De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

165. Ἢν θρομβωθέωσιν αἱ μῆτραι, τὸ στόμα αὐτέων γίνεται οἷον ὀρόβων μεστὸν, καὶ ἢν ἐπαφήσῃ, ὄψει οὕτως ἔχον, καὶ τὰ ἐπιμήνια οὐ γίνεται, οὐδὲ ἡ γονὴ ἐμμένει. Τέως ἂν ὧδε ἔχῃ, τῆς κυκλαμίνου τὸν φλοιὸν περιλέψας, καὶ σκόροδα, καὶ ἅλας, καὶ σῦκον, καὶ μέλι ὀλίγον, ταῦτα τρῖψαι καὶ ξυμμῖξαι, καὶ ποιῆσαι βάλανον, καὶ προσθεῖναι πρὸς τὸ στόμα τῶν μητρέων, καὶ τῶν ἄλλων προσθετῶν, ὅσα τε δριμέα ἐστὶ καὶ ὑφ’ ὧν καθαίρεται αἷμα, καὶ τῶν πομάτων ἄσσα ὑστέρας καθαίρει.

166. Ἢν παρὰ φύσιν αἱ μῆτραι χάνωσι, τὰ ἐπιμήνια χωρέει πλέονα καὶ γλίσχρα καὶ θαμινὰ καὶ ἡ γονὴ οὐκ ἐμμένει, καὶ τὸ στόμα κεχηνός ἐστι, καὶ οὐχ οἷόν τε εἰρύεσθαι τὴν γονὴν, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, [καὶ ὀδύνη] τὴν κάτω κοιλίην καὶ τὰς ἰξύας, Ἡ δὲ νοῦσος λάζεται ἐκ ῥόου αἱματώδεος, γίνεται δὲ καὶ ὁκόταν τὰ ἐπιμήνια ἐξαπίνης ἱστάμενα ῥαγῇ. Ἡ δίαιτα γοῦν πρόσθεν εἴρηται. Χρὴ δὲ προσθέτοισι θεραπεύειν, ἐν ἀρχῇ μὲν καθαρτηρίοισιν ἅμα καὶ μαλθακοῖσιν, ἔπειτα ἠρέμα στύφουσι, καὶ σπόγγοισι τὰ κάτω τοῦ ὀμφαλοῦ πυριῆν μυρσίνης ὕδατι, ἢ βάτον ἐναφεψεῖν, ἢ ἐλαιῶν φύλλα, ἢ ῥόδων, ἢ οἰνάνθης, ἢ ἀμπέλου.

167. Ἢν τὸ στόμα τῶν μητρέων ἀναχάνῃ μᾶλλον ἢ ὡς πέφυκεν ἐν τοῖς ἐπιμηνίοις, τὰ ἐπιμήνια γίνονται πλείω καὶ κακίω πάντα καὶ ὑγρότερα καὶ διὰ πλείονος χρόνου, καὶ ἡ γονὴ οὐχ ἅπτεται, οὐδὲ μένει,

