De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

199. Ἢν ῥόος αἱματώδης, ἢ λευκὸς, ἢ ὁποῖος ἂν ᾖ· θεῖον καὶ μανδραγόρου τὸ ἄκρητον ἀναλαβόντα εἰρίῳ προσθεῖναι, καὶ ὑπτίη εὑδέτω, καὶ ἀκίνητος μενέτω. Ἢ σίδια ξηρὰ τρίβειν ἐν οἴνῳ πραμνίῳ καὶ διδόναι πίνειν. Ῥόου λευκοῦ ποτόν· κισσοῦ λευκοῦ τὸ σπέρμα καὶ πίτυος φλοιὸν ἐν οἴνῳ αὐστηρῷ παρέχειν. Ἢ ἐλάφου κέρας κατακαῦσαι μοῖραν, ὠμηλύσιος δὲ δύο μοίρας καὶ κεδρίδας πέντε, τρίβειν ἐν ὕδατι, καὶ πίνειν.

200. Ὅταν πνίγηται ὑπὸ ὑστερέων· κάστορα καὶ κόνυζαν ἐν οἴνῳ χωρὶς καὶ ἐν ταὐτῷ πινέτω. Ἢ ἀσφάλτου ὅσον τριώβολον, ἢ φώκης στέαρ ὅσον δὴ τῷ δακτύλῳ λαβεῖν. Ῥίζης γλυκυσίδης ὅσον ἥμισυ πόσιος ἐν οἴνῳ εὐώδει διδόναι πίνειν. Ὅταν δὲ πνίγωσι καὶ ὁμοῦ βήσσῃ, σανδαράχης ὅσον ὀβολὸν καὶ θείου ἀπύρου ἴσον καὶ ἀμύγδαλα πικρὰ καθήραντα ξυμμίσγειν τρία ἢ τέσσαρα, καὶ διδόναι ἐν οἴνῳ εὐώδει. Ἢν δέ γε προσίσχωσιν αἱ ὑστέραι, κριθὰς τρίψας λεῖα ξὺν τοῖσιν ἀχύροισι καὶ κέρας ἐλάφου, ἐλαίῳ δεύσας, ὑποθυμιήσθω. Ὅταν δὲ ἄνω ᾖ, καὶ θλίβηται καρδίη καὶ στόμαχος καὶ ὑπομένωσι, σμύρνην, ἢ ῥητίνην, ἢ νέτωπον, ἢ κάστορα, ἢ ὀπὸν σιλφίου πῖσαι.

384

201. Ὅταν ὑστέρη πνίγῃ, πνεῦμα δὲ σεύηται ἄλες ἄνω, καὶ βάρος ἔχῃ, καὶ γνώμη καταπλὴξ, ἀναυδίη, περίψυξις, πνεῦμα προσπταῖον, ὄμματα ἀμαλδύνηται, τὴν κεφαλὴν ξυρῇν ὅτι τάχιστα, καὶ ταινίῃ ἀποδιωθέειν, ὑπὲρ ὀμφαλὸν δὲ εἰλέειν· διδόναι δὲ καστόριον καὶ κόνυζαν καὶ πηγάνου ὕδωρ, κύμινον αἰθιοπικὸν, ῥαφάνου σπέρμα, θεῖον, σμύρνην· πρὸς δὲ τὰς ῥῖνας τὰ κάκοδμα, εὔοδμα δὲ ἐς τὰς ὑστέρας· ἢν δὲ ἀνέχηται, κόκκου τὸ ἔνδον τὸ λευκὸν μέλιτι μίξας, ἀλείφειν τὴν ῥῖνα. Ἢ σχῖνον τριπτὴν, ἵνα δάκνηται. Ὅταν δὲ ὀδύνη ἔχῃ καὶ πνίγηται, μαλάχης ῥίζαν, ἢ ὀξύμελι ἢ φλοιὸν μαράθου καὶ κρῆθμον ἐν ὕδατι δοῦναι πίνειν, ἄριστον δὲ ἐρυγγάνειν καὶ διανακαθίζειν· ἢ ἐλλεβόρῳ πταρμὸν ποιέειν, καὶ προσίσχειν πρὸς τὰς ῥῖνας. Ἢν δὲ ὑπὸ τὰς φρένας δοκέωσιν ἵζεσθαι, ἐξαπίνης ἄφωνος γίνεται, ὑποχόνδρια σκληρὰ, καὶ πνίγεται, καὶ τοὺς ὀδόντας συνερείδει, καὶ οὐχ ὑπακούει καλεομένη· δεῖ οὖν ὑποθυμιῇν ὑπὸ τὰς ῥῖνας, εἴριον κατακαίων, ἄσφαλτον ἐς πῦρ ἐμβάλλων καὶ καστόριον καὶ θεῖον καὶ πίσσαν· βουβῶνας δὲ καὶ μηροὺς μύρῳ ἔνδοθεν εὐωδεστάτῳ χρίειν· ἢ ἀστέρας τοὺς θαλασσίους τοὺς μέλανας καὶ κράμβην μέξας ἐν οἴνῳ εὐώδει πινέτω. Ἢ σμύρνης τριώβολον, κορίανον ὀλίγον, ῥητίνην, γλυκυσίδης ῥίζαν, κύμινον αἰθιοπικὸν, ταῦτα τρίψας ἐν οἴνῳ λευκῷ, καὶ ὕδατι ἢ μελικρήτῳ διέντα, πίνειν ἀκροχλίερον. Βοηθέει δὲ καὶ τὸ πευκέδανον, ἀριστολοχία, κρομμύου δάκρυον,

386
πάνακες, ἐν οἴνῳ ἢ ὕδατι, ἁκροχλίερον διδόμενον. Ὑστέρας ἐς χώρην ἄγει, τοῦ κρότωνος ῥίζα πινομένη, ἢ κύμινον αἰθιοπικὸν, ἢ σέλινον, ἢ μαράθρου σπέρμα καὶ ἀννήσου, πέπερι ἢ σμύρνα, καὶ ὀπὸς μήκωνος πινόμενος. Ἢν ἡ καρδίη πνίγηται ὑπὸ ὑστέρης, ἀναθλίβεται, καὶ πνεῦμα ἔχει καὶ ἆσθμα· δεῖ τὸν καρπὸν τῆς ἄγνου καὶ γλυκυσίδης ἐν οἴνῳ πίνειν, ἢ ἀβρότονον, καὶ πάνακες, καὶ ἀμμωνιακὸν, ἢ πήγανον, ἢ ὑπνωτικὸν μηκώνιον. Πάλιν οὖν εἰ ὁμοίως ἔχει, μελάνθιον τρίβειν λεῖον, καὶ μέλιτι δεύειν, καὶ ποιέειν οἷον βάλανον, καὶ πρὸς τῷ πτερῷ προστιθέναι· ἢ φιλίστιον ὁμοίως προστίθει· ἢ τηλέφιον, ἢ ἀνεμώνης· φύλλα τρίψας, ἔνθες ἐς τρυχίον, καὶ σμύρνην σμικρὴν ξυμμίσγειν. Ἢν ἐς τὴν ὀσφὺν αἱ ὑστέραι καταστηρίξωσι, μὴ ψαύῃ δὲ τῆς κεφαλῆς ἡ πνὶξ, ἐσθιέτω πουλύποδας ἑφθοὺς, καὶ οἶνον πινέτω μέλανα εὐώδεα ἄκρητον ὧς πλεῖστον. Ὅταν δὲ ὡς πρὸς τὰ σπλάγχνα τραπεῖσαι πνίγωσιν, οἶνον κέδρινον καὶ κύμινον αἰθιοπικὸν πινέτω, καὶ θερμῷ λουέσθω, καὶ πυριήσθω τὰ εὐώδεα.

