De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

182. Ὅταν γυνὴ τὴν κεφαλὴν ἀλγέῃ τὸ βρέγμα τε καὶ τὸν τράχηλον καὶ ἰλιγγιᾷ πρὸ τῶν ὀμμάτων καὶ φοβῆται καὶ στυγνὴ ᾖ, καὶ οὖρα μέλανα καὶ δι’ ὑστέρης ὅμοια, καὶ ἄση ἔχῃ καὶ δυσθυμίη, μέλαινα χολὴ ἐν τῇσι μήτρῃσιν ἔνι. Θεραπευέσθω δέ· ἐντεριώνην παλαιὴν ἐνιαυσίην, ταύρου χολὴν, ἄνθος χαλκοῦ τρίβειν ξὺν βακκάρει, καὶ προσθετὰ ποιέειν, καὶ φάρμακον πιπίσκειν, καὶ λούειν.

183. Ὁκόταν δὲ δάκνηται τὰς μήτρας γυνὴ καὶ ἀλγέῃ καὶ ἀδάξηται, καὶ χολὴν οὐρέῃ ξανθὴν, καὶ ἡ μήτρη χάνῃ, καὶ οἱ ὀφθαλμοὶ ἰκτερώδεες, ἴσθι ὅτι χολὴ ἐν τῇσιν μήτρῃσιν ἔνι. Ἄριστον γοῦν

366
ἐκκαθαίρειν τό τε πᾶν σῶμα καὶ αὐτὰς προσθέτοισιν, ἃ χολὴν ἄγει.

184. Ψύχεται ἡ ὑστέρη, καὶ βάρος δοκέει ἐγκεῖσθαι, καὶ τὸ χρῶμα οὐ λαμπρὸν, καὶ πέπηγεν ἡ ὑστέρη. Ὅταν οὕτως ἔχῃ, καθαίρειν ὅ τι φλέγμα ἄγει, καὶ λεπτύνειν χρὴ καὶ πυκινὰ ἐμέειν.

185. Ὅταν γυναικὶ ὄζῃ κακὸν ἐκ τοῦ στόματος, καὶ τὰ οὖλα μέλανα ᾖ καὶ πονηρὰ, κεφαλὴν λαγωοῦ καὶ μύας τρεῖς κατακαῦσαι χωρὶς, καὶ τῶν δύο μυῶν ἐξελεῖν κοιλίην, ἧπαρ δὲ καὶ νεφροὺς μή· καὶ ἐν θυίῃ λιθίνῃ τρίβειν μάρμαρον ἢ λίθον λευκὴν, καὶ διασῆσαι· εἶτα μίσγειν ἴσον ἑκάστου, καὶ τοὺς ὀδόντας τρίβειν· χρὴ δὲ καὶ τὰ ἐν τῷ στόματι χωρία τρίβειν· κἄπειτα εἰρίῳ πινωδεστάτῳ τρίβειν, καὶ διακλύζεσθαι ὕδατι βάπτουσα δὲ τὸ πινῶδες εἴριον ἐν μέλιτι, ἀνατριβέτω τοὺς ὀδόντας καὶ τὰ οὖλα καὶ τὰ ἔνδον καὶ τὰ ἔξω. Τρίβειν τε ἄννησον, καὶ ἀνήθου καρπὸν, καὶ σμύρνης ὁλκὴν ὀβολοὺς δύο, διιέναι οἴνῳ λευκῷ ἀκρήτῳ ἡμικοτυλίῳ, ἐν τουτέῳ διακλυζέσθω, καὶ ἐν τῷ στόματι πουλὺν κατεχέτω χρονον, θαμινὰ δὲ τοῦτο δρᾷν, καὶ ἀναγαργαρίζεσθαι νῆστιν καὶ μετὰ τὴν τροφήν· ἄριστον δὲ ὀλιγοσιτίη, κράτιστα δὲ χρὴ προσφέρεσθαι. Τοῦτο τὸ φάρμακον ὀδόντας καθαίρει καὶ εὐώδεας ποιέει· καλέεται δὲ ἰνδικὸν φάρμακον.

