De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

74. Ἢν τὰ ἐπιμήνια μὴ γίνηται, χηνὸς ἔλαιον καὶ νέτωπον καὶ ῥητίνην ξυμμίσγουσα ἡ γυνὴ προσθέσθω, εἰρίῳ ἀνασπογγίζουσα. Ἢν δὲ μᾶλλον τοῦ προσήκοντος φαίνηται, σούσινον καὶ βάτου γλῶσσαν ἐν εἰρίῳ προστιθέσθω.

75. Ἢν μετακινηθεῖσαι προσπέσωσί που αἱ ὑστέραι, κριθὰς πτίσας λείας ξὺν τοῖς ἀχύροις, καὶ πρόμαλον, καὶ ἐλάφου κέρας, οἴνῳ δεύσας, ὑποθυμιῇν τὰς ὑστέρας.

76. Ἢν τὰ ὕστερα μὴ δύνηται ἀποφυγεῖν, μαράθρου ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ μέλιτι ἀναζέσαντα δοῦναι πιεῖν.

77. Ἢν τὰ ἐπιμήνια μὴ φαίνηται καὶ βούλῃ αὐτὰ κατασπᾷν, πυρῶν κρίμνα καὶ γέλγιδας ἑψεῖν, ἔλαιον ἐπιχέαντα, εἶτα διδόναι ἐσθίειν.

406

78. Ἢν φλεγμήνωσιν αἱ μῆτραι, κοτυληδόνος φύλλα καὶ πράσα κρίμνοις ἐνεψῶν πυρίνοις, ἔλαιον ἐπιχέων, δίδου ἐσθίειν.

79. Ἢν κινηθεῖσαί που προσπέσωσι καὶ ὀδύνην παρέχωσιν, ἐλαίης ψώρην, δάφνης καὶ κυπαρίσσου πρίσματα ἑψήσας ἐν ὕδατι, ἐς ὀθόνιον ἐμβκλὼν, προστίθει.

80. Ἢν ὑστέρας ἀλγέῃ καὶ πρὸς τὴν κύστιν ᾖ ἡ ὀδύνη, πράσου καρπὸν τρίψας ἐν ὕδατι, πιεῖν διδόναι νήστιδι, καὶ χλιάσματα προστιθέναι.

81. Ἢν αἱ μῆτραι ἐξέχωσι, περινίψας αὐτὰς ὕδατι χλιερῷ καὶ ἀλείψας ἐλαίῳ καὶ οἴνῳ, πάλιν ἐνθεῖναι, καὶ ἀναδῆσαι ἐκ τῶν ἰξύων, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ ἢν μὴ δύνηται οὐρέειν, λούσας θερμῷ καὶ πυριήσας, ὑποθυμιήσας κυπαρίσσου πρίσματα, τῶν οὐρητικῶν ποτημάτων διδόναι πίνειν.

82. Ἢν ῥόος γένηται, ὑποθυμιήσας στρυφνοῖσιν, ὀνίδα περιξέσας, ἐνδήσας εἰρίῳ, προστίθει· ἡ δὲ ὀνὶς ἔστω ξηρή.