202. Ἢν ἀνεμωθῶσιν αἱ ὑστέραι, ἡδύσματα πάντα [ἃ] ἐς τὸ μύρον ἐμβάλλεται, καὶ δάφνη, καὶ μυρσίνη, καὶ ἐλελίσφακος, κέδρου τε πρίσματα καὶ κυπαρίσσου· ταῦτα κόψαι καὶ κατασῆσαι λεῖα, καὶ ἐπ’ οἶνον εὔοδμον ἐπιπάσσειν, καὶ ἐπιχέαι ῥόδινον ἔλαιον.

203. Ὅταν δὲ μετακινηθεῖσαι θλίβωσιν αἱ ὑστέραι, κριθὰς ξὺν

388
τοῖσι κυρηβίοισι καὶ πρόμαλον καὶ ἐλάφου κέρας οἴνῳ δεύσας, ὑποθυμιῇν. Ὅταν προσιστάμεναι πνίγωσιν, ἐλλύχνιον ἀνάψαι καὶ ἀποσβέσαι ὑπὸ τὰς ῥῖνας, ὡς λιγνὺς καὶ αἰθαλὸς εἰσίῃ· καὶ πίσοσν καὶ καστόριον καὶ πευκέδανον καὶ σμύρναν διεὶς μύρῳ, εἰρίῳ ἀναδήσασα, προστιθέσθω· πίνειν δὲ ῥητίνην ἐλαίῳ διέντα. Ἢν πνίγωσι λίην, διδόναι ποτὸν χελώνης παραθαλασσίης ὅσον τριώβολον τρίψας ἐν οἴνῳ λευκῷ, κοτύλην κυάθοις πίνειν· ἢ λύχνον, ἐπιχέας ὅσον ἔλαιον, ἅψαι. τὸν λύχνον, καὶ ἐὰν ἀποσβεσθῇ, πρὸς τὰς ῥῖνας πρόσαγε· ἢ βόρβορον ὡς δυσωδέστατον ὁμοίως· ἢ εἴριον κατακαύσας· ἢ ἀσφάλτου ὀλίγον τρίψας ἐν οἴνῳ λευκῷ πινέτω· ἢ ἐρυσίμου κόγχην καὶ καστορίου ἐν οἴνῳ λευκῷ δὸς πιεῖν, καὶ λοῦσον. Ἢν δὲ βήσσῃ, σανδαράχης ὀβολὸν, θείου δύο ὀβολοὺς ἀπύρου, ἀμύγδαλα πικρὰ ἀποκαθήρας, καὶ καστορίου ὀβολὸν μίσγειν ξὺν οἴνῳ εὐώδει, καὶ πίνειν δίδου. Ἢν δὲ πνίγωσιν αἱ ὑστέραι, καὶ τῆς καρδίης ψαύσῃ τὸ πνίγμα, καὶ μεμύκῃ τὸ στόμα, ὄξος θερμὸν δίδου ῥοφεῖν· πασσαλίσκῳ ἢ κερκίδι διάνοιγε, ἢ οἶνον ὁμοίως ἄνοδμον καὶ ξὺν ὀξυμέλιτι. Ἢν λίην δὲ πνίγωσι, καὶ ἄφωνος ᾖ, κρόμμυον ἐν οἴνῳ χλιερῷ τρίψας, ἐνστάζειν ἐς τὰς ῥῖνας, καὶ ἀνεγείρειν. Ἢν δὲ ἄχρις ἥπατος ἀνίωσι, καὶ πνίγηται, ἄφωνος γίνεται, καὶ οὐδὲν ὁρᾷ, καὶ τοὺς ὀδόντας
390
συνερείδει, καὶ σκληρὴ γίνεται, καὶ οὐδὲν φρονέει, καὶ ἀναπνεῖ ποκνὰ, καὶ οὐδὲν ἀκούει· ταύτην ὑπὸ τὰ ὑποχόνδρια λαβὼν τῇσι χερσὶ σείειν θαμινάκις, καὶ τοὺς ὀδόντας διαγαγὼν πασσάλῳ, οἶνον ἄκρητον χλιερὸν ἐγχέειν, ἢν μή τι κωλύῃ, καὶ αὐτίκα ῥαΐζει ὡς ταπολλά. Ἢν ἐγκέωνται ἐς τοὺς βουβῶνας καὶ ἐρείδωσιν, αἰγὸς σπυράθους καὶ λαγωοῦ τρίχας, ἐλαίῳ φώκης δεύσας, ὑποθυμία· ἢ τοῦ κυτισοῦ τὸν καρπὸν ἢ τὰ φύλλα αὐαίνειν, ἢ τὸν φλοιὸν καὶ δρυὸς φύλλα καὶ ῥητίνην μίξας, ἐλαίῳ δεύειν, καὶ ὑποθυμιῇν. Ἢ φώκης τῆς πιτύης τὸ δέρμα κόψας λεῖον, καὶ σπόγγον καὶ βρύα λεῖα μίσγειν τῷ ἐλαίῳ τῆς φώκης, καὶ ὑπουμιῇν. Αἰγὸς σπυράθους, καὶ φώκης πλεύμονα, καὶ κέδρου πρίσματα ὑποθυμιῇν. Ἢ βόλβιτον, ἢ κεράτων ξύσματα βοὸς καὶ ἄσφαλτον, ἢ ἀκάνθης αἰγυπτίης καρπὸν καὶ κέδρου πρίσματα, καὶ μυρσίνης φύλλα ξηρὰ, μύρῳ μαλθακῷ ταῦτα δεύσας, ὑποθυμίη· ἀρώματα δὲ συχνὰ ἐς τὸ μύρον ἐμβάλλειν. Ἢ γίγαρτα κόψας λεῖα, καὶ κεδρίαν καὶ ῥητίνην πιτυΐνην ὁμοῦ μίξας, γλυκεῖ ἑφθῷ δεύσας, ὑποθυμιῇν. Πυριήσιες ὡς ἀπίωσιν· βολβίτου κεκομμένου καὶ ὄξεος ἥμισυ, καὶ ὀροβίου θαλάσσης ἢ ὕδατος ὁμοίως πυρία τὰς ῥῖνας· πυριῇν δὲ βληχρῶς, καὶ φάκιον πιεῖν, ἀπεμέειν δὲ, καὶ ῥοφέειν διδόναι ἄλητον καὶ ἔτι τὸν οἶνον· τῇ δ’ ὑστεραίῃ κόκκος ἔστω κατάποτος· καὶ οὐρητικὸν δὲ ἀσταφίδα καὶ ἐρεβίνθους, δύο τρίψας σταφίδος τῆς ἀρίστης, ἐπιχέας χόεα, ἕψε, ἔπειτα ἀποχέας πρὸς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν, καὶ τὸ λοιπὸν ἐλελίσφακον, καὶ λίνου σπέρμα, καὶ ἄλφιτον διδόναι
392
δὶς τῆς ἡμέρης ἐν οἴνῳ κεκρημένῳ, κοτύλας τέσσαρας. Ἐλαίου ἡμικοτύλιον, ἀκτῆς φύλλα χεῖρα πλέην, ταῦτα ἑψεῖν, καὶ πυρίῃν θερμῷ, ἢ ὀστράκοισι θερμοῖσιν, ἐπὶ δίφρου καθέζεσθαι, ἀμφικαλύπτειν δὲ εἵμασιν. Ἢ τῆς ἀκτῆς φύλλα ξὺν μυρσίνῃ ἑψεῖν, καὶ κριθέων ἄχυρα ἑψεῖν· καὶ εἰ οἷά τε εἴη ὑποφέρειν, ὄξος, ἔλαιον, μέλι, ὕδωρ, ταῦτα κεράσας καὶ ἀναμίξας, ἀναζέσας σφόδρα, ἐς κύστιν ἐγχέαι· ἢ τῆς πίτυος τὸν φλοιὸν καὶ τῆς ῥοιῆς τὰ φύλλα ἐμβάλλειν ἐς ὕδωρ, ἀφεψεῖν δὲ ἰσχυρῶς· καὶ ἐμβάλλειν δ’ἐς τὸ ὕδωρ καὶ κριθῶν ἄχυρα, ἑψεῖν, ἔλαιον ἐπιχέαντα· ἢ λωτοῦ πρίσματα καὶ κυπαρίσσου, ὕδωρ ἐπιχέας καὶ ἔλαιον, ἕψε εὖ μάλα, καὶ πυρία ξὺν ἀρώμασι· μύρον δὲ ἐγχέειν, καὶ κικίδα ἐμβάλλειν καὶ ῥάμνου φλοιὸν καὶ πύρινα ἄλφιτα ξὺν ὕδατι.