346
ἀλλὰ πάλιν ἔξεισι· κἢν ἐπιμένῃ, τὸ στόμα εὑρήσεις διαπεπλιχὸς, καὶ ἀδυναμίη ἴσχει ὑπὸ τῶν ἐμμηνίων, καὶ κούφη ἐστὶ καὶ ἔντονος, καὶ πρόσω χωρέει, τὰ δὲ κράτεα χαλᾶται, καὶ πῦρ βληχρὸν, καὶ ῥῖγος, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τοὺς κενοῶνας καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα μάλιστα, ἤν τι ἐν αὀτῇ διαφθαρὲν σαπῇ καὶ παγῇ, πάσχουσι δὲ καὶ ἐκ τόκων ἔνιαι, αἱ δὲ καὶ ἄλλως. Ὅταν γοῦν ὧδε ἔχῃ, φάρμακον χρὴ πιπίσκειν, καὶ κρισιμωπέρη ἔσται· κἢν ὀδύνη ἔχῃ, τῶν χλιασμάτων προστιθέναι, καὶ τῷ ψυχρῷ λούειν, καὶ διαλείποντα κλύζειν, καὶ τῶν ποτημάτων διδόναι ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ ὑποθυμιῇν ὁκόσα ξηραίνει, καὶ πουλύποδας ἐσθιέτω καὶ τὴν λινόζωστιν. Ἢν δὲ μὴ μεμύκωσιν αἱ μῆτραι ὡς χρὴ, καθίννυσθαι ἐν ὕδατι μυρσίνης ἐναφεψημένης, ἢ σχίνου, ἢ ἀμπέλου, ἢ ἐλαίης φύλλοισιν, ἢ ῥόδων. Δίαιτα δὲ, ἣ λέλεται ἐπὶ τοῦ ἐρυθροῦ ῥόου· ἄριστον δέ οἱ βοήθημα δίψα, ἔμετοι θαμέες, καὶ λουτρῶν εἴρξεις. Ὁκόταν ἀναστομωθέωσι μᾶλλον τοῦ δέοντος ὑστέραι καὶ μὴ μεμύκωσι, καθάρσιος δέονται καὶ κλυσμῶν καὶ θυμιημάτων.

168. Ἢν δὲ λειανθέωσιν αἱ μῆτραι, τὰ ἐπιμήνια πλείω γίνεται καὶ κακίω καὶ ὑγρότερα καὶ πυκνὰ, καὶ ἡ γονὴ οὐκ ἐμμένει, ἀλλὰ πάλιν οἴχεται, καὶ τὸ στόμα ἐπαφώμενος τῷ δακτύλῳ ὄψει λεῖον,

348
καὶ ἀδυναμίη αὐτὴν λαμβάνει ὑπὸ τῶν ἐμμηνίων, καὶ πυρετὸς καὶ ῥῖγος ἴσχει, ὀδύνη τε ἐς τὴν νειαίρην γαστέρα, καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, μάλιστα δὲ ἤν τι ἐν αὐτῇ διαφθαρὲν σαπῇ, καὶ ἐκ τόκου καὶ ἄλλως. Ὅταν οὖν οὕτως ἔχῃ, θεραπεύειν χρὴ, ὅκου ἂν ἡ ὀδύνη ἔχῃ, ὡς ἐπὶ τῶν πρόσθεν γέγραπται.

169. Ἢν αἱ μῆτραι φλεγμήνωσι, τὰ ἐπιμήνια ἐπηλυγίζονται, καὶ ὁ τράχηλος ξυναρθμοῦται, καὶ πυρετὸς ὀξὺς καὶ γνώμης ἁπτόμενος, καὶ πονηρὰ καὶ ὀλίγα οἱ ἐπιφαίνεται, καὶ ὁκόταν νῆστις ᾖ, ἔμετος αὐτέῃ ἐπέρχεται· ὁκόταν δέ τι φάγῃ, ταῦτα ἐμέει· καὶ ὀδύνη τὴν νειαίρην γαστέρα ἴσχει καὶ τὰς ἰξύας, καὶ ἀποψύχει, καὶ περίψυξις ὅλου τοῦ σώματος· ἡ δὲ γαστὴρ τοτὲ μὲν σκληρὴ, τοτὲ δὲ μαλθακὴ, καὶ ἐμπίπραται, καὶ ἀείρεται, καὶ δοκέει ἐν γαστρὶ ἔχειν· ἔστι δ’ ὅτε κενεὸν φαίνεται τὸ πλήρωμα τῆς γαστρὸς, καὶ ἐμπίπλαται ἡ κοιλίη ὕδατος, καὶ ὁ ὀμφαλὸς ἐξίσχει, καὶ τὸ στόμα ἰσχνὸν, καὶ ἐξαπίνης ἐφάνη τὰ ἐπιμήνια τρύζοντα, καὶ ὀλίγα καὶ πονηρὰ, καὶ λεπτύνεται τὰς κληῗδας καὶ τὴν δειρὴν, καὶ οἱ πόδες οἰδίσκονται καὶ αἱ πέζαι μάλιστα. Ὅταν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ πυριῆσαι τὰς ὑστέρας ὡς εὐώδεσι, τὰς ἡμέρας τοῖσι μολυβδίοισι, καὶ λοῦσαι θερμῷ ὕδατι πρὸ τῆς προσθέσιος μὴ δάκνοντι· καὶ μετὰ τὴν πρόσθεσιν κλύζειν τὰς ὑστέρας· δύο πόσιας κνήστρου ἑψῆσαι ἐν κοτύλῃ ὕδατος, καὶ ἀποχέαντα τὸ ὕδωρ κλύσαι, κοτύλην ξυμμίξαντα μέλιτος καὶ ἐλαίου ναρκισσίνου ἢ ἀνθινοῦ· μετὰ δὲ ταῦτα διαλιπεῖν