186. Ὁκόταν γυναικὶ μαζὸς τριχιήσῃ, στοιβῆς καρπὸν, ἢ βάτου ἑψῇν ἐν ὕδατι καὶ ἐλαίῳ, καὶ τοὺς μαζοὺς καταπλάσσειν, καὶ τεύτλου

368
φύλλα ἐπιῤῥίπτειν· ἔπειτα ῥάψαι ἐκ ῥάκους ὡς κυρβασίην, τεκμηράμενος ὅσον τὸν μαζὸν ἐκχωρήσει, καὶ οὕτως ἐντιθέναι τὸν τιτθόν· ἢν δὲ διαπύῃ, ἄμεινον τάμνειν, καὶ εἰρίῳ ῥερυπωμένῳ μοτῶσαι, καὶ ἐπιβάλλειν τωὐτό· μετέπειτα λύσαντα φακῷ ἑφθῷ ξὺν ἀλφίτῳ μῖξαι καὶ καταπλάσσειν.

187. Ἐπὴν γυναικὶ ἐν τῷ αἰδοίῳ ἢ ἐν τῷ ἀρχῷ ἀσκαρίδες γένωνται, λύγου καρπὸς μίσγεται ἢ φύλλα, καὶ βοὸς χολὴ παραμίσγεται ὅσον ὀβολός· κεδρίνῳ δὲ ἐλαίῳ φυρῇν, καὶ εἰρίῳ πινόεντι εὐειροτάτῳ ἀναλαβεῖν· ἐντιθέσθω δὲ διὰ τρίτης νύκτα καὶ ἡμέρην, τῇ δὲ ὑστεραίῃ ἀφελομένη λουέσθω θερμῷ, καὶ σκόροδα ἑφθὰ καὶ ὠμὰ ἐσθιέτω, καὶ αἱ ἀσκαρίδες ἐξίασι καὶ θνήσκουσιν· ἅλμῃ δὲ κλύζειν χρή.

188. Πρόσωπον ἀγλαΐζει ἧπαρ ταύρου, τρίβειν ξὺν ἐλαίῳ, ἀλείφειν δὲ ἐν ἀκρήτῳ οἴνῳ· χολὴ δὲ χλωροῦ φθείρει· ἀλλὰ καὶ ὁ χυλὸς τῆς πτισάνης ὁμοίως λαμπρύνει, καὶ ὠῶν τὸ λευκὸν, καὶ ἄλητον θέρμων καὶ ὀρόβων, καὶ σῦκον καταπλάσσειν, καὶ κράμβης ῥίζα καὶ σπέρμα· ταῦτα καὶ φακοὺς αἴρει, καὶ ἀλκυόνιον, καὶ κονιορτὸς ἢν λυπέῃ τὸ πρόσωπον, κηρωτῇ ὑγρῇ διὰ ῥοδίνου ὑποχρίειν, καὶ ὕδωρ ψυχρὸν προσχέειν. Καὶ ῥυτίδας ἐκτείνει, ἐν θυίῃ λιθίνῃ μολίβδαιναν τρίβειν, καὶ μηνιαῖον ὕδωρ παραχέοντα πλάσαι κυκλίσκους· κἀπειδὰν ξηρανθῶσιν, ἐλαίῳ διεὶς, χρῖε τὸ τὰς ῥυτίδας φέρον πρόσωπον.

370

189. Ἢν δὲ ῥέωσιν αἱ τρίχες, λήδανον μετὰ ῥοδίνου ἢ ἀνθινοῦ μύρου τρῖβε, καὶ μετ’ οἴνου ἐγχριέτω· ἢ τὴν σμηκτρίδα γῆν ξὺν οἴνῳ, ἢ ῥοδίνῳ, ἢ ὀμφακίῳ, ἢ ἀκακίῃ, καὶ ἢν μαδήσῃ, κύμινον ἔμπλασσε, ἢ πελιάδων κόπρον, ἢ ῥάφανον τριπτὴν, ἢ κρομμύῳ τριπτῷ, ἢ τεύτλῳ, ἢ κνίδῃ.

190. Τὰς δ’ ἐφηλίδας λεγομένας αἴρει, ὀρόβιον, τεύτλου χυλὸς, ὠῶν τὸ λευκὸν, πτισάνη, ἢ σικύου ἀγρίου ῥίζη ξηρὴ, μετ’ οἴνου τρυγὸς τριφθεῖσα, καὶ ἐπαλειφομένη, ἢ συκῆς φύλλα προστιθέμενα· σησάμῳ τριπτῷ σμήχεσθαι, ἢ ἀμυγδάλαις πικραῖς· κνίδης τε σπέρμα, σκορόδων κέλυφος ἐπιδεόμενον, λεπίδιον.

