα· ἐπὴν ὁ στόμαχος σκληρὸς ᾖ, ὅλος ἢ ἄκρος, καὶ ξυμμεμύκῃ, καὶ μὴ ὀρθὸς ᾖ, ἀλλὰ πρὸς τὸ ἰσχίον ἀπεστραμμένος τὸ ἕτερον, ἢ ἐς τὸν ἀρχὸν κεκύφῃ, ἢ ἀνεσπάκῃ ἑωυτὸν, ἢ τὸ χεῖλος ἐπιβάλλῃ τοῦ στομάχου ἐφ’ ἑιουτὸ, ὁπόθεν οὖν ἢ τρηχὺς ᾖ, ἢ πεπωρωμένος, σκληρὸς δὲ γίνεται καὶ ἀπὸ ξυμμύσιος καὶ ἀπὸ πωρώσιος, ταύτῃσι τὰ ἐπιμήνια οὐ φαίνεται, ἢ φαίνεται πολλῷ ἐλάσσονα καὶ κακίονα τοῦ δέοντος, καὶ διὰ πλείονος χρόνου ἐπιφαίνεται. Καὶ τὰ μὲν ἐπιμήνια καθ’ ὑγείην τοῦ σώματος καὶ τῶν μητρέων τὴν ἔξοδον εὑρίσκεται, κατά γε τὸ σύμφυτον καὶ τὸ δίκαιον, καὶ ἀπὸ θέρμης καὶ ὑγρότητος τῶν ἐπιμηνίων τοῦ στομάχου οὐ κάρτα βεβαμμένου· τὴν δὲ γονὴν πάλιν οὐ δέχεται διὰ τὴν βλάβην, ἥτις ἂν κωλύῃ ἀπὸ τοῦ στομάχου μὴ καλῶς ἔχοντος τοῦ δέχεσθαι. Ταύτην χρὴ πυριήσαντα τὸ σῶμα ὅλον πιεῖν δοῦναι φάρμακον, καὶ κάθαρσιν ποιήσασθαι τοῦ σώματος πρῶτον, ἤν τε ἄνω καὶ κάτω ἤν τε κάτω μοῦνον· καὶ ἢν μὲν ἄνω διδῷς τὸ φάρμακον, μὴ πυριῇν πρότερον τῆς καθάρσιος, ἀλλ’ ὕστερον· πυριήσας δὲ μεταπῖσαι κάτω· ἢν δὲ μὴ δοκέῃ δεῖσθαι ἀνωτερικοῦ, προπυριήσας κάτω πῖσαι· ὅταν δὲ δοκέῃ καλῶς ἔχειν τὸ σῶμα, μετὰ τοῦτο πυριῇν ἐγκαθίζων τὰς μήτρας αὐτὰς πυκνὰ, ἐν ὅτῳ ἂν δοκέῃ ξυμφέρειν· ἐπιβάλλειν δὲ ἐς τὰ πυριήματα κυπαρίσσου πρίσματα καὶ δάφνης φύλλα κεκομμένα, καὶ λούειν πολλῷ καὶ θερμῷ πολλάκις· ὁκόταν δὲ νεόλουτος καὶ νεοπυρίητος ᾖ, ἀνευρύνειν τὸ στόμα

420
τῆς μήτρης μήλῃ κασσιτερίνῃ, καὶ ἀνορθοῦν ὁμοῦ, ἐὰν δέηται, ἢ μολυβδίνῃ, ἀρξαμένη ἐκ λεπτῆς, εἶτα παχυτέρῃ, ἢν παραδέχηται, ἕως ἂν δοκῇ καλῶς ἔχειν· βάπτειν δὲ καὶ τὴν μήλην ἐν τῷ μαλθακτηρίῳ διειμένῳ, ὅ τι δοκέει ξυνοίσειν, ὑγρὸν ποιήσας· τὰς δὲ μήλας ποιέειν ὄπισθεν κοίλας, εἶτα περὶ ξυληφίοισι μακροῖσι περιαρμόσαι, καὶ οὕτω χρῆσθαι· τὸν δὲ χρόνον τοῦτον ἑψοῦσα ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ γλυκεῖ δαῖδα πινέτω πιοτάτην κατασχίσασα λεπτὰ, καὶ σελίνου καρπὸν κόψασα, καὶ κυμίνου αἰθιοπικοῦ καρπὸν, καὶ λιβανωτὸν ὡς κάλλιστον· τούτου πινέτω νῆστις ὁκόσον δοκέει μέτριον εἶναι πλῆθος, ἡμέρας ὁκόσας ἂν δοκέῃ καλῶς ἔχειν, καὶ ἐσθιέτω σκυλάκια σιαλώδεα δίεφθα, καὶ πουλύποδα ἐν