350
ἡμέρας τρεῖς, εἶτα κλύσαι τῷ ξὺν τῷ ὄξει, καὶ πρὸ τοῦ σίτου τὴν λινόζωστιν ἑψοῦσα ξὺν οἴνῳ ποσῷ ἐσθιέτω ὡς κράμβην καὶ τὸν χυλὸν ῥοφεέτω. Ἢν δὲ ἐπιμένῃ, φάρμακα πιπίσκειν, ὑφ’ ὧν ὕδωρ καθαίρεται τὰς ὑστέρας. Σιτίοισι δὲ χρεέσθω ἄρτοισι καὶ λαχάνοισιν ἑφθοῖσι τακεροῖσι, θαλασσίοισι δὲ μᾶλλον ἢ κρέασιν, ἢ ἀκροκωλίοισιν ἑφθοῖσι τακεροῖσι, καὶ ταλαιπωρέειν ὡς πλεῖστα καὶ πρὸ τοῦ σιτίου καὶ μετὰ τὰ σιτία, καὶ λουέσθω ὡς ἐλάχιστα ψυχρῷ, καὶ γλυκέων καὶ λιπαρῶν παντοίων εἰργέσθω· τὰς δὲ διὰ μεσηγὺ τῶν καθαρσίων ἀδίαντον πινέτω, ἐν ὄξει κεκρημένῳ νῆστις. Ἡ δὲ νοῦσος θανατώδης, ἐκφυγεῖν δὲ ὀλίγαι δύνανται, ἢν μὴ ἐν γαστρὶ ἔχωσιν.

170. Φλεγμασίης μητρέων· τὰ ἐπιμήνια ἐπηλυγίζονται, καὶ ὁκόταν ἄσιτος ᾖ, ἐμέει, ὁκόταν δὲ βεβρώκῃ, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ ὅλη ἡ κοιλίη ὁτὲ μὲν σκληροτέρη, ὁτὲ δὲ μαλθακὴ γίνεται, καθίσταται δὲ οὐ πάνυ· κοιλίη μεγάλη γίνεται καὶ οὐ καθαίρεται·, καὶ δοκέει κυεῖν, καὶ πάσχει ὁκόσα περ καὶ αἱ ἐγκύμονες· καὶ ἢν θιγγάνῃς τῆς κοιλίης, κοῦφον τὸ οἴδημα γνοίης ὡς ἀσκοῦ, καὶ ὁκόταν δοκέῃ τόκου ὥρη εἶναι, αἱ μῆτραι ξυμπίπτουσι, καὶ τὰ ἐπιμήνια ὀλίγα καὶ κακίονα. Ταύτην φάρμακον χρὴ πιπίσκειν κάτω, καὶ προστιθέναι τῶν καθαρτικῶν, καθαρθεῖσα δὲ ὑγιὴς γίνεται.

