De natura muliebri

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851

65. Ἢν ἐν τοῖσιν αἰδοίοισι δυσοδμίη ἢ κίων ἐγγένηται καὶ ὀδύνη ἔχῃ, τὴν μὲν ὀδύνην παύσει σελίνου καρπὸς ἐν οἴνῳ διδόμενος νήστει, τὴν δὲ δυσοδμίην ἄνισον τὸν αὐτὸν τρόπον διδόμενον· τὸν δὲ κίονα χρὴ ἀποτάμνειν.

402

66. Ἢν ἕλκεα ἐγγένηται τοῖσιν αἰδοίοισι καὶ ξυσμὸς λαμβάνῃ, ἐλαίης φύλλα καὶ κισσοῦ καὶ βάτου καὶ ῥοιῆς γλυκείης τρίψας λεῖα, οἴνῳ παλαιῷ διεὶς, ἔπειτα λαβὼν σάρκα ποταινίην, προσθεῖναι, καὶ καταπλάσαι τοῖσι φύλλοισι, καὶ ἐχέτω τὴν νύκτα· ἕωθεν δὲ ἐξελομένη, μυρσίνην ἐν οἴνῳ ἀφεψοῦσα, τῷ οἴνῳ διακλυζέσθω τὰ αἰδοῖα.

67. Ἢν τὴν γονὴν μὴ δέχηται, τῶν γυναικείων κατὰ φύσιν γινομένων, ἡ μῆνιγξ ἐπίπροσθεν γίνεται· γίνεται δὲ τόδε καὶ ἐξ ἄλλων· γνώσῃ δὲ τῷδε· ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ἅψῃ τοῦ προβλήματος. Ταύτῃ χρὴ πρόσθεμα ποιήσαντα, ῥητίνην καὶ ἄνθος χαλκοῦ μέλιτι διεὶς, ὀθόνιον ἀρδαλώσας, προσθεῖναι ὡς ἐσωτάτω, ῥάμμα ἐκδήσας ἐκ τοῦ ἄκρου· ὁκόταν ἐξαγάγηται, τὴν μυρσίνην ἐν οἴνῳ ἀφεψῶν, τῷ οἴνῳ χλιερῷ κλυζέσθω.

68. Ἢν ἄσθματα λαμβάνῃ γυναῖκα, θείου ὅσον κύαμον, καὶ καρδαμώμου τὸ ἴσον, καὶ πήγανον, καὶ κυμίνου Αἰθιοπικοῦ, ταῦτα τρίψας λεῖα, διεὶς οἴνῳ, πίνειν δοῦναι νήστει· δεῖ δὲ καὶ τῶν σιτίων ἀπέχεσθαι καὶ μὴ πυκνὰ ἐσθίειν.

69. Ἢν τίκτουσα ἐξανεμωθῇ, ἧπαρ οἰὸς ἢ αἰγὸς ἐς τέφρην ἐγκρύψας, διδόναι ἐσθίειν ζωρότερον ἐπὶ τέσσαρας ἡμέρας, καὶ οἶνον πινέτω παλαιόν.

70. Ἢν τὰς ἰξύας ἀλγέῃ, ἄνισον καὶ κύμινον Αἰθιοπικὸν πινέτω, καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμοῦ πινέτω.

404

71. Ἢν τὰ ἐπιμήνια μὴ γίνηται, ὄστρακον παχὺ κατακαύσας, καὶ λεῖον τρίψας, καὶ ὀρίγανον ἑψήσας, ἐν χηνὸς ἐλαίῳ λεῖον ποιήσας, καὶ ξυμμίξας τῷ ὀστράκῳ, ἐν ὀθονίῳ χλιερὸν προστιθέσθω.

72. Ἢν ξυμμύσωσιν αἱ μῆτραι καὶ τὰ ἐπιμήνια μὴ φαίνηται, κολοκυνθίδα ἀγρίην, καὶ φύλλον, κύμινον Αἰθιοπικὸν, νίτρον, ἅλας θηβαϊκὸν, καὶ νεφρίδιον, καὶ ἄλευρον, καὶ σμύρναν, καὶ ῥητίνην, ἅπαντα ζέσας ταῦτα, ὁμοῦ τε μίξας λεῖα, ποιέων βάλανον, προστιθέσθω.

73. Ἢν πρὸς τὰ σπλάγχνα τραπεῖσαι πνίγωσιν, οἶνον κέδρινον καὶ κύμινον Αἰθιοπικὸν πινέτω, καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμῶν πινέτω.