191. Λειχῆνας ἐξάγει πάντας, ὄξος, μάννα, κίσσηρις, θεῖον μετ’ ὄξους, κάρδαμον ἄγριον καὲν καὶ σποδωθὲν, ἐχίδνης λεβηρὶς, καὶ λαπάθου ἀγρίου ῥίζα· τρίβειν δὲ μετ’ ὄξεος οἰνώδεος· φλυκταινοῦται, καὶ λιθαργύρου χρέο.

192. Ῥόου ἐρυθροῦ ποτὸν ἀγαθόν· ἐλάφου κέρας κατακαύσας, ὠμήλυσιν κριθέων ξυμμῖξαι διπλασίην, ἐπὶ οἶνον πράμνιον ἐπιπάσσουσα πινέτω, καὶ ἵσταται. Ἕτερον ὁμοίως ποτόν· ἀδιάντου ῥίζαν

372
τρῖψαι, καὶ ἐρεβίνθους φῶξαι, καὶ λέκιθον ποιέειν, ἐν μέλιτι ὡς ποτὸν διδόναι. Ἢ ἀλήτου σητανίου ὀξύβαφον, κόμμεως λευκοῦ ἥμισυ, μάννης τρίτον μέρος, καὶ σχοίνου ὀλίγον, ἢ πίτυος, ἢ κυπαρίσσου διεὶς ὕδατι πίνειν δίδου δὶς τῆς ἡμέρης· ἢ ἐλάφου κέρας κατακαίειν, τρίβειν δὲ καὶ ὠμήλυσιν σὺν κεδρίσι πέντε· οἶνος σὺν τοίσδεσσιν αὐστηρὸς μέλας μίγνυται. Ἢ ῥοιὴν γλυκείην ὀπτήσας, τὸν χυλὸν ξὺν οἴνῳ μέλανι πίνειν. Ἢ κυπαρίσσου καρπὸν ὅσον τρία ἢ τέσσαρα, καὶ μύρτα μέλανα καὶ ὁμοῦ καὶ αὐτὰ καθ’ ἑωυτά, πρὸς ἰσχὺν τοῦ σώματος ὀρέων τῆς γυναικὸς, ξὺν οἴνῳ δὲ ἡ πόσις γενέσθω. Ἢ καστορίου ὀβολὸν καὶ σμύρνης ὀβολὸν ἐν οἴνῳ τρίβειν αὐστηρῷ μέλανι καὶ πιπίσκειν. Ῥόου καὶ πάσης νούσου ποτὸν, ὅσαι ἀπὸ τῶν ὑστερέων γίνονται· γλυκυσίδης καρπὸν, καὶ τοῦ ῥόου τὰς ῥίζας, καὶ κύμινον αἰθιοπικὸν, καὶ μελάνθιον ἐν οἴνῳ λευκῷ διδόναι. Ἢ νάρθηκα ξύσας, ὅσον ὀξύβαφον, καὶ πράσου χυλὸν, ἐν οἴνῳ λευκῷ κεκρημένῳ, τοῦτο καὶ ἐκ ῥινῶν αἷμα ῥέον παύει. Ἢ σίδην ἑψῆσαι ἐν οἴνῳ μέλανι, καὶ περιλέψαι, καὶ τὰ ἔνδον τρῖψαι, ἐν οἴνῳ μέλανι ξὺν πάλῃ ἀλφίτου πιεῖν. Ἢ λίνου σπέρμα, ἢ ἐρυσίμου φῶξαι, καὶ ἐλαίης φύλλα χλωρῆς, καὶ μέλαιναν ῥίζαν, μήκωνα ἁδράν· ταῦτα τρίψας ἐν τῷ αὐτῷ, ἐν οἴνῳ κεκρημένῳ δίδου πίνειν. Ἢ τάμισον ὄνειον καὶ σίδης γλυκείης ῥίζην καὶ κικίδα ἐξ ἴσου πάντα, καὶ ῥοιῆς γλυκείης χυλὸν ξὺν οἴνῳ πίνειν. Ἢ λαπάθου καρπὸν, ξὺν τῷ τῆς κικίδος ἔξω περιεξυσμένῳ· ταῦτα τρίβειν ἄμφω, καὶ ἐν οἴνῳ πίνειν, καὶ μετέπειτα
374
κυκεῶνα. Ἢν αἷμα ῥέῃ λαῦρον ἐξ ὑστερέων, ἄγνου φύλλα ξὺν οἴνῳ μέλανι· τὰ στρυφνὰ ῥόον ἵστησιν, οἴνῳ μέλανι μιγνύμενα. Ῥόου καὶ ὀδύνης· κάχρυος ῥίζαν ἐν οἴνῳ μέλανι πίνειν· ἢν δὲ πλέον ᾖ, τερμίνθου καρπὸς τριβόμενος, χρὴ δὲ οἴνῳ καὶ ὕδατι διιέναι καὶ πίνειν. Ἢν ῥόος γένηται, καρκίνους ποταμίους ἀποπνίξας ἐν οἴνῳ, πίνειν διδόναι τοῦ τοιούτου οἴνου μεθ’ ὕδατος. Ἢν δ’ ἔτι φέρηται ὁ ῥόος, πρόμαλον φώξας καὶ τρίψας ἐν οἴνῳ δίδου, ἢ πράσων χυλόν. Ἢν δὲ πουλὺς κατέρχηται ὁ ῥόος, ἡμιόνου ὀνίδα κατακαίειν, καὶ λειῆναι καὶ ξὺν οἴνῳ διδόναι. Ἢν δὲ πουλυχρόνιος ὁ ῥόος γένηται, σπόγγος κατακαεὶς ἀρήγει, τρίβειν δὲ λεῖον τὸν σπόγγον καὶ ξὺν οἴνῳ διδόναι εὐώδει.