171. Ἢν φλεγμαίνηται ἡ μήτρη, ψαύεται· ἢν δέ τι σφακελίζῃ καὶ παλιγκοταίνῃ, πῦρ ἔχει ὀξὺ καὶ μέγα, καὶ φρίκη σκληρή·

352
τὰ ἀμφὶ τὰ αἰδοῖα ἐκπάγλως αἴθεται καὶ δάκνεται καὶ ὀργᾷ, καὶ εἴ τις ἐπαφήσει τῷ δακτύλῳ, καὶ αὖθις κάκιον ἴσχει καὶ ἀδάξεται, καὶ τὴν κεφαλὴν ἀλγέει καὶ τὸ βρέγμα, καὶ ἀχλὺς, καὶ ἱδρὼς μετωπίδιος, καὶ τὰ ἄκρεα ψύχονται καὶ τετρεμαίνουσι, καὶ κῶμα ἔχει ἄλλοτε καὶ ἄλλοτε, καὶ ἐσακούειν οὐκ ἐθέλει· οὐδὲ ἡ ὑστέρη ἐνεργεῖ· ἀσιτίη πολλὴ, καὶ στόμαχος οὐ πάμπαν εἰρύεται τὴν τροφὴν οὐδὲ ἡ κοιλίη, καὶ βοᾷ, καὶ ἀναΐσσει, καὶ ὀδυνᾶται τό τε ἦτρον καὶ τοὺς βουβῶνας καὶ τὰς ἰξύας καὶ παραφάσιας, καὶ ταχὺ θνήσκουσιν· ἢν δὲ αἱ ὀδύναι καταιγἴζωσι, σπόγγοισι θερμοῖσιν ἐξ ὕδατος ἢ ἐλαίου ἐκπεπιεσμένοισι πυριῆσαι· καὶ προσθέτοισι μαλθακοῖσι, μυελὸν ἐλάφου καὶ χηνὸς ἄλειφα καὶ κηρὸν λευκὸν καὶ ὠοῦ τὸ πυῤῥὸν ἢ κηρωτὴν πισσηρὴν προστιθέναι ξὺν ῥητίνῃ· καθαίρειν δὲ ὀνείῳ γάλακτι ἢ αἰγείῳ, ἢ ζωμῷ ὄρνιθος· οἶνον δὲ μὴ πίνειν, καὶ πτισάνης χυλὸν ῥοφεέτω.

172. Μητρέων ὀδύνης ἔγχυτον· ἢν ὀδύνη μοῦνον ᾖ σπερχνὴ καὶ βίαιος, ἀχλὺς ἐν τῇσι μήτρῃσιν ἔνι, καὶ οὐκ ἔξεισι τὸ πνεῦμα, ἀλλ’ αὐτόθι μένει, κακόν· δεῖ οὖν οὕτως θεραπεύειν· ἀνδραφάξιος ἀγρίης καρπὸν καὶ τεῦτλα τρίψας ὁμοῦ λεῖα, χλιήνας τε, ἔγχεον ἐς τὰς μήτρας. Ὑστερέων ὀδύνης παῦον· οἶνον ὡς ἥδιστον ἴσον ἴσῳ κεράσας τρία ἡμίχοα ἀττικὰ, μαράθου ῥίζας καὶ τοῦ καρποῦ τριτημόριον, καὶ ῥοδίνου ἐλαίου ἡμικοτύλιον· ταῦτα ἐμβαλεῖν ἐς ἐχῖνον καινὸν

354
καὶ τὸν οἶνον ἐπιχέαι, εἶτα πυριῆσαι. Προστιθέναι δὲ καὶ σκίλλην, ἔστ’ ἂν τὸ στόμα μαλθακὸν ᾖ καὶ φαρκιδῶδες.

173. Καὶ ὅταν ἐν τῇ καθάρσει φλύκταιναι ἀνὰ τὸ στόμα τῆς ὑστέρης θύωσιν, οὕτω θεραπεύειν· σάρκα βοὸς πικερίῳ ἢ χηνείῳ στέατι καὶ ἀννήσῳ χρίσασα λείοις, τὴν σάρκα ἐς τὸ αἰδοῖον ἐντιθέναι.