204. Ἢν δὲ προΐσχωσιν ἔξω, τὰ δὲ νεῦρα τὰ καλεόμενα ὄσχοι χαλᾶται, μύρτα, λωτοῦ πρίσματα, βάτου καὶ ἐλαίης φύλλα ἅμα ἕψειν, καὶ πυριῇν ἀκροχλιάρως· ἢ οἴνῳ μετὰ τουτέων καὶ κακωδέων, ὁμοίως· περιχρίειν δὲ τῷ λευκῷ τοῦ ὠοῦ τὰ ἔξω· ὅταν δὲ ψύχωνται καὶ πελιδναὶ ἔωσιν, ὕδατι θερμῷ.

205. Μαλθακτήρια ὑστέρης ὄϊος στέαρ, ὠῶν λέκιθος, μέλῖ, ἔλαιον ῥόδινον, τούτοισιν ἀναφυρήσας ἄλητα, παραχλιαίνειν ἐν πυρὶ μαλθακῷ, τὸ ἀποσταζόμενον ἐς εἴριον ἀναμαλάσσειν, καὶ προστιθέναι· ἢ στέαρ ἡδυντὸν τὸ ἐρυθρὸν, χηνὸς ἄλειφα, ῥόδινον ἔλαιον, ξυντήξας καὶ ἐς εἴριον ἀναφυρήσας, προσθεῖναι· χηνὸς ἄλειφα ἢ

