De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

210. Ἢν ἀφθῇ τὰ αἰδοῖα· μύρον θερμὸν ξὺν οἴνῳ κλύζεσθαι, καὶ μελίλωτον προστιθέναι, καὶ γλυκυσίδης ἐν οἴνῳ ἑψημένης τριπτῆς προστιθέσθω, καὶ σμύρναν καὶ ῥητίνην ὁμοῦ μίξας καὶ διεὶς οἴνῳ, ὀθόνιον ἐμβάπτων, προστιθέναι. Καὶ στραγγουρίη ἢν λάβῃ, πυριῇν καὶ χρίειν στέατι τὸ ἦτρον, ἐγκαθίννυσθαι δὲ ἐν ῥόδων ἀφεψήματι ἢ βάτου ἢ μυρσίνης ἢ ἐλαίης ἢ ἑλίκων ἀμπέλου ἢ ἀρκευθίδων ἢ ἐλελισφάκου.

211. Ἢν δὲ ἄνεμος ἐγγένηται ἐν τῇ μήτρῃ, πόνος ἔνι σπερχνὸς, καὶ φῦσα οὐκ ἔξεισιν· κύμινον προστιθέσθω· ἢ ἐλελίσφακον καὶ κύπειρον κόψας, καὶ τέγξας τὴν νύκτα ὅλην, ἕωθεν ἀπηθῆσαι, τὸ διαυγές δὲ ἐς ἄγγος ἐγχέαι, καὶ κρίμνα πύρινα ἐν οἴνῳ λευκῷ φορύξαι, καὶ ὀπὸν σιλφίου ὡς κύαθον, κρᾶμα ἑψεῖν, ἐνωμότερον διδόναι ῥοφέειν.

212. Ἢν κιὼν ἐν τοῖσιν αἰδοίοισιν ἐγγένηται, ὀδύνη ἴσχει, καὶ τῆς μὲν ὀδύνης σελίνου καρπὸς ἀλέξημα, καὶ κισσὸς, καὶ ῥοιῆς γλυκείης τριπτῆς ἐν οἴνῳ παλαιῷ ξὺν ποταινίῃ σαρκὶ προστίθεσθαι, καὶ ἐπιπλάσαι τὰ φύλλα· τὴν δὲ νύκτα ὅλην ἐχέτω κείμενα, κἄπειτα ἀφελομένη ἐν οἴνῳ διακλυζέσθω.