174. Ἢν ἐρυσίπελας ἔχῃ τὰς μήτρας, οἰδέει τοὺς πόδας καὶ τοὺς μαζοὺς καὶ τὸ σῶμα, καὶ πόνος αὐτὴν κατέχει, καὶ ὀρθόκνοια γίνεται, καὶ ἀλγέει τοὺς κενεῶνας καὶ τὸ ὑκογάστριον καὶ τὰ στέρνα καὶ τὴν κεφαλήν· τρόμος τε ἔχει, καὶ τὰς χεῖρας νάρκη καὶ τοὺς βουβῶνας, καὶ τὰς ἰγνύκς τρέμει· ἐνίοτε δὲ καὶ ἐν τῇσιν ἰγνύῃσι πελιδναὶ γίνονται, καὶ κουφίζει ὀλίγον χρόνον, καὶ ἡ χροιὴ, μάλιστα δὲ καὶ οἱ μαζοὶ ἀείρονται κατὰ τὴν ὁμοεθνίην· ἀλλὰ γὰρ οὐ πάνυ τι ἀλγέει, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, καὶ ἐρυθρὸν τὸ πρόσωπον γίνεται, καὶ δίψα ἰσχυρὴ, καὶ τὸ ἴκταρ ξηραίνεται. Ταῦτα ἢν ἐγκύμονι περιπέσῃ, θνήσκει, καὶ οὐκ ἂν δυνήσεται διαφυγεῖν.

174 bis. Ἢν ἐρυσίπελας ἐν τῇσι μήτρῃσι γένηται, οἰδήματα γίνεται πλεννωδέστατα ἀπὸ τῶν ποδῶν ἀρξάμενα ἐς τὰ σκέλεα πάντα καὶ ἐς τὴν ὀσφύν. Ὅσῳ δ’ ἂν ὁ χρόνος πλείων γίνηται, καὶ ὁ θώρηξ ἐπαΐει, καὶ οἰδίσκεται, καὶ περιψύχεται πᾶσα, καὶ πῦρ ἔχει μέγα, καὶ

356
ῥῖγος ἐπιλαμβάνει, καὶ πνεῦμα πυκνὸν, καὶ λιποθυμίη, καὶ ἀσθενείη, καὶ ὀδύνη παντὸς τοῦ σώματος· δυσθυμέει τε καὶ αἰολᾶται τῇ γνώμῃ, καὶ τὸ πάθος ἀνέρχεται ἐκ τῆς κάτω κοιλίης ἐς τὰς ἰξύας καὶ ἐς τὰ νῶτα καὶ τὰ ὑποχόνδρια καὶ τὰ στέρνα καὶ τὸν τράχηλον καὶ τὴν κεφαλὴν καὶ τὸν στόμαχον, καὶ δοκέει θανεῖσθαι· ὁκόταν δὲ λύηται ἡ ὀδύνη, νάρκη ἔχει τὰς ἰξύας καὶ τοὺς βουβῶνας καὶ τὰ σκέλεα, καὶ τὰ ἐν τῇσιν ἰγνύῃσι πέλια γίνεται, καὶ ὀλίγον χρόνον δοκέει ῥᾴων εἶναι· ἔπειτα αὖθις πονέεται, καὶ ὁ χρὼς φλυκταινέων καταπίμπλαται, καὶ τὸ πρόσωπον ἐρυθήματα λάζεται προφανέα καὶ δηλεόμενα, καὶ ὁ φάρυγξ αὖος, καὶ ἡ γλῶσσα τρηχείη. Αὕτη ἡ νοῦσος εἰ ἐγκύμονα σχοίη, κτείνει. Ἢν δὲ μὴ, ἰητρείην χρὴ προσάγειν· ὄνου γάλα πιπίσκειν καὶ καθαίρειν· ἢν δὲ μὴ λύηται ὧδε, ψύχειν τὴν κοιλίην ἐν μαλθακοῖσι ψύγμασι, καὶ προσθέτοισι μὴ περισκελέσι, καὶ καθῆραι κούφοισιν ἐκ τοῦ κατ’ ὀλίγον, καὶ ἐμέειν· ἀγαθὸν δὲ ἀκτῆς φύλλα λαμβάνειν ἑφθὰ ξὺν ὀριγάνῳ ἢ θύμῳ ἢ πηγάνῳ· ἢν δὲ τὸ πῦρ μεθίῃ, καὶ οἶνον καὶ σιτία διδόναι γλυκέα. Παῦραι δὲ ὑγιαίνονται.