193. Κατάπλασμα ῥόων· σκόροδα καὶ ἀνδράχνην καὶ σέλινον καὶ λωτοῦ πρίσματα καὶ κέδρου λεῖα ὁμοῦ μῖξαι, διεὶς δὲ ἐν μελικρήτῳ, κατάπλασμα ποιέειν. Ἢ βάτου φύλλα καὶ ῥάμνου καὶ ἐλαίης, ὁμοῦ λεῖα μῖξαι καὶ διιέναι ἐν μελικρήτῳ, καὶ ξὺν ἀλφίτοισι καταπλάσσειν. Ἢ ἀκτῆς καὶ μυρσίνης φύλλα κατάπλασσε. Ἢ λωτοῦ πρίσματα καὶ συκαμίνου φύλλα καὶ ῥοῦν ξὺν ἀσταφίδι. Πυριήσιες ῥόων· αἰρῶν ἄλευρα πεφωσμένα ἕψε ἐν ὀξυκρήτῳ ἀκρητεστέρῳ καὶ ἐς ὀθόνιον ἐγχρίων πυρία. Ἢ φακοὺς φώξας, καὶ περιπτίσας, ποιέειν ἄλευρα χονδρότερα, καὶ ἐν ὕδατι ἑψεῖν, καὶ ὁμοίως καταπλάσσειν· ἢ ὀρόβους ὡσαύτως. Ἀγαθὸν δὲ καὶ ἐλελίσφακβς· ἢ ἄχυρα

376
κριθέων ἐν ἀφεψήματι ἐλελισφάκου καὶ ὑπερικοῦ ἑψεῖν καὶ καταπλάσσειν. Λωτοῦ πρίσματα καὶ κυπαρίσσου ἐναφεψῶν ἐν ἀσταφίδος ἀποβρέγματι, ἐς ὀθόνιον ἐπιχρίων, πυριῇν. Ἢ ἐλαίης φύλλα, ἢ κεσσοῦ, ἢ μυρσίνης, ἐν ἀφεψήματι τούτων κριθέων ἄχυρα ἑψεῖν. Ἢ ἀρωμάτων ὕδατι συναφεψεῖν πίτυρα πύρινα. Ἢ ἀσταφίδος ἀποβρέγματι πίτυρα πυρῶν ἑψεῖν, ἢ λευκοΐου καρπὸν, ἢ τὰς ῥίζας ἀφεψεῖν, καὶ τῷ ὕδατι ξὺν πιτύροισι πυρίνοισιν ἐπιῤῥίπτειν, ἢ τῷ ἀφεψήματι πίτυρα πυρῶν τοῦτο ποιήσασα, θερμῷ ἐνελιξαμένη εἰρίῳ, πυριήσθω· ἢ τῷ τῆς ἑρπύλλου ἀφεψήματι πίτυρα τὸν αὐτὸν τρόπον· πυριῇν δὲ καὶ σπόγγοισι θερμοῖσι καὶ εἰρίοισι μαλθακοῖσιν, ἢν περιωδυνέῃ, καὶ τοῖσιν ὀστρακίνοισιν ἀγγείοισιν, ὕδατος ἐγχέων· ἢ ἐν κύστεσιν ἐλαίῳ θερμῷ.