394
μήλειον στέαρ, κηρὸν λευκὸν, νέτωπον, ῥόδινον ἔλαιον, ὡς ἄριστα ταῦτα ἀναμὶξ ποιέειν, καὶ ῥάκεα ἐγκατατίλλειν λεπτὰ, καὶ αὐτίκα λουσαμένη, προστιθέσθω χλιαρὰ πρὸς τὸ στόμα· ἢ ἐλάφου μυελὸν καὶ στέαρ τῆξαι ἐν ῥοδίνῳ ἐλαίῳ, ἀναφορύξασα εἴριον μαλθακὸν, προστιθέσθω. Μαλθακὰ προσθετὰ, ὕδωρ ἄγει καὶ μύξας καὶ δέρματα, καὶ οὐχ ἑλκοῖ· σμύρναν ὡς ἀρίστην, καὶ ἁλὸς χόνδρον καὶ πίσσαν ἡδυντὴν, τρίβειν λεῖα καὶ τιθέναι. Ἕτερον προσθετόν· ἐκλέψας κόκκους τριήκοντα, τὸ ἰνδικὸν, ὃ καλέουσιν οἱ Πέρσαι πέπερι, καὶ ἐν τουτέῳ ἔνι στρογγύλον, ὃ καλέουσι μυρτίδανον, ξὺν γάλακτι γυναικείῳ ὁμοῦ τρίβειν καὶ μέλιτι διιέναι· ἔπειτα εἴριον μαλθακὸν καὶ καθαρὸν ἀναφυρήσας, περὶ πτερὸν περιελίξας προσθεῖναι, καὶ τὴν ἡμέρην ἐῇν· ἢν δὲ ἰσχυρότερον βούλῃ ποιῆσαι, σμύρναν ὀλίγην παραμίσγειν ὅσον τριτημόριον, καὶ εἴριον μαλθακὸν καθαρὸν ἢ ἡμίῤῥυπον. Ἄγει ἐξ ὑστερέων καὶ τὸ στόμα μαλθάσσει· νάρκισσος, κύμινον, σμύρνα, λιβανωτὸς, ἀψινθίον, κύπειρος, αὐτὰ ταῦτα καθ’ ἑωυτὰ καὶ ξὺν ῥοδίνῳ ἢ λευκῷ ἐλαίῳ, προσθέσθω δὲ λουσαμένη. Ἰχῶρα ὕφαιμον δυνάμενον ἄγειν· ξὺν τοίσδεσι μίσγειν σμύρναν, ἅλας, κύμινον, χολὴν ταυρείην, μέλι, ἐν εἰρίῳ προστιθέναι· καὶ κυμίνου φύλλα ἠδελφισμένως ἐν οἴνῳ· ἢ ὀπὸν σιλφίου σύκῳ μίσγειν, καὶ βάλανον ποιήσαντα προσθεῖναι· τὸ δ’ αὐτὸ δρᾷ ἡ λευκὴ ῥίζα ξὺν μέλιτι, καὶ μετέπειτα χρίειν ῥοδίνῳ· ἐνεργεῖ δὲ καὶ σκορόδου
396
μώλυζα, νίτρου ἐρυθροῦ, σύκου πίονος ἴσον, μίσγειν δὲ καὶ κικίδα μικρὴν, καὶ βάλανον ποιέειν, καὶ ἐμβάπτειν ἔς τι τῶν ὑγρῶν, καὶ προστιθέναι, κἄπειτα λουσαμένη ἐλάφου στέαρ ἐν εἰρίῳ ἐχέτω. Αἱματώδεα πάντα μᾶλλον τῶν πρόσθεν ἄγειν δύναται καὶ μαλθάσσειν· πέπερι, ἐλατήριον, ξυμμίσγειν δὲ καὶ γυναικὸς γάλα, καὶ τρίβειν ξὺν τοῖσδε καὶ μέλι καὶ ἄλειφα λευκὸν ἢ ἐλάφου στέαρ. Τρηχὺ μὲν, σφοδρὰ δὲ ἄγει παντοῖα· σύκου τὸ πῖαρ, ἐλατηρίου δύο πόσιας, νίτρον ἐρυθρὸν, ὅσον τὸ ἐλατήριον, μέλι ὀλίγον, ἐν ῥάκει ἢ ἐν εἰρίῳ, βάλανον ποιέειν. Ἕτερον· νέτωπον, χολὴν ταύρου, νίτρον, κυκλάμινον, κικίδα, τρίβειν ξὺν μέλιτι, μετέπειτα λουσαμένη στέαρ ἐχέτω ἢ γλήχωνα· καὶ χολὴν ταύρου, σμύρναν, μέλι προστιθέναι, καὶ λουσαμένη ἔλαιον ῥόδινον· ἢ χολὴν ταύρου τριπτὴν περιπλάσσειν πτερῷ, καὶ ἐς ἄλειφα ἐμβάψας αἰγύπτιον, προστιθέναι· ἢ κυκλάμινον ὅσον ἀστράγαλον ξὺν χαλκοῦ ἄνθει, ἢ ἀνεμώνης κεφαλὴν τρίψας ξὺν ἀλήτῳ, πτερῷ περιπλάσσειν, ἢ ἐς λευκὸν εἴριον ἐμβάπτεσθαι. Ἄγει πάντα· σικύης ἐντεριώνης τῆς μακρῆς ἐξελὼν τὸ σπέρμα ξὺν γάλακτι, καὶ σμύρναν, ξὺν αὐτοῖσιν ἄκρητον μέλι, ποσὸν ἔλαιον αἰγύπτιον, ἐν εἰρίῳ μαλθακῷ ἀναφορύξαι· ἢ τὴν ἐντεριώνην τῆς σικύης ξηραίνειν, καὶ μέλι παραχέαι, καὶ τρίβειν, καὶ βάλανον ποιέειν· ἐπὴν δὲ λούσηται, στέαρ προστιθέσθω· ἢ ἐλατηρίου τρεῖς πόσιας ἐν στέατι μαλθακτηρίῳ, ὠοῦ τὸ πυῤῥὸν, ἄλητον, μέλι, κηρὸν λευκὸν, ταῦτα ὁμοῦ χλιαίνειν, καὶ τὸ ἀποστάζον εἰρίῳ ἀνασπογγίσας,
398
πρόσθες· ἢ χηνὸς ἄλειφα, κηρὸν λευκὸν, ῥητίνην, μύρον ῥόδινον· ἢ μυελὸν ἐλάφου τήκειν ἢ στέαρ ὄῖος ἢ αἰγός, ὠοῦ τὸ λευκὸν, ῥόδινον μύρον, ἢ βάλανον ποιέειν ἢ εἰρίῳ ἀναλαμβάνειν.

206. Πυρίαι δι’ ὧν ὑστέραι καθαίρονται, ἢν σκληραὶ ἔωσιν οἶνον χρὴ ὡς ἥδιστον ἴσον ἴσῳ κεράσαι, ὡς τρία ἡμίχοα ἀττικὰ, καὶ μαράθου ῥίζαν καὶ τοῦ καρποῦ, τεταρτημόριον, καὶ ῥοδίνου ἀλείφωτος ἡμικοτύλην, ἐς ἐχῖνον ἐράσαι, οὖ τὸ ἐπίθεμα ὀπὴν ἔχει, καὶ ἐπιχέαι τὸν οἶνον, καὶ ἐνθέντα κάλαμον πυριῆσαι, καὶ μετέπειτα τὴν σκίλλην προστίθεσαι. Ἢν ὀδύναι καταιγίζωσιν ἐξαπιναῖοι, καὶ ἀψυχίαι ἔωσι ῥόδων φύλλα, κιννάμωμον, σμύρναν καθαρὴν, νέτωπον, ὀπὸν μήκωνος, τουτέων φθοΐσκους ποιήσας ὅσον δραχμιαίους, ἐπίθες ἐπὶ τρύφος ἀμφορέως, καὶ ἢν διαφανὲς ᾖ, χρῶ ὑποθυμιήματι· ἢ στύρακος, ὅσον ἐμβάλλουσιν ἐς τοὔλαιον, ὡς ἐπὶ τῆς προτέρης χρῆσθαι· ἅπαντα ὁκόσα ἐς τὰ μύρα ἐμβάλλεται, κόψαι καὶ κατασῆσαι· ἐπιβάλλειν δὲ ἐς τὸν βόλβιτον καὶ στύρακα, καὶ περιχρίειν νετώπῳ, ῥόδινον ἔλαιον ὡς ἄριστον, καὶ αἰγύπτιον λευκὸν, θυμία τοῦτο μετὰ τὰς καθάρσιας. Ἢ δάφνης καὶ μυρσίνης φύλλα κόψαι καὶ κυπείρου καρπὸν, ὀργάσασθαι αἰγυπτίῳ λευκῷ μύρῳ καὶ νετώπῳ, καὶ ἐπὶ βολβίτῳ θυμία. Ἀρήγει δὲ καὶ μάννα, κυπαρίσσου πρίσματα, καὶ κυπείρου ῥίζα κοπεῖσα, στῆσαι δὲ καὶ σχοῖνον τὸν ἡδύοσμον, καὶ κάρδαμον, καὶ ἴριν, ταῦτα πάντα μίσγειν, περιχέαι δὲ ῥόδινον ἔλαων