175. Ὕδερος δὲ γίνεται ἐν τῇσι μήτρῃσι· τὰ ἐπιμήνια χωρέει ἀσώδεα καὶ ὑδατώδεα καὶ οὐ πάνυ αἱματώδεα, οἰδέει καὶ ἡ ὑστέρη καὶ φλέβες καὶ ὅσα ἄγχιστα, καὶ οὐ κυΐσκεται, ἔπειτα πνίγεται· καὶ οἱ μαζοὶ ῥέουσι, καὶ ἡ νειαίρα γαστὴρ σκληρή ἐστι καὶ οἰδέει καὶ πᾶς ὁ ἀμφὶ πέριξ χῶρος, καὶ ἀλγέει, εἴ τις ψαύσειε· πυρετός τε καὶ βρυγμὸς ἴσχει, καὶ ὀδύνη σπερχνὴ ἐς τοὺς κενεῶνας καὶ ἐς

358
τὰς ἰξύας, καὶ ἐξονειροῖ, καὶ κάκιον ἴσχει. Ταύτην λούειν δεῖ θερμῷ καὶ χλιαίνειν, φάρμακον δὲ πιπίσκειν, καὶ πυριῇν βληχρῇσι πυρίῃσι· καὶ κυκλάμινον τριώβολον ἐν ὀθονίῳ προστιθέσθω ἀποδήσασα, καὶ κυπαρίσσου χυλὸν βρέχειν ἐν ὕδατι, καὶ κανθαρίδας τρίβουσα προστιθέναι ὀλίγον χρόνον, καὶ διὰ πλείονος ἐνεργεῖ. Προσθετὸν, κύμινον ὅσον χήμη, ἀσταφὶς λευκή. Ἄλλο· κνίδης καρπὸς, ἄρου ῥίζα, τουτέων ὃ βούλει ἐπιεικέως προστιθέναι. Ἐπειδὰν δὲ καθήρῃς, καὶ ἀφαιρέειν καὶ ἐγκλύζειν τὰ αἰδοῖα, καὶ ξυγκοιμάσθω, καὶ ἢν διενέγκῃ τὸ ἔμβρυον, ἐκκαθαίρεται πᾶσα καὶ ὑγιὴς γίνεται.

176. Ὑδέρου μητρέων· ὕφαιμόν τι ῥέει ἰχωροειδὲς, καὶ καθαίρεται, καὶ δάκνει σφόδρα καὶ ἑλκοῖ ὥσπερ ἅλμη τὰ αἰδοῖα καὶ τὰ πέριξ, καὶ ὅκου ἂν ἐπιστάξῃ ἑλκοῖ, καὶ ἡ χροιὴ ἰκτερώδης· τὰ δὲ ἄλλα καθαίρεται πλῆθος, ὥσπερ ἐν τοῖσιν ἄλλοισι ῥόοισιν. Ἡ δὲ νοῦσος βληχροτέρη τε καὶ ἄλλως θανατώδης γίνεται, ἢν ἐξελκωθῶσιν αἱ μῆτραι. Ταύτην θεραπεύειν ὡς τὴν ὑπὸ λευκοῦ ῥόου ἐχομένην, καὶ γάλα ὄνειον πιπίσκειν, καὶ ἰσχναίνειν, καὶ ἰῆσθαι φαρμάκοισι τοῖσι προειρημένοισιν. Ὑδέρου ἐκλεικτά· ἢν ὕδωρ ἐκ τῶν μητρέων ῥέῃ, θεῖον, χηνὸς ἄλειφα, λείχειν.