194. Κλυσμοὶ ῥόων· μυρσίνης φύλλα καὶ δάφνης καὶ κισσοῦ, ἐν ὕδατι ἀφεψεῖν· τουτέῳ κλύζε χλιαρῷ. Ἢ ἀκτῆς φύλλα καὶ σχοίνου ἀφεψεῖν ἐν ὕδατι, ἀποχέας, ἀκροχλιέρῳ κλύζειν. Ἢ οἰνάνθην καὶ κύπερος καὶ ἀσταφίδα ἀφεψεῖν ἐν μελικρήτῳ καὶ κλύζειν. Ἢ τήλεως ὕδατι, ἢ βάτου ἀφεψήματι, ἢ ἐλαίης χλωρῆς, ἢ κυπαρίσσου, ἢ ἑρπύλλου, ἢ ῥοιῆς, ἢ λευκοΐου ῥίζης, ἢ σχοίνου, ἀκροχλίερον, ἢ τὸ διὰ βουτύρου καὶ ῥητίνης καὶ χηνείου ἐλαίου, ἢ τὸ διὰ μυελοῦ καὶ στέατος ὑείου.

195. Ὑποθυμιήσιες ῥόων· κριθὰς πεφωσμένας ἐς ἄνθρακας ὑποθυμιῇν, ἢ ἐλάφου κέρας σὺν ἐλαίῃσιν ὀμφακίτισιν, ἢ ῥόον τὴν ἐρυθρὴν, καὶ ἄλφιτα πεφωσμένα ξὺν ἐλαίῳ καὶ οἴνῳ διπλασίῳ· ἢ

378
ἄχυρα κριθέων, καὶ βόλβιτον ὁμοίως, ἢ λωτοῦ πρίσματα, ἢ ῥόον, ἢ κυπάρισσον ξὺν οἴνῳ μέλανι αὐστηρῷ ξηρὴν ὑποθυμιῇν· ἢ χαλβάνην, ἢ μάνναν, ἢ ῥητίνην οἴνῳ διῦσαι, ἢ αἰγὸς κέρας καὶ κικίδα, καὶ ὁ ῥόος ἵσταται. Ἕτερα θυμιητά· ὀρύξαι χρὴ βόθρον, καὶ φῶξαι ὅσον δύο χοίνικας ἀττικὰς γιγάρτων, τῆς σποδιῆς ἐπιβαλὼν ἐπὶ τὸν βόθρον, οἴνῳ τε ἐπιψεκάσαι εὐώδει, καὶ ἀμφικαθεζομένη καὶ διαπλίξασα θυμιήσθω. Ἢ τὸ λεγόμενον οἰσύπη αἰγὸς ξηρὰ κόψαι καὶ φῶξαι ξὺν κριθέων ἐρίγματι, ἐλαίῳ φυρήσασα, θυμιῇν. Ἢ ἐς ἄνθρακας πόλιον, κριθέων ἄχυρα ὁποβάλλων, ἢ πρίσματα κυπαρίσσου, μύρῳ δεύων, θυμίη. Ἢ κώνειον, ἢ σμύρναν, ἢ λιβανωτὸν, τὸ μύρον περιχέων, θυμίη. Ἢ ἄσφαλτον καὶ κριθέων ἄχυρα ὁμοίως. Ἢ κυπαρίσσου ῥίζαν ἐν ἀλείφατι ῥοδίνῳ περιχέας θυμίη. Ἢ καλάμῳ, σχοίνῳ, κυπέρῳ, σελίνου σπέρματι, ἀννήσου, ῥόδινον ἔλαιον περιχέας, θυμίη. Ὁμοίως δὲ καὶ ῥητίνην ὑποβάλλειν καὶ κιννάμωμον καὶ σμύρναν ξὺν βάτων φύλλοις, ἢ ῥόδων φύλλοις ἡδυόδμοις ξὺν ποσῷ κρόκῳ καὶ στύρακι· ταῦτα πάντα ἐν τῷ αὐτῷ τρίβειν, καὶ θυμιῇν ὀβολῷ ἀττικῷ σταθμῷ ἐπὶ σποδιὴν οἰναρέην, ἢ ἐπὶ βολβίτου πλαστοῦ ὡς ἐμβάφιον· τὸ δὲ πῦρ κλημάτινον ἔστω· ἐπιτιθέναι δέ τι ἤδη πρότερον ὡς μὴ ὀδμὴ ᾖ· ἐπεὶ, εἰ ὀδμὴ ἔσται, ἄμεινον μὴ θυμιῇν.