400
καὶ νέτωπον, καὶ χρέο ἐν κρίμνοισι πυρίνοισιν. Ἢ ῥητίνην ἐπὶ νεοπήκτου κεραμίδος θυμία, ἐπιβαλὼν καστόριον ἤ τι τῶν ἀρωμάτων· τὴν δὲ κεφαλὴν τέγγειν ἐλαίῳ ῥοδίνῳ, ἐς δὲ τὼ ὦτε μύρσινον ἢ μήλινον. Ἢ λευκοὺς ἐρεβίνθους καὶ ἀσιαφίδας ἑψήσας δίδου πίνειν, καὶ ἐν ὕδατι θερμῷ καθέζεσθαι. Ἢ ἐλαίας λευκὰς, πρὶν ἂν ἔλαιον ἀνεῖναι, κατακνίσαι καὶ αὐῆναι, καὶ ἐς οἶνον τρίβειν εὐώδεα, καὶ ἐμβάφιον ἀττικὸν διδόναι. Ἢ κανθαρίδων τὰς γαστέρας, ἢ ἀδίαντον, καὶ νίτρον ἐρυθρὸν αἰγύπτιον, καὶ ῥίζαν νάρθηκος, καὶ σελίνου σπέρμα, ταῦτα διδόναι· ἢν δὲ ἐπιλάβῃ στραγγουρίη, ἐν ὕδατι καθιζέσθω, καὶ γλυκὺν πινέτω. Ὀδύνης ὑστερέων· οἶνον ὡς ἥδιστον ἴσον ἴσῳ κεράσας, ὡς τρία ἡμίχοα ἀττικὰ, καὶ μαράθου ῥίζας καὶ τοῦ καρποῦ τριτημόριον, καὶ ῥοδίνου ἐλαίου ἡμικοτύλιον, ταῦτα ἐμβάλλειν ἐς ἐχῖνον καινὸν, καὶ τὸν οἶνον ἐπιχέαντα πυριῇν, καὶ τὴν σκίλλην προστίθεσθαι, ἔστ’ ἂν φῇ τὸ στόμα μαλθακὸν εἶναι καὶ φαρκιδῶδες καὶ εὐρύ· καὶ ἢν ἑλκωθῇ, καὶ ὁλοφλυκτίδες ἔωσιν, ἄμεινον στέατος χηνείου ἀλείφατι ξὺν λιβανωτῷ θεραπεύειν. Ὑπὲρ ὑστερέων ὀδύνης· πευκέδανον, ἀριστολοχίαν, πάνακες, ταῦτα ὁμοῦ μῖξαι ἐν γλυκεῖ οἴνῳ, καὶ χλιήναντα πῖσαι, καὶ μήκωνος λευκῆς ῥοφέειν, καὶ κνίδης σπέρμα. Ἄλλο· πυρίη θυμιητὴ, ἢν ὀδύνη ἔχῃ· σίδια ῥοιῆς γλυκείης, λωτοῦ πρίσματα, ἐλαίης φύλλα ξηρὰ κεκομμένα, ταῦτα ἐλαίῳ ὀργάσασθαι χρὴ καὶ ἐπὶ βόλβιτον πεπυρωμένον ἐπιῤῥίπτειν· ἢ χαλβάνην, σμύρναν, λιβανωτὸν, ἔλαιον λευκὸν αἰγύπτιον ἐπὶ οἰναρίδων.
402
Ἑτέρη πυρίη ἡ δι’ ἀσφάλτου στερεωτέρη· ἀσφάλτου ζακυνθίης, λαγωοῦ τρίχας, πήγανον, κόριον ξηρὸν, ταῦτα τρίψας πάντα, φθοΐδας πλασάμενον θυμιῇν. Ἢ πίσση, σανδαράκη, κόψας λείην, μῖξαι πρίσματα κυπαρίσσου, καὶ τούτοις κηρὸν, καὶ μύρον ἐπιχέας, φθοΐδας ποιέειν, καὶ ἐπὶ πυρὶ θυμιῇν. Ἢ αἰγὸς κέρας καταπρίσας, ἐλαίῳ ἀνακυκᾷν, ἐπὶ πυρὶ θυμιῇν. Ἢ ὀρύξας βόθρον, γίγαρτα φρύγειν, καὶ τὴν σποδιὴν ἐμβάλλειν ἐς τὸν βόθρον, καὶ οἴνῳ εὐώδει νοτίσας τὰ γιγάρτα, περικαθεζομένην πυριῆσθαι· ἔστωσαν δὲ τῶν γιγάρτων δύο μοῖραι, καὶ αὗται δὲ αὖαι ὡς μάλιστα.

207. Ἢν δὲ ὑστέρη ἀλγέῃ ἄχρι κύστιος, πράσου καρπὸν ξὺν ὕδατι τριπτὸν πίνειν· ἢ κυκλαμίνου ῥίζην ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω νῆστις, καὶ χλιάσματα προστιθέναι· ἢ σκορόδου μώλυζαν καὶ νίτρον ὀπτὸν καὶ κύμινον, λεῖα ποιήσας, μέλιτι δεύων προστίθει, καὶ τῷ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω.

208. Ὑστερέων πάσης νούσου θεραπευτικόν· λίνου τὸ σχιστὸν αὐτῇ τῇ καλάμῃ ὅσον δραχμὴν κόψας λεπτὰ, καταβρέξαι ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ τὴν νύκτα, ἔπειτα ἀπηθήσας, χλιαίνειν, εἴριον ὡς μαλθακώτατον ἐμβάπτων, καὶ τὸ μὲν προστιθέναι, τὸ δὲ ἀφαιρέειν. Βοηθεῖ δὲ καὶ κρόκος, σμύρνα, κάρυα ποντικὰ, ἄλευρον καθαρὸν, ἐν χηνὸς στέατι καὶ μύρῳ ἰρίνῳ προστιθέναι.