177. Ἢν ἄνεμος ἐν τῇσι μήτρῃσιν ἐνῇ, φῦσα ἔξεισι καὶ τρύζει, καὶ οἰδέει πᾶσα, καὶ πῦρ ἔχει καὶ κάματος πρὸς τοίσδεσσι· καὶ ἀίσσει σφόδρα ὑπὸ τῆς ὀδύνης, καὶ τὸν ἄνδρα οὐ προσίεται, καὶ σφόδρα

360
ἄχθεται τὴν εὐνὴν, καὶ ὀρθοῦσθαι ἀδυνατέει, καὶ ὡς βαρέα μιν ἔγκειται ἐν τῇσι μήτρῃσι, καὶ κεφαλὴν ἀλγέει, καὶ ἀλύει, καὶ ἄναυδός ἐστιν· ἢν δὲ ἡ ὀδύνη προστῇ, βοᾷ τε καὶ ἀλγέει πάντα καὶ ἰξύας καὶ ἐπίσειον καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον ἴσχεται καὶ ἡ κοιλίη, καὶ πνίγεται, καὶ θανεῖν ἐρᾶται, καὶ ὑποχόνδριον τιταίνεται, καὶ στόμαχος δάκνεται, καὶ στόμα πικρὸν, καὶ ἐμέει ὀξέα καὶ ἄκρητα, καὶ ἐρεύγεται θαμινὰ, καὶ ῥαΐζει· ἢν δὲ μὴ, ἀνοιδίσκεται, καὶ ἢν ἐπαφήσῃ, ἀντιτυπέει καὶ ἀλγέει. Κλύζειν οὖν χρὴ τὴν μήτρην μελικρήτῳ καὶ ὀξυμέλιτι καὶ ἐλαίῳ· κύμινον τριπτὸν, ἢ ἄννησον, καὶ λίνου πέταλα τρίβειν, καὶ ὄρνιθος πάτον ξὺν ὠοῖς, καὶ ἐν ὕδατι ἐνιέναι· προσθέτοισι δὲ οἷς ἂν ἐγὼ γράψω, καὶ ποτήμασι χρεέσθω· καθίννυσθαι δὲ ἐν ἐλαίῳ θερμῷ, καὶ ἀρώματα ἐμβάλλειν, σχοίνου ἄνθος, ἢ ἐν ὕδατι δάφνης ἢ θαλάσσης· ἄριστον δὲ καθαίρειν κλυσμοῖσι μαλθακοῖσι τὴν κοιλίην· ἢ βάλανον προστιθέναι, ὡς νηπίῳ κοιλίη λύεται, εἴριον ἄπλυτον ξὺν μέλιτι· ἢν δὲ γεραιτέρη ᾖ, κρόμμυον ἐμβάπτειν ἐς ἔλαιον, ἢ ἐς μέλι, καὶ προστιθέναι· ἢ ταύρου χολὴν, ἢ νίτρον ξὺν μέλιτι, ἢ ῥοιῆς ὀξείης χοίνικα ξὺν μέλιτι καὶ ἀλήτῳ κριθίνῳ.

178. Εἰ δὲ μύλη ἐμφύεται ὑπὸ πάχεος γονῆς ἐνεχομένης, θύμβραν λειήνας ἐν ὄξει καὶ ὕδατι, τοῦτο δίδου πίνειν ἔνυγρον, ἢ ὑοσκυάμου τὸν καρπὸν λεῖον, καὶ κλύζειν ἅλμῃ καὶ ὀπῷ καὶ ὄξει· ἢν δέῃ, ξὺν ὕδατι· κράτιστον δὲ μελίκρητον ἐνιέναι ξὺν ὕδατι φακῶν, ἢ ὀρόβων, ἢ ἴου ἄνθεος. Ἢν δὲ καθαρθῇ οἷα τὰ πυριφλεγέθεα, μυρσίνην

362
ἑψεῖν καὶ διανίζεσθαι, σμύρναν καὶ νέτωπον ἐν εἰρίῳ προστίθεσθαι.

