De natura muliebri
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
83. Ἢν ἐν τοῖσιν αἰδοίοισιν ἕλκεα γένηται, βόειον στέαρ ἐπαλείφειν καὶ προστιθέναι, καὶ τῆς μυρσίνης ἐν οἴνῳ ἀφεψῶν διακλύσαι.
84. Ἢν ἐκ τόκου τὸ στόμα ἑλκωθῇ, ῥόδων ἄνθος τρίψας λεῖον, οἴνῳ δεύσας, ἐν λαγωῇσι θριξὶ προστιθέναι, καὶ διακλυζέσθω τοῖσι στρυφνοῖσι.
85. Ἢν τὰς ὑστέρας ἀλγέῃ, σκορόδων μώλυζαν καὶ νίτρον
86. Ἢν ἀφθήσῃ τὰ αἰδοῖα, στέαρ βοὸς καὶ βούτυρον καὶ χηνὸς ἔλαιον καὶ σούσινον μίξας, διαχρίειν τὰ αἰδοῖα τουτέοισι, καὶ διακλυζέσθω ὕδατι χλιερῷ.
87. Ἢν προσιστάμεναι πνίγωσιν, ἐλλύχνιον ἀνάψας, ἀποσβέσας, ὑπίσχειν ὑπὸ τὴν ῥῖνα, ὅκως ἂν τὸν καπνὸν ἕλκῃ, ἔπειτα σμύρναν διεὶς μύρῳ, ἔριον ἀναδεύσας, προστίθει· καὶ πιεῖν δοῦναι ῥητίνην ἐλαίῳ διέντα.
88. Ἢν τὸ χορίον μὴ ὑποχωρέῃ, κόνυζαν τρίψας, ἐν εἰρίῳ ποιήσας πρόσθεμα, προστιθέναι, καὶ τῇ ἴγδῃ οἴνῳ διατρίψας, δοῦναι πιεῖν.
89. Ἢν τὴν κεφαλὴν ἀλγέῃ καὶ τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας, χολὴ ἐν τῇσι μήτρῃσιν ἐστί· ταύτῃ χρὴ δοῦναι φάρμακον, ὃ καθαίρειν ἄνω τε καὶ κάτω δύναται, καὶ λούειν θερμῷ, καὶ προστιθέναι ὅσα χολὴν καθαίρει, καὶ ἄνισον καὶ μελάνθιον διεὶς οἴνῳ δίδου πιεῖν.
90. Ἢν ῥόος ἐγγένηται, καρκίνους ποταμίους ἀποπνίξας ἐν οἴνῳ, τὸν οἶνον διδόναι πίνειν, καὶ ὑποθυμιῇν ὅσα ξηραίνει καὶ προστιθέναι. Ἢν ῥοῦς ἐγγένηται, τῶν πράσων ὅσον δεσμίδα τρίψας ἐν οἴνῳ, δίδου πίνειν, καὶ τοῖσι ξηροῖσι καὶ τοῖσι στρυφνοῖσι χρήσθω. Ἢν ῥοῦς ἐγγένηται, ἡμιονίδα κατακαύσας, καὶ κόψας λείην, διασήσας τε, διεὶς οἴνῳ, πίπισκε· τοῖσι δὲ ἄλλοισι τὸν αὐτὸν
91. Ἢν καθῆραι τὰς ὑστέρας βούλῃ, νίτρον, κύμινον, σκόροδον, καὶ σῦκα λεῖα ποιήσας, μέλιτι δεύσας, προστίθει, καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμοῦ πινέτω.