404

209. Ἢν περιωδυνίη ἔχῃ ἐκ προσθέτων καθαιρομένην, σμύρνης ἐμβάφιον, λιβανωτὸν ἴσον, μελάνθιον, κύπειρον, σέσελι, ἄννησον, λίνον, νέτωπον, μέλι, ῥητίνην, χηνὸς στέαρ, ὄξος λευκὸν, μύρον αἰγύπτιον, ἴσον ἑκάστου, τρίβειν ἐν οἴνῳ λευκῷ γλυκεῖ, δύο κοτύλῃσι, καὶ κλύζειν χλειροῖσι κλυσμοῖσιν. Ἢν ὀδύνη ἔχῃ μετὰ κάθαρσιν, κύπειρος, κάλαμος, σχοῖνος καὶ ἴρις, ταῦτα ἐν οἴνῳ μέλανι ἑψῶν χρέο. Ἕτερος κλυσμὸς, ἢν περιωδυνίη καὶ στραγγουρίη ἔχῃ· πράσου χυλὸν, ἀκτῆς καρπὸν, σέσελι, ἄννησον, λιβανωτὸν, σμύρναν, οἶνον, χύλωσον καὶ μῖξον καὶ κλύσαι. Ἢ σμύρνης ὀξύβαφον, λιβανωτοῦ ἴσον, μελανθίου καὶ κυπείρου ἴσον, σέσελι, ἄννησον, σελίνου σπέρμα, νέτωπον, μέλι, ῥητίνην, χηνὸς στέαρ, ὄξος λευκὸν, μύρον αἰγύπτιον, τούτων ἴσον ἑκάστου διεῖναι οἴνῳ λευκῷ γλυκεῖ καὶ κλύζειν. Ἢ λινοζώστιος ὕδωρ ἀφεψήσας ξὺν σμύρνῃ, λιβανωτῷ, νετώπῳ, ἢ ἐλελίσφακον, ὑπερικὸν, ἑψεῖν ἐν ὕδατι καὶ κλύζειν. Ἢ λίνου καρπὸν, ἄννησον, μελάνθιον, σέσελι, σμύρναν, κασσίης καρπὸν ἐν οἴνῳ ἑψεῖν καὶ κλύζειν. Ἕτερος κλυσμὸς, ἢν ὀδύνη ἴσχῃ σφοδρὴ μετὰ κάθαρσιν· ἀκτῆς καρπὸν καὶ δαφνίδας ἑψεῖν ἐν οἴνῳ μέλανι καὶ κλύσαι, ἢ ἀκτὴν ἑψήσας ἐν ὕδατι ἀποχέειν τὸ ὕδωρ, οἶνον δὲ γλυκὺν παραχέας κλύσαι· κἢν μετὰ κλυσμὸν ὀδύνη ἐγγένηται, ἑψεῖν τὰ θυώματα ἃ ἐς τὸ μύρον ἐμβάλλεται, καὶ ἀποχέαι τοῦ ὕδατος δύο κοτύλας, μῖξαι δὲ ἔλαιον χηνὸς καὶ ῥόδινον, καὶ κλύζειν χλιαρῷ. Πλέον δὲ

406
κλύσμα δύο κοτύλαι μηδενὶ ὡς ἔπος εἰπεῖν. Ἢ λινόζωστιν ἑψεῖν ἐν ὕδατι, καὶ μῖξαι χυλὸν μυρσίνης, λιβανωτὸν, νέτωπον ἴσον, καὶ κλύσαι χλιαρῷ. Ἢν δὲ ἀλγέῃ τὰς ὑστέρας, κυκλαμίνου ῥίζαν ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ τῷ θερμῷ λούεσθαι, καὶ ἀπόθερμον πινέτω.

210. Ἢν ἀφθῇ τὰ αἰδοῖα· μύρον θερμὸν ξὺν οἴνῳ κλύζεσθαι, καὶ μελίλωτον προστιθέναι, καὶ γλυκυσίδης ἐν οἴνῳ ἑψημένης τριπτῆς προστιθέσθω, καὶ σμύρναν καὶ ῥητίνην ὁμοῦ μίξας καὶ διεὶς οἴνῳ, ὀθόνιον ἐμβάπτων, προστιθέναι. Καὶ στραγγουρίη ἢν λάβῃ, πυριῇν καὶ χρίειν στέατι τὸ ἦτρον, ἐγκαθίννυσθαι δὲ ἐν ῥόδων ἀφεψήματι ἢ βάτου ἢ μυρσίνης ἢ ἐλαίης ἢ ἑλίκων ἀμπέλου ἢ ἀρκευθίδων ἢ ἐλελισφάκου.

211. Ἢν δὲ ἄνεμος ἐγγένηται ἐν τῇ μήτρῃ, πόνος ἔνι σπερχνὸς, καὶ φῦσα οὐκ ἔξεισιν· κύμινον προστιθέσθω· ἢ ἐλελίσφακον καὶ κύπειρον κόψας, καὶ τέγξας τὴν νύκτα ὅλην, ἕωθεν ἀπηθῆσαι, τὸ διαυγές δὲ ἐς ἄγγος ἐγχέαι, καὶ κρίμνα πύρινα ἐν οἴνῳ λευκῷ φορύξαι, καὶ ὀπὸν σιλφίου ὡς κύαθον, κρᾶμα ἑψεῖν, ἐνωμότερον διδόναι ῥοφέειν.

212. Ἢν κιὼν ἐν τοῖσιν αἰδοίοισιν ἐγγένηται, ὀδύνη ἴσχει, καὶ τῆς μὲν ὀδύνης σελίνου καρπὸς ἀλέξημα, καὶ κισσὸς, καὶ ῥοιῆς γλυκείης τριπτῆς ἐν οἴνῳ παλαιῷ ξὺν ποταινίῃ σαρκὶ προστίθεσθαι, καὶ ἐπιπλάσαι τὰ φύλλα· τὴν δὲ νύκτα ὅλην ἐχέτω κείμενα, κἄπειτα ἀφελομένη ἐν οἴνῳ διακλυζέσθω.

408

213. Περὶ μὲν τῶν γινομένων τῇσι γυναιξὶν ἐφ’ ἑκάστοισι τῶν παθημάτων πρότερον εἴρηται· νυνὶ δὲ ἀποφανέω, δι’ ἃς αἰτίας ἄφοροι γυναῖκες τὸ πάμπαν, καὶ διότι οὐ τίκτουσι κρὶν ἰηθέωσιν. Φημὶ δὲ τοῦτο αἴτιον εἶναι· ἢν στραφῇ τὸ στόμα τῶν μητρέων πάμπαν ἀπὸ τοῦ αἰδοίου, οὐ κυΐσκεται· οὐ γὰρ δέχονται αἱ μῆτραι τὴν γονὴν, ἀλλ’ ἔξω αὐτίκα ἔρχεται. Γίνεται δὲ τοῦτο καὶ ἢν ὀλίγον παραστραφῇ τὸ στόμα τῶν ὑστερέων ἀπὸ τοῦ αἰδοίου παρὰ φύσιν· καὶ ἢν μεμύκῃ τὸ στόμα τῶν μητρέων πάμπαν, οὐδ’ οὕτω δέχονται, οὐδ’ ἢν ἁρμοῖ μεμύκῃ μᾶλλον ἢ δεῖ. Δῆλον δὲ τουτέων ἕκαστόν ἐστι τῶν εἰρημένων· ἢν μὲν γὰρ ἀπεστραμμένον ᾖ πάμκαν ἢ μεμυκὸς, τὰ καταμήνια οὐκ ἔρχεται τὸ παράπαν, ἢ ἔρχεται βιαίως ξὺν νούσῳ, ἢν βιάσηται τὸ αἷμα τὰς μήτρας στραφῆναι κατ’ ἰθέα· κἢν ἀποκαθαρθῇ ἡ γυνὴ, ἔστιν ὅτε αὖτις ἀποστρέφεται τὸ στόμα τῶν μητρέων ἀπὸ τοῦ αἰδοίου· ἢν δὲ ὀλίγον παρακεκλιμένον ᾖ ἢ ἁρμοῖ μεμύκῃ, χωρέει μὲν τὰ καταμήνια, χωρέει δὲ βιαίως καὶ κατ’ ὀλίγον ἐπὶ πολλὰς ἡμέρας. Ταῦτα δὲ πάντα δῆλα γίνεται, εἰ οὕτως ἔχει, ψηλαφώσῃ γυναικὶ, καὶ ἢν τούτων τι ᾖ, μελεδανθεῖσα ἡ γυνὴ φορὸς γίνεται· ἔστι δὲ καὶ ὅτε αὐτομάτη. Τούτων δὲ ἕκαστον διότι γίνεται εἰρήσεται, εἴρηται δὲ ἐν τοῖσι γυναικείοισι νουσήμασιν. Ἢν δὲ λεῖαι ἔωσιν αἱ μῆτραι, γίνεται δὲ τοῦτο καὶ φύσει ἐνίῃσι, καὶ ἢν ἕλκεα ἐγγενόμενα μεγάλας οὐλὰς ἐγκαταλίπῃ, καὶ ἢν λεῖαι ἔωσιν,