οἴνῳ ἑφθὸν γλυκυτάτῳ, καὶ τοῦ ζωμοῦ πινέτω, καὶ κράμβην ἑφθὴν καὶ οἶνον λευκὸν ἐπιπινέτω, καὶ μὴ διψήτω, καὶ λουέσθω δὶς τῆς ἡμέρης· σιτίων δὲ ἀπεχέσθω τοῦτον τὸν χρόνον. Μετὰ δὲ, ἢν προχωρήσῃ κατὰ τὸν στόμαχον καὶ φαίνῃ τινὰ κάθαρσιν ἔξω, πίνειν τ’ ἔτι τοῦ πόματος ἡμέρην μίην ἢ δύο, καὶ τῇσι μήλῃσι παύσασθαι χρεόμενον, καὶ πειρᾶσθαι καθαίρειν τὰς μήτρας προσθέτοισι φαρμάκοισιν. ᾟτινι δὲ τοῦ στομάχου ὀρθοῦ καὶ μαλθακοῦ καὶ ὑγιέος καὶ καλῶς ἔχοντος καὶ ἐν τῷ δέοντι κειμένου τὰ ἐπιμήνια μὴ φαίνεται πάμπαν ἢ ἐλάσσονα καὶ διὰ πλείονος χρόνου καὶ μὴ ὑγιηρὰ, τὴν νοῦσον ἀνευρὼν ἥντινα ἔχουσιν αἱ μῆτραι, ἤν τε καὶ τὸ σῶμα ξυμβάλληταί τι, ἐξευρὼν τὸ αἴτιον ἀπὸ ὁτέου οὐ κυΐσκεται, ὅτε μὲν οὕτως ἔχει,
422
τὴν ἴησιν ποιέεσθαι προσφέρων τὸ δέον, ἀρχόμενος ἐξ ἰσχυρῶν, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, τελευτᾷν δὲ ἐς μαλθακώτερα, ἕως ἂν δοκέῃ καλῶς ἔχειν καθάρσιος ἡ μήτρη καὶ ὁ στόμαχος καθεστάναι ὀρθῶς ἔχων ἐν τῷ ἐξαρκέοντι κείμενος. Ἢν δὲ ἀπὸ τοῦ φαρμάκου καὶ ἀπὸ τοῦ ποτοῦ μὴ προχωρήσῃ, μηδὲ πινούσης χρόνον τὸν μέτριον, τούτου μὴ παύσασθαι τοῦ πόματος· ὅταν δὲ καλῶς ἔχῃ τοῦ ἀπὸ τῶν μηλέων ἔργου, μαλθάξαι τὸ στόμα τοῦ στομάχου, καὶ ποιῆσαι ὅκως ἀναχανεῖται ἐς ὁδὸν τῷ προσθετῷ ἀπὸ τῶν τε θυμιητῶν φαρμάκων καὶ τῶν μαλθακτηρίων. Ὁκόταν δὲ δοκέῃ καλῶς ἔχειν μαλθάξιος καὶ θυμιήσιος, προστιθεὶς φάρμακα, κάθαρσιν ποιέεσθαι τῆς μήτρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν ἀρχόμενος ἐκ μαλθακῶν ἐς ἰσχυρότερα, τελευτᾷν δὲ αὖθις· ἐς μαλθακὰ εὐώδεα τῶν γὰρ ἰσχυρῶν φαρμάκων τὰ πλεῖστα ἑλκοῖ τὸν στόμαχον, καὶ εἴργει τοῦ καθεστάναι ὀρθὸν καὶ ὑγιᾶ καλῶς ἔχοντα πρὸς τῆς γονῆς τὴν ὑποδοχὴν, καὶ τὴν μήτρην ξηρὴν ποιέει. Ἢν δέ τὶς γὐνὴ δοκέῃ τὰς μήτρας ὑπὸ πιμελῆς βεβλάφθαὶ ἐς τὴν κύησιν, λεπτύνειν ὡς μάλιστα καὶ ἰσχναίνειν πρὸς τοῖσιν ἄλλοισιν.

218. Ὥρη δὲ ἐαρινὴ κρατίστη κυήσιος· ὁ δ’ ἀνὴρ μὴ μεθυσκέσθω, μηδὲ οἶνον λευκὸν πινέτω, ἀλλ’ ὡς ἰσχυρότατον καὶ ἀκρητέστατον, καὶ σιτία σιτείσθω ἰσχυρότατα, καὶ μὴ θερμολουτείτω, καὶ ἰσχυέτω, καὶ ὑγιαινέτω, καὶ σιτίων ἀπεχέσθω τῶν μὴ ξυμφερόντων τῷ πρήγματι.