179. Ἢν ἄνεμος ἐνῇ ἐν τῇσι μήτρῃσι καὶ δάκνῃ, τῇδε καὶ τῇδε διεξιὼν πῦρ ποιέει, καὶ οἰδέει καύματι, καὶ ὀδυνῇ, καὶ τὸν ἄνδρα ἀπαναίνεται, καὶ ἄχθεται σφόδρα τῇ συνουσίῃ, καὶ τείνεται, καὶ οἰδέει τὸ ἦτρον, καὶ οὐ δύναται ὀρθοῦσθαι, ἢ ἰθύνεσθαι. Ὅταν οὕτως εὕρῃς, γνῶθι ὅτι ἄνεμος καὶ γονὴ ἔνι ἐν τῇσι μήτρῃσι, καὶ ἡ γονὴ ἐμπέφυκε· διὰ τοῦτ’ οὖν κάμνει. Λαβὼν μέλι, κηρὸν καὶ λίνου πέταλα, τρίψας λεῖα καὶ ὄρνιθος στέαρ, οἵνῳ εὐώδει, χλιήνας, ἔγχεον ἐς τὰς μήτρας κλυστῆρι· πινέτω δὲ λίνου πέταλα· ἢ τὸν καρπὸν τρῖψαι καὶ ἐς εἴριον ἐνελίξαι, πρὸς τὸ στόμα τῆς μήτρης· εἰ δὲ μὴ, ἐνεργοτέρῳ χρῆσθαι· λίριον καὶ κρόκον καὶ λίνου πέταλα, ὄρνιθος στέαρ τρίψας λεῖα, διεὶς γάλακτι γυναικείῳ, ἀποσπογγίσας ἄχνῃ ἀπὸ ὀθονίων λεπτῶν, ἐνδῆσαι· προστιθέσθω δὲ πρὸς τὸ στόμα τῆς ὑστέρης.

180. Κἢν ὑποφύηται πιμελὴ σαρκοειδεστέρη, τηκεδόνα ἐντιθέναι, καὶ λεπτύνειν μέσως· αἱ γὰρ λίην λεπτυνόμεναι ἀραιαί εἰσι καὶ ἐκτιτρώσκουσιν.

181. Εἰ δὲ οὐ δέχεται ἡ ὑστέρη, ἀλλὰ ἀφίησι καὶ θερμὸν οὐκ ἔχει ἐν ἑωυτῇ, ὄργανον χρὴ μηχανοποιέεσθαι, ἐφ’ ὃ ἑζομένη εἴσεισιν ἀτμὸς ἐς τὰς μήτρας, ἀμφὶ δὲ τοῦτο εἵματα κυκλόσε τιθέναι· ὑποθυμιῇν δὲ κασίην, κιννάμωμον, σμύρναν, ἴσον ἑκάστου, ἔν οἴνῳ τε

364
φυρῇν σιραίῳ καὶ ἐπιβάλλειν, ὀλίγον τε λούεσθαι, ὀλίγα σιτέεσθαι. Ἀρήγει δὲ καὶ προσθετὸν τοιόνδε· σμύρναν ἁπαλὴν ξὺν μέλιτι· ἔστω δὲ προμήκης ὡς βάλανος· καὶ ταῦτα ποιέειν πλειστάκις πρὸς τὴν δύναμιν ὁρέων. Καὶ οἱ ἐν σίτῳ πελεκῖνοι τριπτοὶ ξὺν σμύρνῃ ὠφελέουσιν. Ἑψεῖν δὲ μέλι, καὶ ξὺν τῇσι δαισὶν ἀνακυκᾷν, καὶ ὅσον αἰγύπτιον κύαμον προστιθέναι. Καὶ ταύρου χολὴν, καὶ ῥοὸς ἐρυθρῆς ἴσον κονύζῃ ποίῃ, ὅμοιον δέ ἐστι σελίνῳ οὐλῷ, φύεται δὲ ἄγχιστα θαλάσσης ἐν χωρίοισι ψαμμώδεσιν, ὀδμὴ δύσοιστος, ξὺν μέλιτι καὶ οἴνῳ πρόσθες. Ἢ βόλβιον, ἐν πυροῖσι δὲ θεωρεῖται, αἰγυπτίοισι δὲ μάλιστα, δριμὺ, ὅμοιον κυμίνῳ αἰθιοπικῷ· τοῦτο, σκόροδον, νίτρον ἐν τῷ αὐτῷ προστίθει, προλουέσθω δέ.