410
οὐ λαμβάνει ἡ γυνὴ ἐν γαστρί· τὴν γὰρ γονὴν δέχονται μὲν αἱ μῆτραι, ἢν μή τι αἴτιον ἄλλο ᾖ, ξυλλαμβάνουσιν δὲ οὔ· ἀλλὰ τὸν σπόρον ἔξω χαλῶσι. Δῆλον δὲ μάλιστά ἐστι ψηλαφώσῃ, καὶ εἰρομένῃ εἴ ποτε ἐν τῇσι μήτρῃσιν ἕλκεά οἱ ἐγένοντο. Τὰ δὲ καταμήνια ὑγιηρῶς μὲν ἐν τουτέῳ τῷ νοσήματι χωρέει· ἀνίητος δὲ γίνεται ὡς ἐπὶ τὸ πλέον ἡ τοιαύτη. Γίνεται δὲ καὶ τοῦτο αἴτιον τοῦ μὴ συλλαμβάνειν ἐν γαστρὶ, ἢν ἕλκος γένηται ἐν τῇσι μήτρῃσιν ὑπὸ παθήματος τούτων τῶν εἰρημένων καὶ μὴ ταχὺ ὑγιανθῇ, ἀλλὰ μολυνθῇ. Παραμένει γὰρ τὸ ἕλκος ἐπὶ πουλὺν χρόνον, ὥσπερ καὶ τὸ ἐν ὠτὶ ἐὸν, καὶ ὄζει πονηρὸν ἡ γυνὴ, καὶ ἔστιν ὅτε ἰχὼρ ῥέει αὐτῇ ἐκ τοῦ αἰδοίου κάκοδμος, καὶ μέχρις ἂν ἔχῃ τὸ ἕλκος, οὐ λαμβάνει ἐν γαστρί· οὐ γὰρ συλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν. Ταύτῃ τὰ καταμήνια χωρέει ὑγιηρῶς· ἐν ψηλαφήσει δὲ μάλιστα γίνεται δῆλον καὶ ἐρωτήσει περὶ τῶν εἰρημένων· μελεδανθεῖσα δὲ φορὸς γίνεται· ὀλίγαι δὲ ἐλπίδες εἰσίν. Ἢν δὲ τῶν καταμηνίων ἐλλειφθέν τι ἐν τῇσι μήτρῃσι [μὴ] ἔκρηξιν ἔχῃ, θερμανθὲν δὲ καὶ αὖθις ψυχωθὲν περὶ τὸ στόμα [ᾖ] ἢ ὀλίγον ἐνδοτέρω, οὐδ’ οὕτω λαμβάνει ἐν γαστρί· ἕργμα γὰρ τοῦτο ἐπικείμενον οὐ παρίησι τὴν γονὴν ἰέναι ὅκου δεῖ. Καὶ ἢν μὲν ἐν ἀρχῇ μελεδαίηται, ὑγιαίνει καὶ φορὸς γίνεται· ἢν δὲ χρόνος ἐγγένηται, ἄφορος μένει· δῆλον δὲ τὸ πάθημα ψηλαφήσει μάλιστά ἐστι, σκληρὸν γάρ τι ἐγγίνεται. Καὶ ἢν χάνωσι μᾶλλον τοῦ καιροῦ αἱ μῆτραι, οὐδὲ οὕτω κυΐσκεται· οὐ γὰρ ξυλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν· δῆλον δὲ ἔσται καὶ τοῦτο ψηλαφήσει· καὶ
412
τὰ καταμήνια ἔρχεται ἁλέα καὶ ἐπ’ ὀλίγας ἡμέρας· γίνεται δὲ καὶ φύσει τὸ πάθημα τοῦτο καὶ ὑπὸ νοσημάτων τῶν εἰρημένων. Κἢν μὲν φύσει ᾖ, ἀνίητος ἡ νοῦσος· ἢν δὲ μὴ, οὔ. Ἢν μὴ ὑγιηρὰ χωρέῃ τὰ καταμήνια, οἷα τῆς γυναικὸς μὴ ὑγιηρῆς ἐοὔσης, οὐδὲ οὕτω κυΐσκεται· οὐ γὰρ πήγνυται ὑπὸ τοῦ αἵματος νοσεροῦ ἐόντος, ἀλλὰ διοῤῥοῖ τὴν γονὴν τὸ αἷμα τὸ κατιὸν ἀπὸ τοῦ σώματος νοσερὸν ἐόν· διοῤῥωθεῖσα δὲ ἡ γονὴ ἐξέρχεται ἔξω τῷ χρόνῳ ἢ ὀλίγῳ ἢ πολλῷ ξὺν ἰχῶρι. Δῆλον δέ ἐστι τῷ σώματι τῆς γυναικὸς καὶ τοῖσι καταμηνίοισι· χωρήσει γὰρ τὰ καταμήνια αὐτῇ οἷα εἴρηται, ἤν τε χολώδης ἤν τε φλεγματώδης ἤν τε ὑδρωποειδὴς ἔῃ· ἐν τάχει δὲ μελεδανθεῖσα φορὸς γίνεται· ἢν δὲ μὴ, οὔ. Ἢν δὲ γυναικὶ μὴ χωρέῃ τὰ καταμήνια πάμπαν ὑπὸ παθημάτων τῶν εἰρημένων, καὶ οὕτως οὐ ξυλλαμβάνει· αἱ γὰρ φλέβες τοῦ αἵματος πλήρεις ἐοῦσαι τὴν γονὴν οὐ δέχονται, καὶ ἐν τῇσι μήτρῃσιν αἵματος ἐνεῖναί τι χρονίου πᾶσα μηχανὴ, ὅ τι ἀποκωλύει τὴν γονὴν τρέφεσθαι. Ἢν δὲ ἐλάσσω τὰ καταμήνια χωρέῃ τοῦ δέοντος, οὐδὲ οὕτω κυΐσκεται· αἴτια δὲ τὰ ἐν τῇ προτέρῃ νούσῳ προειρημένα· δῆλον δὲ καὶ τοῦτο ἐν τῇ ἐρωτήσει. Κἢν μὲν φύσει ὀλίγα χωρέῃ τὰ καταμήνια, ἀνίητος γίνεται· ἢν δὲ ὑπὸ παθήματος τουτέων τινὸς τῶν εἰρημένων, μελεδανθεῖσα ἐν τάχει φορὸς ἔσται. Καὶ ἢν πλείονα τοῦ δέοντος χωρέῃ τῇ γυναικὶ τὰ καταμήνια, οὐδ’ οὕτως ἐν γαστρὶ λαμβάνει· αἱ γὰρ μῆτραι, κεκενωμένου τοῦ αἵματος, οὐ ξυλλαμβάνουσι τὴν γονὴν ὑπὸ ἀσθενείης· ἂν δὲ ἄρα καὶ ξυλλάβωσιν, κατελθὸν τὸ αἷμα πολλὸν ἐξαπίνης ἐπὶ τὰς μήτρας τῆς γυναικὸς ἀποπνίγει τὴν γονήν. Δῆλον δὲ καὶ τόδε τοῖσιν ἐπιμηνίοισιν
414
ὁκόσα πολλὰ χωρήσει· καὶ ἢν μὲν φύσει ἡ γυνὴ πολλὰ χαλᾷ τὰ καταμήνια, ἄφορος γίνεται· ἢν δὲ μὴ φύσει, ἀλλ’ ὑπὸ παθήματός τινος τῶν εἰρημένων, μελεδανθεῖσα φορὸς ἔσται. Καὶ ἢν τὸ στόμα τῶν μητρέων ἐκπέσῃ τοῦ αἰδοίου, οὐδὲ οὕτω λαμβάνει ἐν γαστρί· τό τε γὰρ στόμα σκληρὸν γίνεται, καὶ οὐ δέχεται τὴν γονὴν, καὶ οἰδέει, καὶ ταύτῃ ἄφορος γίνεται τὸ πάμπαν· δῆλον δὲ τὸ πάθημα τοῦτο δι’ ὅ τι γίγνεται. Καὶ ἢν μὴ χωρέῃ τὰ καταμήνια κατὰ τὸ προσῆκον, ἀλλὰ κάτω ὁρμῇ ἐς τὴν ἕδρην, οὐδὲ οὕτω λαμβάνει ἐν γαστρί· δῆλον γὰρ ὅτι τὸ στόμα τῶν μητρέων ἐκτέραπται ἀπὸ τοῦ αἰδοίου ἢ μέμυκε· καὶ ἢν μὲν κατὰ τὴν ἕδρην ᾖ ἐστραμμένον τὸ στόμα ἢ μεμύκῃ, μελεδανθεῖσα φορὸς γίνεται· δῆλον δὲ ἑκάτερόν ἐστι τῇ ἐρωτήσει καὶ ἀποκρίσει· ἢν γὰρ τὰ καταμήνια ἑκάστω ὧδε εἴη, ἡ νοῦσος ταύτῃσι δῆλον ὅτι αἰτίη ἐστί. Τοσαῦτα καὶ τοιαῦτα τῇσι γυναιξίν ἐστι, δι’ ἃ οὐ τίκτουσι πρὶν ἂν ἰηθέωσι, καὶ δι’ ὅσα ἄφοροι γίνονται τὸ πάμπαν· ὥστε θαυμάζειν τὰς γυναῖκας οὐ χρὴ ὅτι εἰσὶν αἳ οὐ τίκτουσι πολλάκις.