196. Ῥόου ἐρυθροῦ προσθετά· σμύρνα καὶ βολβίον ξὸν μέλιτι

380
τριφθὲν προσθετὸν ἄριστον. Ἢ ῥόδα ἑψήσας ἐν ὕδατι, καὶ τρίψας λεῖα ἐν μύρῳ ῥοδίνῳ, ἐν εἰρίῳ ἑλίξας, προστίθει. Ἢ τοῦ λωτοῦ τὸ ἄνθος ἑψῆσαι ἐν ὕδατι, κἄπειτα τρίβειν ἐν ῥοδίνῳ μύρῳ, καὶ ἐν εἰρίῳ πρὸς τὸ στόμα τῆς ὑστέρης προσάγειν. Ἢ κύπερον καὶ ἴριν καὶ ἄννησον ἴσον ἑκάστου ἐν μύρῳ ῥοδίνῳ, λεῖον, ἐν εἰρίῳ, μάλιστα πρὸς τὸν στόμαχον εἴσω. Ἢ μυρσίνης φύλλα μελαίνης ἐν οἴνῳ λευκῷ, πίτυος φλοιὸν παραμίσγειν, καὶ ὁμοίως ποιεῖν. Ἢ κυπαρίσσου καρπὸν καὶ λιβανωτὸν ἴσον ἑκατέρου τρίβειν ὁμοῦ ἐν μύρῳ ῥοδίνῳ, ἐν εἰρίῳ προστίθει. Ἢν ξηρῆναι δέῃ ῥόον, καλαμίνθην ἐν οἴνῳ μέλανι ἑψεῖν, καὶ ἐς ὀθόνιον βάπτοντα, ἐπιτιθέναι. Ἢ ὑοσκυάμου τῶν φύλλων καὶ κώνειον ἅμα ἑψεῖν. Ὡσαύτως πράσα καὶ μαλάχην καὶ κηρὸν καὶ χηνὸς ἄλειφα μῖξαι, εἶτα χλιερὸν προστιθέναι πρὸς τὰ αἰδοῖα. Ἢ οἶνον ἄκρητον ξὺν ῥητίνῃ καὶ σιδίῳ ἑφθῷ τρίβειν, καὶ προστιθέναι ὁμοίως. Ἢ κνῆκον ξὺν οἴνῳ τρίβων προστίθει. Ἢ λωτοῦ τὸ πρίσμα ὁμοίως. Ἢ σχίνου φύλλα ἢ ῥόον, μέλιτι καθέφθῳ, μίξας πρόσθες. Ἢν δὲ μὴ λήγῃ, σούσινον, ἢ βλίτον τὴν βοτάνην ὡς γλῶσσαν οὖσαν, ἐν εἰρίῳ ποιεῖν προσθετόν.

197. Ῥόου ὕδατος προσθετὸν καὶ ἔγχυτον· ἢν γυναικὶ ὕδωρ ῥέῃ ἐκ τῶν αἰδοίων, λαβὼν ῥητίνην ξηρὴν καὶ μυρίκης πέταλα καὶ λίνου καρπὸν τρῖψαι ἐν οἴνῳ, καὶ μῖξαι ἐν ὄρνιθος στέατι, καὶ ἐγχέαι ἐς τὰ αἰδοῖα κλυστῆρι. Ἄλευρα χηραμύδα ὡς καθαρώτατα, ἢ ἀμύλιον ἐν εἰρίῳ προστίθεσθαι πρὸς τὸν στόμαχον. Ἄλλο ἔγχυτον ὁμοίως·

382
ὁκόταν ὕδωρ ἐκ τοῦ αἰδοίου ῥέῃ, μυρίκης πέταλα καὶ λιβανωτοῦ καρπὸν ἐν χηνὸς στέατι τρίψας καὶ ῥητίνην, ἐς τὰ αἰδοῖα κλυστῆρι ἐνεῖναι.

198. Ἢν ὑπὸ ῥόου ὑδατώδεος τὸ ἦτρον ἀλγέῃ, λίνου καρπὸν τρῖψαι ἐν μέλιτι, καὶ καταπλάττειν τὸ ἦτρον καλῶς.