214. Πειρητήρια δι’ ὧν δηλοῦται ἡ γυνὴ εἰ κυήσει· γυναῖκα ἢν θέλῃς γνῶναι εἰ κυήσει· βούτυρον καὶ γάλα γυναικὸς κουροτρόφου διδόναι πίνειν νήστει, καὶ ἢν ἐρεύγηται, κυήσει· εἰ δὲ μὴ, οὔ. Ἄλλο· νέτωπον ὀλίγον προστίθεσθαι ἐν εἰρίῳ ἐνελίξασα, κἄπειτα ἕωθεν σκέψασθαι ἢν ὄζῃ διὰ τοῦ στόματος τὸ ἐπιτεθέν· κἢν μὲν ὄζῃ, κυήσει· ἢν δὲ μὴ, οὔ. Ἕτερον πειρητήριον ἐπὶ τοῦ αὐτοῦ· ᾕτινι ἂν γυναικὶ ἀπὸ τῶν προσθετῶν μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ

416
ἄρθρα ἀφίκωνται, καὶ βρυγμὸς ἔχῃ, καὶ σκοτοδινῆται καὶ χασμῆται, ἐλπὶς ταύτῃ κυῆσαι μᾶλλον ἢ ἥτις τούτων μηδὲν πάσχει. Ἄλλο· μώλυζαν σκορόδου περικαθήραντα τὴν κεφαλὴν, ἀποκνίσαντα, προσθεῖναι πρὸς τὴν ὑστέρην, καὶ ὁρῇν τῇ ὑστεραίῃ, ἢν ὄζῃ διὰ στόματος· καὶ ἢν ὄζῃ, κυήσει· ἢν δὲ μὴ, οὔ. Ἢν θέλῃ γνῶναι ἡ γυνὴ εἰ κυήσει, πινέτω ἄννησον τετριμμένον ἐν ὕδατι ὡς λειότατον, καὶ εὑδέτω· καὶ ἢν μὲν κνησμὸς αὐτὴν λαμβάνῃ περὶ τὸν ὀμφαλὸν, κυήσει· ἢν δὲ μὴ, οὔ.

215. Κύουσαν γυναῖκα ἢν μὴ ἐν ἄλλῳ γινώσκῃς, ἐν τούτῳ γνώσῃ· ὁρῶνται οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος, ἀλλὰ πελιώτερα φαίνονται. Ὁκόσαι ἐν γαστρὶ ἔχουσιν, ἔφηλιν ἐπὶ τοῦ προσώπου ἴσχουσι, καὶ ἀρχόμεναι συλλαμβάνειν μίσοινοι γίνονται καὶ κακόσιτοι, καὶ καρδιωγμοῦ μεσταὶ, καὶ πτυαλίζουσιν. Μίλτον καὶ ἄννησον τρῖψαι ὡς λειότατα, εἶτα ἐν ὕδατι διεῖναι, καὶ δοῦναι, καὶ ἐᾶσαι ὑπνῶσαι· καὶ ἢν μὲν στρόφος γίνηταί οἱ περὶ τὸν ὀμφαλὸν, κύει· ἢν δὲ μὴ γίνηται, οὐ κύει· πάντων δὲ τουτέων ὕστερον πίνειν ἄλητον καὶ μέλι καὶ ὀρίγανον ἐν οἴνῳ καὶ ἐλαίῳ.